← 阿斯克列庇欧多图斯 (哲学家)

战术学

§1010-1014

方阵回转的复原与逆向行进的种类

作者论述了方阵的回转、半回转与四分之三回转的复原方式、向盾侧回转及复原成正向,继而列举逆向行进的三种分类,并详述了马其顿式与拉哥尼亚式逆向行进的操作步骤与心理效果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1010

ἡ μὲν οὖν πρώτη ἐπιστροφὴ καὶ ἡ τρίτη καλουμένη ἐκπερισπασμὸς μοναχῶς ἀποκαθίστανται, ἡ μὲν κατὰ ἀναστροφὴν μόνως ἡ βεζη, ἡ δὲ κατʼ ἐπιστροφὴν μόνως ἡ βμνξ· ἡ δὲ δὴ μέση τούτων ἡ βθκλ, ἣν καὶ περισπασμὸν καλοῦμεν, διχῶς ἀποκαθίσταται, διʼ ὅτι ἡ κατὰ ἀναστροφὴν κίνησις αὐτῆς ἴση ἐστὶ τῇ κατʼ ἐπιστροφήν· δύο γὰρ ἀναστροφαῖς ἀποκαταστήσεται τῇ τε εἰς τὸ βεζη καὶ τῇ εἰς τὸ βαδγ, καὶ δύο ἐπιστροφαῖς ἐπικαταστήσεται, τῇ τε εἰς τὸ βμνξ καὶ τῇ εἰς τὸ βαδγ.

因此,第一次回转以及被称为四分之三回转的第三次回转,都仅能以单一方式复原:βεζη 仅能通过逆回转复原,而 βμνξ 仅能通过回转复原。介于二者之间的 βθκλ——即我们亦称之为半回转者——则能以两种方式复原,因为其通过逆回转进行的运动与通过回转进行的运动是相等的:它将通过两次逆回转(即向 βεζη 的一次和向 βαδγ 的一次)而复原,并将通过两次回转(即向 βμνξ 的一次和向 βαδγ 的一次)而补足复原。

§1011

εἰ δʼ ἐπʼ ἀσπίδα ποιοίμεθα τὴν ἐπιστροφήν, τόπον ἐφέξει τὸ σύνταγμα καὶ οὕτω τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ ἐναντίαν τὴν κατʼ ἀριστεράν· μεταταχθὲν γὰρ τὸ αβγδ περὶ μένοντα τὸν α λοχαγὸν θέσιν ἕξει τὴν αοπρ κατὰ πρώτην ἐπιστροφήν, κατὰ δὲ περισπασμὸν τὴν αστυ, ἐκπερισπασθεῖσα δὲ τὴν αφχψ καὶ ἐπικατασταθεῖσα1 τὴν αβγδ. ἡ δὲ τῶν ἀποκαταστάσεων διαφορὰ ὁμοία ταῖς ἐπὶ δόρυ σοι νοείσθω. ταῦτα δὲ γίνεται ὁπότʼ ἂν οἱ πολέμιοι παραφαίνωνται κατὰ πλευρὰν τῆς φάλαγγος.

如果我们向盾进行回转,大队在此情形下同样占领前方位置,但正面相反,即朝向左侧。因为围绕保持不动的纵队长 α 重新排列的 αβγδ,在第一次回转时将处于 αοπρ 位置,在半回转时处于 αστυ 位置,完成四分之三回转时处于 αφχψ 位置,完成补足复原时处于 αβγδ 位置。应当理解,各种复原的差异与向矛的情形相似。 这些动作在敌人出现于方阵侧翼时进行。

§1012

εἰς ὀρθὸν δέ ἐστιν ἀποδοῦναι τὸ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆσαι ἄνδρα ἕκαστον2 ὥστε, εἰ ἐπὶ δόρυ κλίνειν ἐκ τῶν πολεμίων κελεύοιντο εἶτα αὖθις ἐπʼ ὀρθὸν ἀποδοῦναι, δεήσει ἐπὶ τοὺς πολεμίους πάλιν τρέπεσθαι.

复原成正向是指将每名单兵复原到最初的位置,因此,如果他们奉命背向敌人向矛转向,随后又奉命复原成正向,就必须重新转向敌人。

§1013

ἐξελιγμὸς δὲ γίνεται τριχῶς, Μακεδονικός τε καὶ Λακωνικὸς καὶ ἔτι Κρητικὸς ἤτοι Περσικός· τοῦτο δὲ γίνεται διχῶς, ἢ κατὰ στοῖχον ἢ κατὰ ζυγόν. Μακεδονικὸς μὲν οὖν ἐστιν ἐξελιγμός, ὅτʼ ἂν τοῦ λοχαγοῦντος ζυγοῦ τὸν οἰκεῖον τόπον ἐπέχοντος τὰ ὀπίσω ζυγὰ τὸν ἔμπροσθεν καταλάβῃ τόπον μεθισταμένων μέχρις οὐραγοῦ, εἶτα κατʼ ἄνδρα μεταβαλλόντων·3 οἷον εἰ τοῦ αβγδε ζυγοῦ λοχαγοῦντος καὶ μένοντος ἐπὶ ταὐτοῦ τὰ εἰς τοὐπίσω τὸ ζηθικ καὶ τὸ λμνξο εἰς τὸ πρόσω καθίστηται, ἤτοι κατὰ ζυγόν, ὥστε τὸ ζηθικ μεταστῆναι πρότερον καὶ γενέσθαι κατὰ τὸ πρστυ, ἔπειτα τὸ λμνξο κατὰ τὸ φχψως, ἢ κατὰ στοῖχον, ὥστε τὰ μὲν κο γενέσθαι κατὰ τὰ υς, τὰ δὲ ιξ κατὰ τὰ τω καὶ τὰ ἑξῆς, οἷον τὰ θν κατὰ τὰ σψ καὶ τὰ ημ κατὰ τὰ ρχ καὶ τὰ ζλ κατὰ τὰ πφ· εἶτα καὶ κατʼ ἄνδρα μεταβάλωσιν ἀπὸ οὐραγοῦ, τόδε ἐστὶν ἀπεστράφθαι μὲν τὰ πρστυ καὶ τὰ φχψω μέρη, βλέπειν δὲ κατὰ τὰ αβγδε διὰ τὸ ὄπιθεν ὀφθῆναι τοὺς πολεμίους. φανερὸν δὲ ὅτι κατὰ τοῦτον τὸν ἐξελιγμὸν ἡ φάλαγξ δόξειεν ἂν ὑποχωρεῖν τοῦ οἰκείου τόπου καὶ φυγῇ παραπλήσιον ποιεῖν, ὃ δὴ θαρραλεωτέρους μὲν ποιεῖ τοὺς πολεμίους, ἀσθενεστέρους δὲ τοὺς ἐξελίσσοντας.

逆向行进有三种形式:马其顿式、拉哥尼亚式,以及克里特式即波斯式。逆向行进以两种方式进行:或依纵队,或依横排。 马其顿式逆向行进是指:担任纵队长的横排保持其固有位置,后方的诸横排直至排尾队长为止依次移动并占领前方位置,随后单兵依次调头。例如,当担任纵队长的横排 αβγδε 留在原处时,后方的 ζηθικ 和 λμνξο 被部署到前方:或者依横排进行,使 ζηθικ 先移动并处于 πρστυ 位置,随后 λμνξο 处于 φχψως 位置;或者依纵队进行,使 κο 处于 υς 位置,ιξ 处于 τω 位置,依此类推,如 θν 处于 σψ 位置,ημ 处于 ρχ 位置,ζλ 处于 πφ 位置;随后单兵从排尾队长起依次调头,这意味着 πρστυ 和 φχψω 各部分转过身去,并朝向 αβγδε 观望,因为敌人在背后被发现。显而易见,在这种逆向行进中,方阵可能显得自其固有位置后退,做出类似于溃逃的举动,这确实使敌人更为大胆,却使执行逆向行进者更为怯弱。

§1014

ὁ δὲ Λακωνικὸς ἐξελιγμὸς τὸν ἐναντίον τούτῳ μεταλαμβάνει τόπον· μεταβάλλει γὰρ ἕκαστος ἐπʼ οὐράν, μένοντος τοῦ οὐραγοῦντος ζυγοῦ οἷον τοῦ λμνξο· τὰ γὰρ λοιπά, τό τε ζηθικ καὶ τὸ αβγδε μεθίσταται ἐφʼ ἑκάτερα τοῦ οὐραγοῦντος, διχῶς δῆλον ὅτι, ἤτοι κατὰ στοῖχον ἢ κατὰ ζυγόν, καὶ θέσιν ἔχει τὸ μὲν ζηθικ τὴν τοῦ ΖΗΘΙΚ, τὸ δὲ αβγδε τὴν τοῦ ΑΒΓΔΕ. τοῦτο δὴ ποιῶν ὁ Λακωνικὸς ἐξελιγμὸς τὴν ἐναντίαν κατὰ τὸν Μακεδονικὸν τοῖς πολεμίοις παρέχεται δόξαν· ἐφορμᾶν γὰρ καὶ ἐπιέναι δόξειεν ἂν ὄπιθεν παραφανεῖσιν, ὥστε καταπλῆξαι αὐτοὺς καὶ δειλίαν ἐκ τοῦδε γενέσθαι.

而拉哥尼亚式逆向行进则占领与其相反的位置。因为当担任排尾队长的横排(如 λμνξο)保持不动时,每个人都向后尾调头;其余部分,即 ζηθικ 和 αβγδε,转移到排尾队长的两侧——显而易见是以两种方式,或依纵队,或依横排——并且 ζηθικ 占领 ΖΗΘΙΚ 的位置,αβγδε 占领 ΑΒΓΔΕ 的位置。拉哥尼亚式逆向行进通过如此动作,给敌人提供了与马其顿式相反的印象:因为它显得正在向后方出现的敌人猛扑并推进,从而震慑敌人,并由此使敌人产生怯懦。

语法注3 条
  1. 1011ἐκπερισπασθεῖσα δὲ ... καὶ ἐπικατασταθεῖσα

    阴性单数主格分词(ἐκπερισπασθεῖσα, ἐπικατασταθεῖσα)在语法性上与前文的中性主语 τὸ αβγδ(指代大队 τὸ σύνταγμα)不一致。这是按照意义一致(constructio ad sensum)的用法,心智中补足了军事术语中常用的阴性名词如 ἡ φάλαγξ(方阵)或 ἡ τάξις(编制/队伍)作为主语。

  2. 1012εἰς ὀρθὸν δέ ἐστιν ἀποδοῦναι τὸ ἐπὶ τὴν ἐξ ἀρχῆς θέσιν ἀποκαταστῆσαι ἄνδρα ἕκαστον

    这是一个定义句,军事术语 εἰς ὀρθὸν ἀποδοῦναι(复原成正向)与带冠词的不定式短语 τὸ ... ἀποκαταστῆσαι ἄνδρα ἕκαστον(使每名士兵复原到最初位置)通过系动词 ἐστιν 结合,表示概念的界定。

  3. 1013μεθισταμένων μέχρις οὐραγοῦ, εἶτα κατʼ ἄνδρα μεταβαλλόντων

    属格复数分词(μεθισταμένων, μεταβαλλόντων)构成松散的独立属格结构,其逻辑主语是由前文的中性主语 τὰ ὀπίσω ζυγά(后方诸横排)所暗示的构成各排的士兵们,属于指代人员的意义一致(constructio ad sensum)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:1010-1014