← 亚历山太的革利免

杂记

§8.9.25-8.9.27

原因的四种区分与其能动本质

本节以学习者为例阐明了原因的四种分类(始发、凝聚、协同与不可或缺之原因),进而探讨了原因的能动性、物体与非物体之争、原因与述词/可表述物的关系,以及真正原因与派生条件的严格区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.9.25

Τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συνεργά, τὰ δὲ ὧν οὐκ ἄνευ. προκαταρκτικὰ μὲν τὰ πρώτως ἀφορμὴν παρεχόμενα εἰς τὸ γίγνεσθαί τι, καθάπερ τὸ κάλλος τοῖς ἀκολάστοις τοῦ ἔρωτος· ὀφθὲν γὰρ αὐτοῖς τὴν ἐρωτικὴν διάθεσιν ἐμποιεῖ μόνον, οὐ μὴν κατηναγκασμένως. συνεκτικὰ δὲ ἅπερ συνωνύμως καὶ αὐτοτελῆ καλεῖται, ἐπειδήπερ αὐτάρκως δι᾿ αὑτῶν ποιητικά ἐστι τοῦ ἀποτελέσματος. ἑξῆς δὲ πάντα τὰ αἴτια ἐπὶ τοῦ μανθάνοντος δεικτέον. ὁ μὲν πατὴρ αἴτιόν ἐστι προκαταρκτικὸν τῆς μαθήσεως, ὁ διδάσκαλος δὲ συνεκτικόν. ἡ δὲ τοῦ μανθάνοντος φύσις συνεργὸν αἴτιον, ὁ δὲ χρόνος τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχει. Αἴτιον δὲ κυρίως λέγεται τὸ παρεκτικόν τινος ἐνεργητικῶς, ἐπεὶ καὶ τὸν σίδηρον τμητικόν φαμεν εἶναι οὐ μόνον ἐν τῷ τέμνειν, ἀλλὰ καὶ ἐν τῷ μὴ τέμνειν· οὕτως οὖν καὶ τὸ παρεκτικὸν ἄμφω σημαίνει καὶ τὸ ἤδη ἐνεργοῦν καὶ τὸ μηδέπω μέν, δυνάμει δὲ κεχρημένον τοῦ ἐνεργῆσαι.

在诸原因中,有些是始发原因(先行原因),有些是凝聚原因(自足原因),有些是协同原因,有些是不可或缺的原因(必要条件)。始发原因是指最初为某事的产生提供契机的原因,正如美对于放荡者之于爱情那样;因为美被他们看见时,仅仅激起情欲倾向,并非出于必然的强迫。凝聚原因也就是在同义上被称为自足原因的,因为它们凭其自身便足以产生结果。接下来应当以学习者为例来展示所有的原因:父亲是学习的始发原因,教师是凝聚原因,学习者的天资是协同原因,而时间则充当不可或缺的原因。 在严格意义上,能动地产生某物者被称为原因,因为我们说铁具有切割性,不仅在于它正在切割之时,亦在于它未在切割之时;因此,产生者同样兼指已经发挥作用者以及尚未发挥作用但具有发挥作用之潜能者。

§8.9.26

Οἳ μὲν οὖν σωμάτων, οἳ δ᾿ ἀσωμάτων φασὶν εἶναι τὰ αἴτια· οἳ δὲ τὸ μὲν σῶμα κυρίως αἴτιόν φασι, τὸ δὲ ἀσώματον καταχρηστικῶς καὶ οἷον αἰτιωδῶς· ἄλλοι δ᾿ ἔμπαλιν ἀναστρέφουσι, τὰ μὲν ἀσώματα κυρίως αἴτια λέγοντες, καταχρηστικῶς δὲ τὰ σώματα, οἷον τὴν τομὴν ἐνέργειαν οὖσαν ἀσώματον εἶναι καὶ αἰτίαν εἶναι τοῦ τέμνειν, ἐνεργείας οὔσης καὶ ἀσωμάτου, καὶ τοῦ τέμνεσθαι ὁμοίως τῇ τε μαχαίρᾳ καὶ τῷ τεμνομένῳ σώμασιν οὖσιν.1 Τὸ ›τινῶν ἐστιν αἴτιον‹ λέγεται τριχῶς, τὸ μὲν ὅ ἐστιν αἴτιον. οἷον ὁ ἀνδριαντοποιός, τὸ δὲ οὗ ἐστιν αἴτιον, οἷον τοῦ γίνεσθαι τὸν ἀνδριάντα, τὸ δὲ ᾧ ἐστιν αἴτιον, ὥσπερ τῇ ὕλῃ· τῷ χαλκῷ γὰρ αἴτιός ἐστι τοῦ γίνεσθαι τὸν ἀνδριάντα. τὸ γίνεσθαι οὖν καὶ τὸ τέμνεσθαι, τὰ οὗ ἐστιν αἴτιον, ἐνέργειαι οὖσαι ἀσώματοί εἰσιν. Εἰς ὃν λόγον κατηγορημάτων ἤ, ὥς τινες, λεκτῶν (λεκτὰ γὰρ τὰ κατηγορήματα καλοῦσιν Κλεάνθης καὶ Ἀρχέδημος) αἴτια τὰ αἴτια· ἤ, ὅπερ καὶ μᾶλλον, τὰ μὲν κατηγορημάτων αἴτια λεχθήσεται, οἷον τοῦ ›τέμνεται‹, οὗ πτῶσις τὸ τέμνεσθαι, τὰ δ᾿ ἀξιωμάτων, ὡς τοῦ ›ναῦς γίνεται‹, οὗ πάλιν [ἡ] πτῶσίς ἐστι τὸ ναῦν γίνεσθαι· Ἀριστοτέλης δὲ προσηγοριῶν, οἷον τῶν τοιούτων, οἰκίας, νεώς, καύσεως, τομῆς. ἡ πτῶσις δὲ ἀσώματος εἶναι ὁμολογεῖται· διὸ καὶ τὸ σόφισμα ἐκεῖνο οὕτως λύεται· ›ὃ λέγεις, διέρχεταί σου διὰ τοῦ στόματος‹, ὅπερ ἀληθές, ›οἰκίαν δὲ λέγεις, οἰκία ἄρα διὰ τοῦ στόματός σου διέρχεται‹, ὅπερ ψεῦδος· οὐδὲ γὰρ τὴν οἰκίαν λέγομεν σῶμα οὖσαν, ἀλλὰ τὴν πτῶσιν ἀσώματον οὖσαν, ἧς οἰκία τυγχάνει.2

有人主张诸原因是属于物体的,另有人主张是属于非物体的。又有人认为物体在严格意义上是原因,而非物体只是借用意义上的且仿佛具有原因性质;另一些人则反过来颠倒这一看法,认为非物体在严格意义上是原因,而物体则是借用意义上的,正如作为非物体活动之切割,乃是作为同样非物体的活动之“切”与“被切”的原因,而对于刀与被切之物——二者皆是物体——亦是如此。 “是某些事物的原因”有三种说法:其一,是什么作为原因(例如雕塑家);其二,是何事的原因(例如雕像的生成);其三,是对何物而言的原因(正如对质料而言;因为他是对青铜而言雕像生成的原因)。因此,“生成”与“被切”作为“是何事的原因”的所指,因其作为活动,乃是非物体的。 依照这种理路,诸原因乃是述词的原因,或者如某些人所说是可表述物(lekta)的原因(因为克勒安德斯与阿尔克德穆称述词为可表述物);或者更为确当的是,有些原因将被称作述词的原因,例如“被切”,其表述形态即是“被切割”;另一些原因则是命题的原因,例如“船生成”,其表述形态又是“船的生成”;但亚里士多德认为是通名(普通名词)的原因,例如房屋、船、燃烧、切割等。表述形态(ptosis)公认是非物体的;因此,那个著名的诡辩便得以如此化解:“凡你所说的,必经由你的口而出”(这是真的),“而你说了一座房屋,因此一座房屋经由你的口而出”(这是假的);因为我们所说的并不是作为物体的房屋,而是作为非物体的表述形态,“房屋”恰巧落于其下。

§8.9.27

Καὶ τὸν οἰκοδόμον οἰκοδομεῖν λέγομεν κατὰ τὴν ἐπὶ τὸ γενησόμενον ἀναφοράν. οὕτως φαμὲν χλαμύδα ὑφαίνεσθαι **· τὸ γὰρ ποιοῦν ἐνεργείας δηλωτικὸν ὑπάρχει. οὐκ ἔστι δὲ ἑτέρου μὲν τὸ ποιοῦν, ἑτέρου δὲ τὸ αἴτιον, ἀλλὰ ταὐτοῦ [τῆς χλαμύδος καὶ τῆς οἰκίας]· καθ᾿ ὃ γὰρ αἴτιος τοῦ γίνεσθαι, κατὰ τοῦτο καὶ ποιητικός ἐστι τοῦ γίνεσθαι. τὸ [δὲ] αὐτὸ ἄρα αἴτιον καὶ ποιητικόν [καὶ δι᾿ ὅ]. καὶ εἰ μέν τί ἐστιν αἴτιον καὶ ποιητικόν, τοῦτο πάντως ἐστὶ καὶ δι᾿ ὅ, εἰ δέ τί ἐστι δι᾿ ὅ, οὐ πάντως τοῦτο καὶ αἴτιον. πολλὰ γοῦν ἐφ᾿ ἓν ἀποτέλεσμα συντρέχει, δι᾿ ἃ γίνεται τὸ τέλος, ἀλλ᾿ οὐκ ἔστι πάντα αἴτια. οὐ γὰρ ἂν ἐτεκνοκτόνησεν Μήδεια, εἰ μὴ ὠργίσθη, οὐδ᾿ ἂν ὠργίσθη. εἰ μὴ ἐζήλωσεν, οὐδὲ τοῦτο, εἰ μὴ ἠράσθη, οὐδὲ τοῦτο, εἰ μὴ Ἰάσων ἔπλευσεν εἰς Κόλχους, οὐδὲ τοῦτο, εἰ μὴ Ἀργὼ κατεσκευάσθη. οὐδὲ τοῦτο, εἰ μὴ τὰ ξύλα ἐκ τοῦ Πηλίου ἐτμήθη. ἐν τούτοις γὰρ ἅπασιν τοῦ ›δι᾿ ὃ‹ τυγχάνοντος3 οὐ πάντα τῆς τεκνοκτονίας αἴτια τυγχάνει, μόνη δὲ ἡ Μήδεια. [Διὸ] τὸ μὴ κωλῦον ἀνενέργητόν ἐστιν, διὸ οὐκ ἔστιν αἴτιον τὸ μὴ κωλῦον, ἀλλὰ τὸ κωλῦον. ἐν γὰρ τῷ ἐνεργεῖν καὶ δρᾶν τι τὸ αἴτιον νοεῖται.

我们说建筑师建造,也是依据朝向将要生成之物的指向而言的。依此我们亦说“一件斗篷被编织”;因为施动者之存在即是活动的表征。施动者与原因并非各属异物,而是同属于一物;因为在何种意义上他是生成的原因,即在何种意义上他具有生成的造作力。因此,同一事物既是原因,又是造作者,亦是“〔结果〕所由者”。若某物是原因且具造作力,则此物必然亦是“〔结果〕所由者”;但若某物是“〔结果〕所由者”,则此物未必亦是原因。总之,许多事物汇聚向单一的结果,终局因它们而生成,但并非所有事物皆是原因。因为美狄亚若未曾发怒,就不会杀害子女;若未曾嫉妒,就不会发怒;若未曾坠入情网,就不会嫉妒;若伊阿宋未曾航行至科尔基斯,就不会坠入情网;若阿尔戈船未曾建造,他就不会航行;若未曾从珀利翁山砍伐木材,船就不会建造。在所有这些之中,虽然都存在“〔结果〕所由者”,但并非全都是杀子事件的原因,唯独美狄亚才是原因。 因此,未加阻碍者乃是无能动的,故未加阻碍者不是原因,施加阻碍者才是原因;因为原因乃是在行动与有所作为之中被把握的。

语法注3 条
  1. 8.9.26οἷον τὴν τομὴν ἐνέργειαν οὖσαν ἀσώματον εἶναι καὶ αἰτίαν εἶναι τοῦ τέμνειν, ἐνεργείας οὔσης καὶ ἀσωμάτου, καὶ τοῦ τέμνεσθαι ὁμοίως τῇ τε μαχαίρᾳ καὶ τῷ τεμνομένῳ σώμασιν οὖσιν.

    带不定式的宾格句结构(τὴν τομὴν... εἶναι καὶ αἰτίαν εἶναι)中嵌套了独立属格(ἐνεργείας οὔσης καὶ ἀσωμάτου)以及关涉与格(τῇ τε μαχαίρᾳ καὶ τῷ τεμνομένῳ)。τὴν τομὴν 作不定式 εἶναι 的主语,αἰτίαν 为表语。τοῦ τέμνειν 与 τοῦ τέμνεσθαι 作为宾格性属格并列依附于 αἰτίαν,中间插入的独立属格句说明“切”与“被切”本身亦是非物体的活动。末尾的与格短语则表示该非物体活动对作为物体的“小刀”与“被切之物”构成原因。

  2. 8.9.26ἧς οἰκία τυγχάνει

    关系代词 ἧς 的先行词是 πτῶσιν(表述形态),因动词 τυγχάνω 支配属格而呈属格形式。主语为 οἰκία,整句字面意为“‘房屋’恰好属于该表述形态”。

  3. 8.9.27ἐν τούτοις γὰρ ἅπασιν τοῦ ›δι᾿ ὃ‹ τυγχάνοντος

    独立属格结构。名词化短语 τοῦ δι᾿ ὃ 作分词 τυγχάνοντος 的意义主语,意为“即便在所有这些之中都存在着‘〔结果〕所由者(先行条件)’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.9.25-8.9.27