← 亚历山太的革利免

杂记

§8.9.30-8.9.31

相互因果关系与多数原因结合的结果

作者论证了原因之间并非互为原因(属格关系),而是互向对方为原因(与格关系),并以相互述谓和同态复仇律加以阐明;随后探讨了多数原因是否在结合中产生单一结果,并从属与种的角度区分了先行原因与凝聚原因的多与一。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.9.30

Ἀλλήλων οὐκ ἔστι τὰ αἴτια,1 ἀλλήλοις δὲ αἴτια. ἡ γὰρ σπληνικὴ διάθεσις προϋποκειμένη οὐ πυρετοῦ αἴτιος. ἀλλὰ τοῦ γίνεσθαι τὸν πυρετόν· καὶ ὁ πυρετὸς προϋποκείμενος οὐ σπληνός, ἀλλὰ τοῦ αὔξεσθαι τὴν διάθεσιν. οὕτως καὶ αἱ ἀρεταὶ ἀλλήλαις αἴτιαι τοῦ μὴ χωρίζεσθαι διὰ τὴν ἀντακολουθίαν, καὶ οἱ ἐπὶ τῆς ψαλίδος λίθοι ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ μένειν κατηγορήματος,2 ἀλλήλων δὲ οὐκ εἰσὶν αἴτιοι, καὶ ὁ διδάσκαλος δὲ καὶ ὁ μανθάνων ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ προκόπτειν κατηγορήματος. λέγεται δὲ ἀλλήλοις αἴτια ποτὲ μὲν τῶν αὐτῶν, ὡς ὁ ἔμπορος καὶ ὁ κάπηλος ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ κερδαίνειν, ποτὲ δὲ ἄλλου καὶ ἄλλου, καθάπερ ἡ μάχαιρα καὶ ἡ σάρξ· ἣ μὲν γὰρ τῇ σαρκὶ τοῦ τέμνεσθαι, ἡ σὰρξ δὲ τῇ μαχαίρᾳ τοῦ τέμνειν. Τὸ »ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ« καὶ »ψυχὴν ἀντὶ ψυχῆς«. Ὁ μὲν γὰρ πλήξας τινὰ θανασίμως αἴτιός ἐστιν αὐτῷ τοῦ θανάτου ἢ τοῦ γίνεσθαι τὸν θάνατον, ἀντιπληγεὶς δὲ ὑπ᾿ αὐτοῦ θανασίμως ἔσχεν αὐτὸν ἀνταίτιον, οὐ καθὸ ἐγένετο αὐτῷ αἴτιος, καθ᾿ ἕτερον δέ. αἴτιος μὲν γὰρ αὐτῷ θανάτου ἐγένετο, οὐχ ὁ θάνατος δὲ τούτῳ πάλιν τὴν θανασίμην ἀντεπέθηκεν πληγήν, ἀλλ᾿ αὐτὸς ὁ τρωθείς, ὥστ᾿ ἄλλου μὲν αὐτὸς γέγονεν αἴτιος. ἄλλον δὲ ἔσχεν αἴτιον. καὶ ὁ ἀδικήσας ἄλλῳ μὲν αἴτιος καθίσταται τοῦ ἀδικηθέντος, ὁ δὲ ἀντιτιμωρεῖσθαι κελεύων νόμος οὐκ ἀδικήματος, ἀλλὰ τῷ μὲν ἐκδικίας, τῷ δὲ παιδείας. ὥστε οὐκ ἀλλήλων τὰ αἴτια ὡς αἴτια, ἀλλήλοις δέ ἐστιν αἴτια.

原因并非互为原因(属格),而是互向对方为原因(与格)。因为预先存在的脾脏疾患并不是发热的原因,而是发热生成的原因;预先存在的热病也不是脾脏的原因,而是该疾患加剧的原因。同样,诸德性由于其相互关联,也是互不分离的原因;穹拱上的石块也是互为“保持居留”这一述谓的原因,却不是互为原因;教师与学习者也是互为“取得进步”这一述谓的原因。被称为互向对方为原因的情况,有时涉及相同之事,正如批发商与零售商是互为获利的原因;有时涉及不同之事,正如刀与肉:前者对于肉而言是被切割的原因,而肉对于刀而言则是切割的原因。 关于“以眼还眼”和“以命偿命”。 因为对某人施加致命一击者,对于那人而言是死亡或死亡生成的原因;但当他反被那人施加致命反击时,他便把那人作为反向原因,却不是依照他成为那人原因的同一维度,而是依照另一维度。因为他诚然成了对方死亡的原因,但并非死亡反过来给这人施加了致命一击,而是受伤者本人施加的;因此他自身成了一件事的原因,却拥有了另一原因。行不义者对于他人而言构成了遭受不义的原因,而命令实施报复的法律并非不义的原因,而是对一方为昭雪、对另一方为惩诫的原因。所以,原因作为原因并非互为原因,而是互向对方为原因。

§8.9.31

Ἔτι ζητεῖται εἰ πολλὰ κατὰ σύνοδον ἑνὸς αἴτια γίνεται αἴτια πολλά.3 οἱ γὰρ ἄνθρωποι οἱ συνελθόντες αἴτιοί εἰσι τοῦ καθέλκεσθαι τὴν ναῦν· ἀλλ᾿ οὐχ ἕκαστος κατ᾿ ἰδίαν αἴτιος.> ἀλλὰ σὺν τοῖς ἄλλοις, εἰ μή τι καὶ τὸ συναίτιον αἴτιον.4 ἄλλοι δέ φασιν, εἰ πολλὰ αἴτια, κατ᾿ ἰδίαν ἕκαστον ἑνὸς αἴτιον γίνεται. τοῦ γοῦν εὐδαιμονεῖν ἑνὸς ὄντος αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πολλαὶ οὖσαι, καὶ τοῦ θερμαίνεσθαι καὶ τοῦ ἀλγεῖν ὁμοίως πολλὰ τὰ αἴτια. μή τι οὖν αἱ πολλαὶ ἀρεταὶ μία ἐστὶ κατὰ δύναμιν καὶ τὰ θερμαίνοντα καὶ τὰ ἀλγύνοντα. καὶ τὸ πλῆθος δὲ τῶν ἀρετῶν κατὰ γένος ἓν τυγχάνον ἑνὸς αἴτιον γίνεται τοῦ εὐδαιμονεῖν. τῷ ὄντι δὲ προκαταρκτικὰ μὲν αἴτια ἑνὸς γίνεται πλείονα κατὰ γένος καὶ κατ᾿ εἶδος, καὶ κατὰ γένος μὲν τοῦ νοσεῖν ὁπωσοῦν, οἷον ψῦξις, ἔγκαυσις, κόπος, ἀπεψία, μέθη, κατ᾿ εἶδος δὲ τοῦ πυρετοῦ. τὰ δὲ συνεκτικὰ αἴτια κατὰ γένος μόνον, οὐκέτι δὲ καὶ κατ᾿ εἶδος. τοῦ γὰρ εὐωδιάζεσθαι κατὰ γένος ἑνὸς ὄντος πολλὰ τὰ αἴτια [κατ᾿ εἶδος], οἷον λιβανωτός. ῥόδον, κρόκος, στύραξ, σμύρνα, μύρον· τὸ γὰρ ῥόδον οὐκ ἂν οὕτως εὐῶδες εἴη ὡς ἡ σμύρνα.

此外,人们探讨众多原因结合起来是否成为单一事物的原因。聚集在一起的人们诚然是把船拖下水的原因;但并非每个人单独就是原因,而是与其他所有人一起(除非协同原因也被算作原因)。另一些人则说,如果有多数原因,则是各自单独成为单一事物的原因。至少,“处于幸福之中”虽是单一的,诸德性虽是多数的,却恰好是其原因;对于“变暖”和“感到痛苦”,原因同样也是多数的。那么,难道多数德性在效力上并非同一的吗?正如同使之变暖者和使之痛苦者一样。而且,诸德性在种属上属于同一者,从而其多数性成了单一之“处于幸福之中”的原因。实际上,先行原因针对单一事物,在属和种上都可以是多数的:在属的层面上,是患上某种疾病的原因,如受凉、烫伤、劳累、消化不良、醉酒;在种的层面上,则是发热的原因。但凝聚原因仅仅在属的层面上是多数的,绝不再在种的层面上也是多数的。因为“散发芳香”在属上是单一的,其原因在种上却是多数的,例如乳香、玫瑰、藏红花、苏合香、没药、香膏;因为玫瑰散发的芳香并不像没药那样。

语法注4 条
  1. 8.9.30Ἀλλήλων οὐκ ἔστι τὰ αἴτια, ἀλλήλοις δὲ αἴτια.

    属格 Ἀλλήλων 与与格 ἀλλήλοις 的对比。作者否定了事物之间可以实体性地互为原因(A是B存在的原因,反之亦然),但肯定了它们可以在特定述谓(事件的发生)上互向对方充当原因。格的变换构成了此逻辑区分的核心。

  2. 8.9.30τοῦ μένειν κατηγορήματος

    同位属格结构。κατηγόρημα(述谓/述语)是斯多亚派术语,指由原因所引发的无形体结果。“保持居留这一述谓”,后文的 τοῦ προκόπτειν κατηγορήματος(取得进步这一述谓)结构完全相同。

  3. 8.9.31εἰ πολλὰ κατὰ σύνοδον ἑνὸς αἴτια γίνεται αἴτια πολλά

    由 ζητεῖται εἰ... 引导的间接疑问从句。句中 αἴτια 的重复是手稿及语序上的特征,其核心结构为:“结合在一起的多数事物,是否成为单一事物的原因(多数原因)”。

  4. 8.9.31εἰ μή τι καὶ τὸ συναίτιον αἴτιον

    省略系词 ἐστί 的条件从句:“除非协同原因(συναίτιον)也被算作原因”。该限定从句指出:单个拉船者无法独立产生结果,因此只有在承认协同原因本身也是原因的前提下,个人才可被称为原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.9.30-8.9.31