← 亚历山太的革利免

杂记

§8.9.28-8.9.29

四因说受动适宜性与自身为因的否定

在论证未加阻碍者并非原因之后,阐述了四因说及受动者适宜性的协同作用,进而探讨了凝聚原因的时间性、原因的关系属性以及事物绝不可能成为自身原因的逻辑必然性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.9.28

ἔτι τὸ μὴ κωλῦον κεχώρισται τοῦ γινομένου (διὰ τοῦτο γοῦν ἐπιτελεῖται, ὅτι τὸ δυνάμενον κωλύειν οὐ πάρεστιν), τὸ δὲ αἴτιον πρὸς τὸ γινόμενον·1 οὐκ ἂν οὖν εἴη αἴτιον τὸ μὴ κωλῦον. Τετραχῶς τὸ αἴτιον λέγεται τὸ ποιοῦν ὡς ὁ ἀνδριαντοποιός. καὶ ἡ ὕλη ὡς ὁ χαλκός, καὶ τὸ εἶδος ὡς ὁ χαρακτήρ, καὶ τὸ τέλος ὡς ἡ τιμὴ τοῦ γυμνασιάρχου. τῶν ὧν οὐκ ἄνευ λόγον ὁ χαλκὸς ἐπέχει πρὸς τὸ γενέσθαι τὸν ἀνδριάντα καὶ ὁμοίως ἐστὶν αἴτιον. πᾶν γὰρ οὗ χωρὶς οὐκ ἐνδεχόμενον γενέσθαι τὸ ἀποτέλεσμα, κατὰ ἀνάγκην ἐστὶν αἴτιον, αἴτιον δὲ οὐχ ἁπλῶς. οὐ γάρ ἐστι συνεκτικὸν τὸ οὗ μὴ ἄνευ. συνεργὸν δέ. πᾶν τὸ ἐνεργοῦν παρέχει τὸ ἀποτέλεσμα μετ᾿ ἐπιτηδειότητος τοῦ πάσχοντος· διατίθησι μὲν γὰρ τὸ αἴτιον, πάσχει δὲ ἕκαστον εἰς ὃ πέφυκέν τι. παρεκτικῆς τῆς ἐπιτηδειότητος οὔσης καὶ τῶν ὧν οὐκ ἄνευ λόγον ἐπεχούσης. ἄπρακτον οὖν τὸ αἴτιον ἄνευ τῆς ἐπιτηδειότητος, οὐκ ἔστιν δὲ αἰτία, ἀλλὰ συνεργός, ἐπεὶ πᾶν αἴτιον ἐν τῷ δρᾶν νοεῖται. αὑτὴν δὲ οὐκ ἂν ποιοίη ἡ γῆ. ὥστε οὐδὲ αἰτία ἂν εἴη ἑαυτῆς. καταγέλαστον δὲ τὸ λέγειν μὴ τὸ πῦρ αἴτιον τῆς καύσεως, ἀλλὰ τὰ ξύλα, μηδὲ τὴν μάχαιραν τῆς τομῆς, ἀλλὰ τὴν σάρκα. μηδὲ τοῦ καταπαλαισθῆναι τὸν ἀθλητὴν τὴν ἰσχὺν τοῦ ἀντιπάλου, τὴν ἑαυτοῦ δὲ ἀσθένειαν. Τὸ συνεκτικὸν αἴτιον οὐ δεῖται χρόνου· τὸ γὰρ καυτήριον ἅμα τῷ κατὰ τῆς σαρκὸς ἐπερεισθῆναι τὴν ἀλγηδόνα παρέχει. τῶν προκαταρκτικῶν τὰ μὲν χρόνου δεῖται, ἄχρις ἂν γένηται τὸ ἀποτέλεσμα, τὰ δὲ οὐ δεῖται, ὡς ἡ πτῶσις τοῦ κατάγματος. μή τι οὖν οὐ κατὰ στέρησιν χρόνου ἄχρονα λέγεται ταῦτα, ἀλλὰ κατὰ μείωσιν,2 ὡς καὶ τὸ ἐξαίφνης, μηδὲ αὐτὸ χωρὶς χρόνου γενόμενον.

此外,未加阻碍者与生成之物是相分离的(终究正是由于能够阻碍者不在场,事情才得以完成),而原因则是关涉于生成之物的;因此,未加阻碍者绝不会是原因。 原因有四种说法:作为动因的,如雕塑家;作为质料的,如青铜;作为形式的,如铸模印记;作为目的的,如体育主管的荣誉。青铜对于雕像的生成而言,充当着不可或缺之原因(必要条件)的角色,且同样是原因;因为凡是没有它结果便不可能生成的事物,必然是原因,但并非无条件意义上的原因。因为不可或缺者并非凝聚原因,而是协同原因。凡是施动者,皆须伴随着受动者的适宜性才能产生结果;因为原因施加作用,而各物则依照其固有本性承受作用,由于这种适宜性具有促成之效,且充当着不可或缺之原因的角色。因此,若无适宜性,原因便无所作为,但适宜性本身并不是本原原因,而是协同原因,因为一切原因皆是在作为(行动)之中被把握的。泥土绝不可能创造自身,从而也不可能是自身的动因。若说燃烧的原因不是火而是木材,或者切割的原因不是刀而是肉,或者摔跤手被击倒的原因不是对手的力量而是他自身的软弱,那是荒谬可笑的。 凝聚原因不需要时间;因为烙铁在按压在肉上的同时便产生痛感。在先行原因中,有些需要时间直至结果生成,有些则不需要,正如跌倒是骨折的原因那样。那么,这些被称为无时间性的原因,岂不是并非由于完全匮乏时间,而是由于时间的极小缩减吗?正如“突然”本身也并非毫无时间而发生一样。

§8.9.29

Πᾶν αἴτιον ὡς αἴτιον διπλῇ διανοίᾳ ληπτὸν τυγχάνει. ἐπεὶ τινὸς καὶ πρός τινι νοεῖται, τινὸς μέν, τοῦ ἀποτελέσματος, καθάπερ ἡ μάχαιρα τοῦ τέμνειν, πρός τινι δέ. [καθάπερ] τῷ ἐπιτηδείως ἔχοντι, καθάπερ τὸ πῦρ τῷ ξύλῳ· τὸν ἀδάμαντα γὰρ οὐ καύσει. τὸ αἴτιον τῶν πρός τι·3 κατὰ γὰρ τὴν πρὸς ἕτερον νοεῖται σχέσιν, ὥστε δυεῖν ἐπιβάλλομεν, ἵνα τὸ αἴτιον ὡς αἴτιον νοήσωμεν. Ὁ αὐτὸς καὶ περὶ τοῦ δημιουργοῦ καὶ ποιητοῦ λόγος καὶ πατρός. οὐκ ἔστιν αὐτό τι ἑαυτοῦ αἴτιον οὐδὲ ἑαυτοῦ τις πατήρ, ἐπεὶ τὸ πρῶτον γενήσεται δεύτερον· τό γε μὴν αἴτιον ἐνεργεῖ καὶ διατίθησι, τὸ ὑπὸ τοῦ αἰτίου γενόμενον πάσχει καὶ διατίθεται. οὐ δύναται δὲ τὸ αὐτὸ πρὸς ἑαυτῶ λαμβανόμενον ἐνεργεῖν ἅμα καὶ διατίθεσθαι. οὐδὲ υἱὸς εἶναι καὶ πατήρ. καὶ ἄλλως τὸ αἴτιον τοῦ ὑπ᾿ αὐτοῦ γινομένου προχρονεῖ κατὰ τὴν οὐσίαν, ὡς ἡ μάχαιρα τῆς τομῆς. οὐ δύναται δὲ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ προχρονεῖν τῇ ὕλῃ.4 καθὸ αἴτιόν ἐστιν, ἅμα καὶ ὑστερεῖν καὶ ὑστεροχρονεῖν, καθὸ τῆς αἰτίας ἐστὶν ἔργον. διαφέρει τε τὸ εἶναι τοῦ γίνεσθαι· οὕτως καὶ αἴτιον μὲν τοῦ γινομένου, πατὴρ δὲ υἱοῦ. οὐκ ἐνδέχεται γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ εἶναι ἅμα καὶ γίνεσθαι. οὐθὲν οὖν ἐστιν ἑαυτοῦ αἴτιον.

一切原因作为原因,皆凭双重思维被把握;因为它既被理解为“关于某物”,又被理解为“对某物而言”:关于某物,即关于结果,正如刀关于切割;对某物而言,即对具备适宜状态者而言,正如火对于木材(因为火不会烧毁金刚石)。原因属于关系者范畴;因为它是依照与他者的关系被理解的,以至于我们必须同时投射于两者,方能将原因作为原因来把握。 同样的道理亦适用于工匠、造作者和父亲。没有任何事物是自身的动因,也没有任何人是自身的父亲,否则第一者便会成为第二者。原因确实施动并起决定作用,而由原因生成者则受动并被决定;然而同一事物在关涉自身时,绝不能同时施动又受动,亦不能既是儿子又是父亲。再者,原因在实体上先于由它所生成之物而存在,正如刀在时间上先于切割;但同一事物绝不能在同一意义上,既作为原因在质料上为时间先行者,又同时作为原因的产物而滞后并成为时间滞后者。而且,“存在”有别于“生成”;同样,原因有别于生成之物,父亲亦有别于儿子。因为同一事物在同一意义上,绝不可能同时既存在又在生成之中。因此,没有任何事物是自身的动因。

语法注4 条
  1. 8.9.28τὸ δὲ αἴτιον πρὸς τὸ γινόμενον

    承接前句“τὸ μὴ κωλῦον κεχώρισται τοῦ γινομένου”(未加阻碍者与生成之物相分离),此处在 πρός 及宾格的基础上省略了系动词 ἐστί,表示“而原因则是关涉/面向生成之物的”。

  2. 8.9.28μή τι οὖν οὐ κατὰ στέρησιν χρόνου ἄχρονα λέγεται ταῦτα, ἀλλὰ κατὰ μείωσιν

    短语“μή τι (οὖν)...;”用于引导委婉的审慎疑问或推测(“难道不是……吗?”)。后接否定词 οὐ 时,实际表达一种倾向于肯定的提议,即这些事物之所以被称为无时间性,“不是由于时间的彻底剥夺(匮乏),而是由于时间的缩减”。

  3. 8.9.29τὸ αἴτιον τῶν πρός τι

    属格表示范畴归属。“τῶν πρός τι”(关系者/相对项)是哲学中的固定术语范畴,全句意为“原因属于关系(相对项)一类”。

  4. 8.9.29προχρονεῖν τῇ ὕλῃ

    与格 τῇ ὕλῃ(在质料上)是表示限定或方面的与格,与前句的“κατὰ τὴν οὐσίαν”(在实体上)相对应(动词 προχρονεῖν 带比较对象时使用属格,如紧接前文的“τοῦ ὑπ᾿ αὐτοῦ γινομένου”和“τῆς τομῆς”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.9.28-8.9.29