← 阿斯克列庇欧多图斯 (哲学家)

战术学

§101-109

方阵转向与回转动作的战术术语定义

作者列举了重组方阵所用的各项战术术语,并结合几何图示定义了单兵转向、调头以及方阵的回转、逆回转、半回转、四分之三回转和补足复原等动作。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§101

τὰ μὲν οὖν εἴδη τῆς τελείας δυνάμεως καὶ τὰ ὀνόματα τῶν ἐν αὐτῇ ταγμάτων εἴρηται· ἑξῆς δὲ περὶ τῶν ὀνομάτων ἀκόλουθον λέγειν, οἷς χρώμενοι μεταρρυθμίζουσιν οἱ στρατηγοὶ τὰς φάλαγγας· φασὶ γὰρ τὸ μέν τι κλίσιν ἐπὶ δόρυ ἢ ἐπʼ ἀσπίδα, τὸ δὲ μεταβολὴν καὶ ἐπιστροφήν, ἄλλο καὶ ἀναστροφήν, ἕτερον καὶ περισπασμὸν καὶ ἐκπερισπασμόν, ἀποκατάστασίν τε καὶ ἐπικατάστασιν, στοιχεῖν τε καὶ ζυγεῖν καὶ εἰς ὀρθὸν ἀποδοῦναι καὶ ἐξελίσσειν καὶ διπλασιάζειν· φασὶ δέ τι καὶ ἐπαγωγὴν καὶ παραγωγὴν δεξιὰν ἢ λαιὰν καὶ πλαγίαν φάλαγγα καὶ ὀρθίαν καὶ λοξήν, καὶ παρεμβολὴν καὶ παρένθεσιν, πρόταξίν τε καὶ ὑπόταξιν καὶ ἐπίταξιν, ὧν ἕκαστον ὅ τι σημαίνει, δηλῶσαι διὰ βραχέων πειρασόμεθα.

这样,完备军队的构成种类以及其中各编制单位的名称便已叙述完毕;接下来,理当谈论将领们用来重新调整方阵的那些术语。因为他们将某种动作称为向矛(向右)或向盾(向左)转向,将另一种动作称为调头和回转,另有逆回转,还有半回转和四分之三回转,原位复原和补足复原,排成纵列、排成横列、复原成正向、逆向行进、倍增队伍;他们还将某种动作称为纵队前行,右侧或左侧的平推行进,横向方阵、纵向方阵和斜向方阵,插入与夹置,前置、后置与翼置。对于其中每一项的含义,我们将尝试作简要阐明。

§102

κλίσις μὲν οὖν ἐστιν ἡ κατʼ ἄνδρα κίνησις, ἐπὶ δόρυ μὲν ἡ ἐπὶ δεξιά, ἐπʼ ἀσπίδα δὲ ἡ ἐπʼ ἀριστερά, ἐπὶ δὲ τῶν ἱπποτῶν ἐφʼ ἡνίαν·1 γίνεται δὲ κατὰ τὰς ἐκ πλαγίων ἐφόδους τῶν πολεμίων ἀντιπορίας χάριν ἢ ὑπερκεράσεως ὅπερ ἐστὶν ὑπερβαλέσθαι τὸ κέρας τῶν πολεμίων.

转向是每一名单兵的动作:向矛即向右,向盾即向左,而在骑兵中则是向缰。这是在敌人侧翼进攻时,为了迎击行进或翼长超越——即包抄超越敌军侧翼——而进行的。

§103

ἡ δὲ δὶς ἐπὶ τὸ αὐτὸ γινομένη κλίσις κατὰ νώτου τὰς τῶν ὁπλιτῶν ὄψεις μετατιθεῖσα καλεῖται μεταβολή, ἧς δύο διαφοραί, ἡ μὲν ἀπὸ τῶν πολεμίων, ἣν καὶ ἐπʼ οὐρὰν ἐπονομάζουσιν, ἡ δʼ ἐπὶ τοὺς πολεμίους ἀπʼ οὐρᾶς καλουμένη.

向同一侧进行两次转向,使重装步兵的视线转向背后者,称为调头。调头有两种不同情形:一种是背向敌人,人们也称之为向后尾;另一种则是面向敌人,称为自后尾。

§104

ἐπιστροφὴ δέ ἐστιν, ὅτʼ ἂν πυκνώσαντες ὅλον τὸ σύνταγμα κατὰ λόχον τε καὶ ζυγὸν ὡς ἑνὸς ἀνδρὸς σῶμα κλίνωμεν, ὡς ἂν περὶ κέντρον περὶ τὸν πρῶτον λοχαγόν, εἰ μὲν ἐπὶ δόρυ, τὸν δεξιόν, εἰ δὲ ἐπʼ ἀσπίδα, τὸν ἀριστερὸν ὅλου τοῦ συντάγματος περιενεχθέντος καὶ μεταλαβόντος τὸν ἔμπροσθεν τόπον2 καὶ ἐπιφάνειαν, ἐπὶ δόρυ μὲν τὴν ἐκ δεξιῶν, ἐπʼ ἀσπίδα δὲ τὴν ἐπὶ λαιάν.

回转是指:当我们把整个大队依纵队和横排密集结合,令其如同一个人的躯体般转动时,全大队如同围绕一个中心点般围绕第一名纵队长转动——若向矛转,则围绕右侧纵队长;若向盾转,则围绕左侧纵队长——整个大队旋转过来,若向矛转则占领前方位置和右侧正面,若向盾转则占领前方位置和左侧正面。

§105

οἷον ἔστω σύνταγμα τὸ αβγδ, λοχαγῶν δʼ ἐν αὐτῷ ζυγὸν τὸ αβ· δῆλον δέ, ὅτι δεξιὸς μὲν ἔσται λοχαγὸς ὁ κατὰ τὸ β, λαιὸς δὲ ὁ κατὰ τὸ α, καὶ ἐπὶ δόρυ μὲν τὰ κατὰ τὸ β μέρη, ἐπʼ ἀσπίδα δὲ τὰ κατὰ τὸ α· μένοντος τοίνυν τοῦ β, εἰ ἐπιστρέφομεν ὅλον τὸ αβγδ σύνταγμα ἐπὶ δόρυ, τὸ κατὰ τὴν αβ ζυγὸν μεταστήσεται ἐπὶ τὴν πρὸς ὀρθὰς αὐτῷ θέσιν τὴν βε καὶ ὅλον τὸ βαδγ ἔσται ὡς τὸ βεζη ἐπεστραμμένον ἐπὶ δόρυ καὶ κατειληφὸς τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν δεξιάν.

例如,设大队为 αβγδ,其中的纵队长横列为 αβ。显而易见,右侧纵队长是在 β 处的,左侧是在 α 处的,向矛是指 β 处的部分,向盾是指 α 处的部分。那么,在 β 保持不动的情况下,如果我们使整个 αβγδ 大队向矛回转,沿着 αβ 的横排将转移到与其成直角的位置 βε,而整个 βαδγ 将变为像 βεζη 那样,向矛回转并占领了前方位置与右侧正面。

§106

ἀναστροφὴ δέ ἐστιν ἀποκατάστασις τῆς ἐπιστροφῆς εἰς ὃν προκατεῖχε τὸ σύνταγμα τόπον, οἷον τὸν κατὰ τὸ αβγδ.

逆回转是指将回转复原到大队先前所占领的位置,例如 αβγδ 处的位置。

§107

περισπασμὸς δέ ἐστιν ἡ ἐκ δυεῖν ἐπιστροφῶν τοῦ συντάγματος κίνησις κατὰ τὸ αὐτὸ μέρος ὡς τὸ βθκλ· τῆς μὲν γὰρ πρώτης ἐπιστροφῆς τῆς κατὰ τὸ βεζη ἐπέχει τόπον μὲν τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν δεξιάν, τῆς δʼ ἐξ ἀρχῆς θέσεως τῆς αβγδ εἰς τοὐπίσω βλέπει.

半回转是指大队向同一方向由两次回转构成的运动,如 βθκλ 那样。因为相对于第一次回转 βεζη 而言,它占领前方位置和右侧正面;但相对于最初的位置 αβγδ 而言,它面向后方。

§108

ἐκπερισπασμὸς δέ ἐστιν, ὅτʼ ἂν ἐκ τριῶν ἐπιστροφῶν ἐπὶ τὰ αὐτὰ συνεχῶν κινῆται τὰ συντάγματα εἰς τὸν ὄπιθεν τόπον καὶ τὴν εἰς λαιὸν ἐπιφάνειαν, καθάπερ ἔχει τὸ βμνξ, τοῦ μὲν βθκλ εἰς τοὔμπροσθεν κατὰ τὴν δεξιὰν κείμενον ἐπιφάνειαν, τοῦ δὲ κατὰ τὴν ἐξ ἀρχῆς θέσιν βαδγ εἰς τοὔπισθέν τε μεταπεσὸν καὶ τὴν ἀριστερὰν βλέπον ἐπιφάνειαν.

四分之三回转是指:大队通过向同一方向连续进行三次回转,运动到后方位置及面向左侧正面时的情况,正如 βμνξ 那样。相对于 βθκλ 而言,它沿着右侧正面位于前方;但相对于最初的位置 βαδγ 而言,它转移到了后方并面向左侧正面。

§109

καὶ φανερόν, ὅτι τὸν ἐκπερισπασμὸν οὐ κατὰ ἀναστροφὴν ἀποκαθιστάνειν προσήκει—δεησόμεθα γὰρ τριῶν ἀναστροφῶν, ἵνα ἀποκαταστῇ, τῆς τε ἐπὶ τὸ βθκλ καὶ τῆς ἐπὶ τὸ βεζη καὶ ἔτι τῆς ἐπὶ τὸ βαδγ, —ἀλλὰ κατʼ ἐπιστροφὴν μίαν3 τὴν ἐπὶ τὸ δόρυ, διʼ ὅτι τὸ βαδγ τοῦ βμνξ τόπον μὲν ἔχει τὸν ἔμπροσθεν, ἐπιφάνειαν δὲ τὴν ἐκ δεξιῶν. καλεῖται δὲ ἡ κατʼ ἐπιστροφὴν εἰς τὸ ἐξ ἀρχῆς ἀποκατάστασις ἐπικατάστασις.

显然,不应当通过逆回转来复原四分之三回转——因为为了复原,我们将需要三次逆回转,即向 βθκλ 的一次、向 βεζη 的一次以及向 βαδγ 的一次——而是应当通过向矛进行一次回转来复原,因为 βαδγ 相对于 βμνξ 而言拥有前方位置和右侧正面。通过回转复原到最初状态的做法被称为补足复原。

语法注3 条
  1. 102ἐπὶ δόρυ μὲν ἡ ἐπὶ δεξιά, ἐπʼ ἀσπίδα δὲ ἡ ἐπʼ ἀριστερά, ἐπὶ δὲ τῶν ἱπποτῶν ἐφʼ ἡνίαν

    古希腊军事术语中的方向习惯表达:“向矛”(ἐπὶ δόρυ)因右手执矛而指代“向右”;“向盾”(ἐπʼ ἀσπίδα)因左手持盾而指代“向左”。对于不佩盾的骑兵,“向缰”(ἐφʼ ἡνίαν,左手握缰)则作为指向左侧的对应表达。

  2. 104ὅλου τοῦ συντάγματος περιενεχθέντος καὶ μεταλαβόντος τὸν ἔμπροσθεν τόπον

    属格独立结构。分词 περιενεχθέντος 与 μεταλαβόντος 以 ὅλου τοῦ συντάγματος(全大队)为逻辑主语,修饰补充了前述从句(ὅτʼ ἂν ... κλίνωμεν),说明整个大队旋转到位后所伴随的结果与态势。

  3. 109οὐ κατὰ ἀναστροφὴν ἀποκαθιστάνειν προσήκει... ἀλλὰ κατʼ ἐπιστροφὴν μίαν

    非人称动词 προσήκει(应当、适宜)统领不定式 ἀποκαθιστάνειν 的句式。句中“οὐ κατὰ ἀναστροφήν”(不应当通过逆回转)与“ἀλλὰ κατʼ ἐπιστροφὴν μίαν”(而应当通过一次回转)形成对比,破折号之间的句子是由 γάρ 引导的插入性解释从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0556.tlg001.humanitext-grc2:101-109