- 底本
- Asclepiodotus. Aeneas Tacticus; Asclepiodotus; Onasander. Oldfather, William Abbott, editor. London: William Heinemann; New York: G. P. Putnam's Sons, 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:1015-1022
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了在原阵地上对调前后排位置的克里特式逆向行进,并详细说明了在宽度与纵深上对兵员及场地的加倍方式。随后介绍了由此产生的正方形、长方形、斜阵等方阵形态,以及根据敌人来袭方向划分的行军与战斗队形。
ὁ Κρητικὸς δὲ καὶ Περσικὸς καλούμενος μέσος ἐστὶν ἀμφοῖν· οὐ γὰρ τὸν ὄπιθεν τῆς φάλαγγος μεταλαμβάνει τόπον, ὡς ὁ Μακεδονικός, οὔτε τὸν ἔμπροσθεν, ὡς ὁ Λακωνικός, ἀλλʼ ἐπὶ τοῦ αὐτοῦ χωρίου ὁ μὲν λοχαγὸς τοῦ οὐραγοῦ τὸν τόπον μεταλαμβάνει καὶ οἱ κατὰ τὸ ἑξῆς ἐπιστάται καὶ πρωτοστάται καὶ παραπορευόμενοι κἀνταῦθα διχῶς ἢ κατὰ λόχον ἢ κατὰ ζυγόν, ἄχρις ἂν ὁ οὐραγὸς τὸν τοῦ λοχαγοῦ τόπον ἀντιμεταλάβῃ,1 οἷον λοχαγοῦντος τοῦ αβγδε καὶ ἑξῆς ἐπιστατοῦντος τοῦ ζηθικ καὶ ἐφʼ ἑξῆς τοῦ λμνξο, καὶ μετὰ τοῦτο τοῦ πρστυ—ἔστω δὲ τοῦτο οὐραγοῦν—ὅτʼ ἂν τὸ μὲν αβγδε τὸν τοῦ πρστυ τόπον μεταλαμβάνῃ, τὸ δὲ ζηθικ τὸν τοῦ λμνξο, τὸ δὲ λμνξο τὸν τοῦ ζηθικ, τὸ δὲ πρστυ τὸν τοῦ αβγδε. οὕτω γὰρ ὁ ἐξελιγμὸς οὐκ ἀποστήσει τοῦ αὐτοῦ χωρίου τὴν φάλαγγα, ὅπερ ἡμῖν ἔσται χρήσιμον, ὁπότʼ ἂν ὦσιν οἱ ἑκατέρωθεν τόποι φαυλότεροι.
被称为克里特式亦称波斯式的逆向行进则介于二者之间:因为既不像马其顿式那样占领方阵后方的位置,也不像拉哥尼亚式那样占领前方的位置,而是在同一块场地上,纵队长占领排尾队长的位置,随后的排尾兵、排头兵以及并进人员在此亦以两种方式(依纵队或依横排)移动,直至排尾队长反向占领纵队长的位置。例如,当 αβγδε 担任纵队长,其后依次由 ζηθικ 接续,接着是 λμνξο,在此之后是 πρστυ——设此为担任排尾队长的横排——此时 αβγδε 占领 πρστυ 的位置,ζηθικ 占领 λμνξο 的位置,λμνξο 占领 ζηθικ 的位置,πρστυ 占领 αβγδε 的位置。因为这样进行逆向行进就不会使方阵脱离同一块场地,当两侧的地形较为恶劣时,这对我们是有益的。
γίνονται δὲ κατὰ ζυγὸν ἐξελιγμοί, ὅτʼ ἂν τὰ κέρατα μεθίστηται τῶν ἀποτομῶν· διὰ ταῦτα γὰρ ἰσχυρὰ ποιεῖται τὰ μέσα τῆς φάλαγγος. ἐνίοτε δὲ κατὰ ἀποτομὰς οὐκ ἐγχωρεῖ τοὺς ἐξελιγμοὺς ποιήσασθαι, ὅτʼ ἂν ἐγγὺς ὦσιν οἱ πολέμιοι, ἀλλὰ κατὰ σύνταγμα, ὥστε τὸ τοῦ συντάγματος δεξιὸν ἀντιμεταλαμβάνειν τὰ λαιὰ καὶ ἀνάπαλιν.
依横排的逆向行进在各分队的侧翼移动时进行,因为通过这些动作方阵的中部变得坚强。但有时当敌人逼近时,不允许按分队进行逆向行进,而是按大队进行,以使大队的右翼与左翼调换位置,反之亦然。
διπλασιάσαι δὲ λέγεται διχῶς· ἢ γὰρ τόπον, ἐν ᾧ ἡ φάλαγξ, μένοντος τοῦ πλήθους τῶν ἀνδρῶν, ἢ τὸν ἀριθμὸν αὐτῶν· γίνεται δὲ ἑκάτερον διχῶς κατὰ λόχον ἢ κατὰ ζυγόν, ταὐτὸν δὲ εἰπεῖν κατὰ βάθος ἢ κατὰ μῆκος. κατὰ μῆκος μὲν οὖν γίνεται διπλασιασμὸς ἀνδρῶν, ὅτʼ ἂν μεταξὺ τῶν προϋπαρχόντων λόχων παρεμβάλωμεν ἢ παρεμπλέκωμεν ἄλλους αὐτοῖς ἰσαρίθμους τὸ μῆκος τῆς φάλαγγος φυλάττοντες, ὥστε πύκνωσιν γενέσθαι μόνην ἐκ τῆς τῶν ἀνδρῶν διπλασιάσεως· κατὰ βάθος δέ, ὅτʼ ἂν μεταξὺ τῶν προϋπαρχόντων ζυγῶν ἄλλα αὐτοῖς ἰσάριθμα παρεμβάλωμεν ὥστε κατὰ βάθος εἶναι πύκνωσιν μόνην· τί δὲ διενήνοχε παρεμβολὴ παρεμπλοκῆς, εἴρηται πρότερον.
所谓“加倍”有两种含义:或者是指在兵员总数保持不变的情况下,加倍方阵所占的场地;或者是指加倍兵员的人数。二者均以两种方式进行:或依纵队,或依横排,换言之即依纵深或依宽度。在宽度上的兵员加倍,是指我们在原有的纵队之间插入或穿插与它们数量相等的其他纵队,同时保持方阵的宽度,从而由于兵员的加倍仅仅产生密集队列;而在纵深上的兵员加倍,则是指我们在原有的横排之间插入与它们数量相等的其他横排,从而仅仅在纵深上产生密集队列。至于插入与穿插有何区别,先前已经说明。
τόπου δὲ γίνεται διπλασιασμὸς κατὰ μῆκος μέν, ὅτʼ ἂν τὴν προειρημένην κατὰ μῆκος πύκνωσιν μανότητι μετατάττωμεν, ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ μῆκος πρὸς τὸ μὴ ὑπερκερασθῆναι ὑπὸ τῶν πολεμίων ἢ ὅτʼ ἂν ὑπερκεράσαι βουλώμεθα τοὺς πολεμίους· τὸ δʼ ὑπερκεράσαι ἐστὶν τὸ τῷ κέρατι τῷ ἑτέρῳ ὑπερβαλέσθαι τὸ ἐκείνων κέρας— τοῦτο δὲ γίνεται ἐνίοτε καὶ τοῦ ἑτέρου ἐλλείποντος διʼ ὀλιγότητα ἀνδρῶν,2 ὡς, ὅτʼ ἄν γε καθʼ ἑκάτερον κέρας ὑπερβάλλωσιν, ὑπερφαλαγγεῖν λέγεται.
场地在宽度上的加倍,是在我们将前述在宽度上的密集队列重新排列为疏开队列时,或者当被插入者沿宽度进行逆向展开以防被敌人迂回包翼时,或者当我们希望迂回敌人的翼侧时进行的。所谓迂回包翼,是指以己方的一翼超出对方的一翼——有时在另一翼由于兵员不足而有所欠缺时亦会如此,而当在两翼均超出对方时,则被称为全线包围。
κατὰ βάθος δὲ γίνεται τόπου διπλασιασμός, ὅτʼ ἂν τὴν προειρημένην κατὰ βάθος πύκνωσιν μανότητι μετατάττομεν ἢ οἱ παρεντεθέντες ἐξελίξωσι κατὰ βάθος.
而在纵深上的场地加倍,是在我们将前述在纵深上的密集队列重新排列为疏开队列时,或者当被插入者沿纵深进行逆向展开时进行的。
ἀποκαταστῆσαι δὲ ὅτʼ ἂν βουλώμεθα ἐπὶ τὰ ἐξ ἀρχῆς, παραγγελοῦμεν ἐξελίσσειν τοὺς μετατεταγμένους εἰς οὓς προεῖχον τόπους. ἔνιοι δὲ τοὺς τοιούτους διπλασιασμοὺς ἀποδοκιμάζουσιν καὶ μάλιστα ἐγγὺς ὄντων τῶν πολεμίων, ἐφʼ ἑκάτερα δὲ τῶν κεράτων τοὺς ψιλοὺς καὶ τοὺς ἱππέας ἐπεκτείνοντες τὴν ὄψιν τοῦ διπλασιασμοῦ χωρὶς ταραχῆς τῆς φάλαγγος ἀποδιδόασιν.
当我们希望复原到最初的状态时,我们将下令那些被重新配置者逆向展开回到他们先前所占的位置。但有些人不赞成此类加倍,尤其是在敌人逼近之时,他们通过向两翼延伸轻装兵和骑兵,在不造成方阵混乱的情况下呈现出加倍的外观。
γίνεται δὲ ἐκ τῶν τοιούτων σχηματισμῶν φάλαγξ τοτὲ μὲν τετράγωνος, τοτὲ δὲ παραμήκης καὶ ἤτοι πλαγία, ὅτʼ ἂν τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον ᾖ, ἢ ὀρθία ὅτʼ ἂν ἀνάπαλιν τὸ βάθος τοῦ μήκους· τούτων δʼ ἀνὰ μέσον ἡ λοξή, ἡ θἄτερον κέρας πλησίον ἔχουσα τῶν πολεμίων καὶ ἐν αὐτῷ τὸν ἀγῶνα ποιουμένη, θἄτερον δʼ ἐν ἀποστάσει διʼ ὑποστολῆς ἔχουσα, δεξιὰ μὲν ἡ τὸ δεξιὸν προβεβλημένη, λαιὰ δὲ ἡ τὸ λαιόν.3
由此类编队构成的方阵,有时为正方形,有时为长方形:当宽度为纵深的数倍时长方形为横长阵,反之当纵深为宽度的数倍时则为纵长阵。介于二者之间的是斜阵,它使一翼贴近敌人并在该处展开战斗,而通过后撤使另一翼保持距离;突出右翼者为右斜阵,突出左翼者为左斜阵。
πολλὰ δὲ καὶ ἄλλα σχήματα οὐ μόνον ἐν ταῖς μάχαις, ἀλλὰ κἀν ταῖς πορείαις ἴσχει πρὸς τὰς ἐξαίφνης τῶν πολεμίων ἐφόδους· καταδιαιρεῖται γὰρ εἰς τὰ μέρη τοτὲ μὲν τὰ μείζω, τοτὲ δὲ τὰ ἐλάττω, οἷον κέρατα καὶ ἀποτομάς, ὥστʼ ἐν τῇ συζεύξει τὰς μοίρας τοτὲ μὲν ἀντιστόμους γενέσθαι, τοτὲ δὲ ἀμφιστόμους, ἄλλοτε δὲ ὁμοιοστόμους ἢ ἑτεροστόμους. ἢ γὰρ ἐξ ἑνὸς μέρους ὑφορῶνται τοὺς πολεμίους ἢ ἐκ δυεῖν ἢ τριῶν ἢ πανταχόθεν, περὶ ὧν ἑξῆς εἴρηται.
方阵不仅在战斗中,而且在行军中,为了应对敌人的突袭亦呈现出许多其他队形。因为它有时被细分为较大的部分,有时被细分为较小的部分,如翼和分队,以便在联结中各部有时形成背向相对的正向,有时形成前后双向的正向,有时则形成同向或异向的正向。 因为他们戒备敌人或从一方、或从两方、或从三方、或从四面八方来袭,关于这些内容随后将予以论述。
- 1015ἄχρις ἂν ὁ οὐραγὸς τὸν τοῦ λοχαγοῦ τόπον ἀντιμεταλάβῃ
由 ἄχρις ἄν 接虚拟语气(ἀντιμεταλάβῃ)构成的时间状语从句,表示动作的终点界限:“直到排尾队长反向占领纵队长的位置”。主句中的 καὶ οἱ κατὰ τὸ ἑξῆς ἐπιστάται... 省略了谓语动词(如 μεταλαμβάνουσι),承前从 ὁ μὲν λοχαγὸς τοῦ οὐραγοῦ τὸν τόπον μεταλαμβάνει 中引申补全。
- 1018τοῦτο δὲ γίνεται ἐνίοτε καὶ τοῦ ἑτέρου ἐλλείποντος διʼ ὀλιγότητα ἀνδρῶν
句中 τοῦ ἑτέρου ἐλλείποντος 为属格独立结构,表让步或伴随状况:“即使另一翼因兵员短缺而有所欠缺时”。指示代词 τοῦτο 指代前述“以己方的一翼超出对方的一翼”(包翼动作)。
- 1021δεξιὰ μὲν ἡ τὸ δεξιὸν προβεβλημένη, λαιὰ δὲ ἡ τὸ λαιόν
该句为省略系动词的对称结构。προβεβλημένη 是动词 προβάλλω 的完成时中间被动态分词,此处作中间态解,意为“向前伸出/推进自身的……”,直接支配宾语 τὸ δεξιόν 与 τὸ λαιόν。
