- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.9.32-8.9.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节分析了同一原因产生相反结果的根据,并对原因进行了认识论上的分类(显明与非显明)以及功能上的分类(先行原因、凝聚原因、合作原因与协同原因),阐明了它们之间的差异。
Τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν. ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα τοῦ πάσχοντος. παρὰ μὲν τὴν ποιὰν δύναμιν· ἡ αὐτὴ χορδὴ παρὰ τὴν ἐπίτασιν ἢ τὴν ἄνεσιν1 ὀξὺν ἢ βαρὺν ἀποδίδωσι τὸν φθόγγον. παρὰ δὲ τὴν ἐπιτηδειότητα τῶν πασχόντων· τὸ μέλι γλυκάζει μὲν τοὺς ὑγιαίνοντας, πικράζει δὲ τοὺς πυρέσσοντας, καὶ εἷς καὶ ὁ αὐτὸς οἶνος τοὺς μὲν εἰς ὀργήν, τοὺς δὲ εἰς διάχυσιν ἄγει, καὶ ὁ αὐτὸς ἥλιος τήκει μὲν τὸν κηρόν, ξηραίνει δὲ τὸν πηλόν. Τῶν οὖν αἰτίων τὰ μέν ἐστι πρόδηλα, τὰ [δὲ] ἐπιλογισμῷ λαμβανόμενα, τὰ δὲ ἄδηλα, τὰ [δὲ] ἀναλογισμῷ. καὶ τῶν ἀδήλων τὰ μὲν πρὸς καιρὸν ἄδηλα, τὰ κατὰ μέν τινα καιρὸν ἀποκεκρυμμένα, κατὰ δέ τινα πάλιν ἔκδηλα βλεπόμενα, τὰ δὲ φύσει ἄδηλα, τὰ κατὰ μηδένα καιρὸν πρόδηλα γενέσθαι δυνάμενα. καὶ τῶν μὲν φύσει τὰ μέν καταληπτά, ἅπερ οὐκ ἄδηλά τινες ἐκάλουν διὰ σημείων ἀναλογιστικῶς λαμβανόμενα, καθάπερ ἡ συμμετρία τῶν λόγῳ θεωρητῶν πόρων, τὰ δὲ ἀκατάληπτα, τὰ κατὰ μηδένα τρόπον ὑπὸ κατάληψιν πεσεῖν δυνάμενα, ἃ δὴ καὶ ἄδηλα ἐν τῷ καθάπαξ λέγεται. Καὶ τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά. καὶ τὰ μὲν τοῦ κατὰ φύσιν, τὰ δὲ τοῦ παρὰ φύσιν, τὰ δὲ νόσου, καὶ κατὰ τὸ ὑποβεβηκὸς τὰ μὲν παθῶν, τὰ δὲ τοῦ μεγέθους αὐτῶν, τὰ δὲ χρόνων καὶ καιρῶν.
同一事物会成为相反事物的原因,有时是由于原因的大小和力量,有时是由于承受者的适合性。由于特定力量的例子如:同一根琴弦根据其绷紧或松弛而发出高音或低音。由于承受者适合性的例子如:蜂蜜对健康者显得甘甜,对发热者却显得苦涩;同一种葡萄酒使一些人走向愤怒,使另一些人走向欢快;同一太阳融化蜂蜡,却晒干泥土。 因此,在诸原因中,有些是显明的(或通过经验推论把握的),有些是非显明的(或通过类比推论把握的)。在非显明的原因中,有些是暂时非显明的,即在某一时期隐藏着,而在另一时期又显明可见;有些是在本性上非显明的,即在任何时期都不可能变为显明的。在本性上非显明的原因中,有些是可把握的,某些人因其通过符号以类比方式被把握(正如理性可观照的气孔的适度对称),而不称其为非显明;有些则是不可把握的,即以任何方式都不能落入把握之下,这些原因正是被称为绝对非显明的。 此外,有些原因是先行原因,有些是凝聚原因,有些是协同原因,有些是合作原因。又有些是顺应自然之事的原因,有些是违背自然之事的原因,有些是疾病的原因;根据从属的划分,有些是诸情态的原因,有些是其程度的原因,有些则是时间与适宜时机的原因。
Τῶν μὲν οὖν προκαταρκτικῶν αἰρομένων μένει τὸ ἀποτέλεσμα, συνεκτικὸν δέ ἐστιν αἴτιον, οὗ παρόντος μένει τὸ ἀποτέλεσμα καὶ αἰρομένου αἴρεται. τὸ δὲ συνεκτικὸν συνωνύμως καὶ αὐτοτελὲς καλοῦσιν, ἐπειδὴ αὐτάρκως δι᾿ αὑτοῦ ποιητικόν ἐστι τοῦ ἀποτελέσματος. εἰ δὲ τὸ αὐτοτελὲς αἴτιον αὐτοτελοῦς ἐνεργείας ἐστὶ δηλωτικόν, τὸ συνεργὸν ὑπηρεσίαν σημαίνει καὶ τὴν σὺν ἑτέρῳ λειτουργίαν. εἰ μὲν οὖν μηδὲν παρέχεται, οὐδὲ συνεργὸν λεχθήσεται, εἰ δὲ παρέχεται, τούτου πάντως γίνεται αἴτιον οὗ καὶ παρέχεται, τουτέστιν τοῦ δι᾿ αὐτοῦ γινομένου. ἔστιν οὖν συνεργὸν οὗ παρόντος ἐγίνετο τὸ ἀποτέλεσμα, προδήλῳ μὲν οὖν παρόντος προδήλου, ἀδήλῳ δὲ ἀδήλου.2 καὶ τὸ συναίτιον δὲ ἐκ τοῦ γένους ἐστὶ τῶν αἰτίων, καθάπερ ὁ συστρατιώτης στρατιώτης καὶ ὁ συνέφηβος ἔφηβος τὸ μὲν οὖν συνεργὸν αἴτιον τῷ συνεκτικῷ πρὸς τὴν ἐπίτασιν βοηθεῖ τοῦ ὑπ᾿ αὐτοῦ γινομένου, τὸ δὲ συναίτιον οὐκ ἐπὶ τῆς αὐτῆς ἐστιν ἐννοίας· δύναται γὰρ συναίτιον ὑπάρχειν. κἂν μὴ συνεκτικὸν αἴτιον ᾖ τι. νοεῖται γὰρ σὺν ἑτέρῳ τὸ συναίτιον οὐδ᾿ αὐτῷ δυναμένῳ κατ᾿ ἰδίαν ποιῆσαι τὸ ἀποτέλεσμα. αἴτιον ὂν σὺν αἰτίῳ. διαφέρει δὲ τοῦ συναιτίου τὸ συνεργὸν ἐν τῷ τὸ μὲν συναίτιον μεθ᾿ ἑτέρου κατ᾿ ἰδίαν μὴ ποιοῦντος τὸ ἀποτέλεσμα παρέχειν, τὸ δὲ συνεργὸν [ἐν τῷ] κατ᾿ ἰδίαν μὴ ποιεῖν,3 ἑτέρῳ δὲ προσερχόμενον τῷ κατ᾿ ἰδίαν ποιοῦντι συνεργεῖν αὐτῷ πρὸς τὸ σφοδρότερον γίνεσθαι τὸ ἀποτέλεσμα. μάλιστα δὲ τὸ ἐκ προκαταρκτικοῦ συνεργὸν γεγονέναι πρὸς τὸ συνεργὸν> τὴν τοῦ αἰτίου διατείνειν δύναμιν παρίστησιν.
当先行原因被移除时,结果依然存留;但凝聚原因则是这样一种原因:当它在场时结果存留,当它被移除时结果亦被移除。人们亦同义地将凝聚原因称为“完全自足的原因”,因为它通过自身足以产生结果。如果完全自足的原因指示的是自身完足的活动,那么合作原因则意味着辅助以及与另一者共同运作。因此,如果它不提供任何东西,甚至也不会被称为合作原因;但如果它提供了,它无疑就成了其所提供之物的原因,即通过它生成之物的原因。因此,合作原因就是当其在场时结果得以生成的原因——显明者在场于显明的原因,非显明者在场于非显明的原因。协同原因也属于原因的属类,正如战友是士兵,同侪是青年一样。合作原因协助凝聚原因以强化由其产生的结果,但协同原因并不具有相同的概念;因为即便没有任何凝聚原因,协同原因也能存在。因为协同原因是与自身亦不能单独产生结果的另一者一起被理解的,它是与原因在一起的原因。合作原因与协同原因的区别在于:协同原因与自身不单独产生结果的另一者一起提供结果;而合作原因自身虽不单独产生结果,但附属于自身能单独产生结果的另一者,协助它使结果生成得更为剧烈。先行原因转变为合作原因这一事实,尤为表明原因的力量延伸到了合作原因之中。
- 8.9.32παρὰ τὴν ἐπίτασιν ἢ τὴν ἄνεσιν
介词 παρά 接宾格表示基准或原因(“根据……”、“由于……”)。它具体展开了前面的 παρὰ μὲν τὴν ποιὰν δύναμιν,说明琴弦的绷紧与松弛如何决定音调的高低。
- 8.9.33προδήλῳ μὲν οὖν παρόντος προδήλου, ἀδήλῳ δὲ ἀδήλου
分词 παρόντος 构成属格独立结构,其主语为承前指代合作原因的属格 προδήλου 与 ἀδήλου。与之配对的与格 προδήλῳ 和 ἀδήλῳ 则分别指示作为合作对象的主导/凝聚原因,意为“显明的[合作原因]在场于显明的[主因],非显明的在场于非显明的”。
- 8.9.33ἐν τῷ τὸ μὲν συναίτιον μεθ᾿ ἑτέρου κατ᾿ ἰδίαν μὴ ποιοῦντος τὸ ἀποτέλεσμα παρέχειν, τὸ δὲ συνεργὸν [ἐν τῷ] κατ᾿ ἰδίαν μὴ ποιεῖν
介词短语 ἐν τῷ 统辖带冠词的不定式结构,用以具体说明 διαφέρει 所引入的区别要点。在前一分句中,τὸ μὲν συναίτιον 作不定式 παρέχειν 的逻辑主语;在后一分句中,τὸ δὲ συνεργὸν 则作 μὴ ποιεῖν 的主语,并与受分词 προσερχόμενον 修饰的不定式 συνεργεῖν 相连。
