← 亚历山太的革利免

杂记

§8.8.23-8.8.24

声音思想事物的关系与名辞的逻辑分类

本段论述了声音、思想与底层实物的三重结构及其在语法学与哲学中向元素的归纳,阐明了结合言说与不结合言说(十范畴),并系统梳理了同义名、异名同实、多名同实、派生名以及同名异义(偶然、意图、类比、功用、同源同向等)的逻辑分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.8.23

Τρία ἐστὶ περὶ τὴν φωνήν· τά τε ὀνόματα σύμβολα ὄντα τῶν νοημάτων κατὰ τὸ προηγούμενον, κατ᾿ ἐπακολούθημα δὲ καὶ τῶν ὑποκειμένων. δεύτερον δὲ τὰ νοήματα ὁμοιώματα καὶ ἐκτυπώματα τῶν ὑποκειμένων ὄντα (ὅθεν ἅπασι καὶ τὰ νοήματα τὰ αὐτά ἐστι διὰ τὸ τὴν αὐτὴν ἀπὸ τῶν ὑποκειμένων ἅπασιν ἐγγίνεσθαι τύπωσιν. οὐκέτι δὲ καὶ τὰ ὀνόματα διὰ τὰς διαλέκτους τὰς διαφόρους)· τρίτον δὲ τὰ ὑποκείμενα πράγματα, ἀφ᾿ ὧν ἡμῖν τὰ νοήματα ἐντυποῦνται. τὰ μὲν οὖν ὀνόματα τῇ γραμματικῇ εἰς τὰ καθολικὰ στοιχεῖα κδ᾿ ἀνάγεται· ὡρισμένα γὰρ χρὴ εἶναι τὰ στοιχεῖα· τῶν γὰρ καθ᾿ ἕκαστα ἀπείρων ὄντων μὴ εἶναι ἐπιστήμην,1 ἴδιον δὲ ἐπιστήμης καθολικοῖς ἐπερείδεσθαι θεωρήμασι καὶ ὡρισμένοις. ὅθεν τὰ καθ᾿ ἕκαστα εἰς τὰ καθόλου ἀνάγεται. ἡ δὲ τῶν φιλοσόφων πραγματεία περὶ τε τὰ νοήματα καὶ τὰ ὑποκείμενα καταγίνεται. ἐπεὶ δὲ τούτων τὰ καθ᾿ ἕκαστα ἄπειρα, στοιχεῖά τινα καὶ τούτων εὑρέθη. ὑφ᾿ ἃ πᾶν τὸ ζητούμενον ὑπάγεται. καὶ εἰ μὲν φαίνοιτο ὑφ᾿ ἕν τι ὑποδεδυκὸς τῶν στοιχείων ἢ καὶ πλείω, ἀποφανούμεθα αὐτὸ εἶναι, εἰ δὲ πάντα διαφύγοι, μηδαμῇ εἶναι. τῶν λεγομένων τὰ μὲν μετὰ συμπλοκῆς λέγεται, ὡς τὸ »ἄνθρωπος τρέχει«, τὰ δὲ> ἄνευ συμπλοκῆς λέγεται, ὡς τὸ »ἄνθρωπος« καὶ ὡς τὸ »τρέχει« καὶ ὅσα λόγον οὐκ ἀποτελεῖ οὐδὲ τἀληθὲς ἢ τὸ ψεῦδος ἔχει. τῶν δὲ μὴ μετὰ συμπλοκῆς λεγομένων τὰ μὲν οὐσίαν σημαίνει, τὰ δὲ ποιόν, τὰ δὲ ποσόν, τὰ δὲ πρός τι, τὰ δὲ ποῦ, τὰ δὲ ποτέ, τὰ δὲ κεῖσθαι, τὰ δὲ ἔχειν, τὰ δὲ ποιεῖν, τὰ δὲ πάσχειν, ἃ δὴ καὶ στοιχεῖα τῶν ὄντων φαμὲν τῶν ἐν ὕλῃ καὶ μετὰ τὰς ἀρχάς. ἔστι γὰρ λόγῳ θεωρητὰ ταῦτα, τὰ δὲ ἄυλα νῷ μόνῳ ληπτά ἐστι κατὰ τὴν πρώτην ἐπιβολήν.

关于声音有三件事物:其一是名称,在首要意义上是思想内容的符号,随之亦是底层事物的符号;其二是思想内容,是底层事物的肖像与印模(因此对所有人而言,思想内容皆是相同的,因为从底层事物在所有人心中所产生的印刻是相同的;但由于不同的语言方言,名称不再是相同的);其三是底层的实物,思想内容乃由之印刻在我们之中。名称通过语法学被归纳为二十四个普遍元素;因为元素必须是确定的,由于个别事物是无限的,故不可能有关于它们的知识,而依凭普遍且确定的定理乃是知识所特有的;因此个别事物被归纳为普遍者。而哲学家的探讨则致力于思想内容与底层实物两者。由于这些事物的个别者也是无限的,故亦为它们发现了某些元素,一切所探究之物皆归属于其下。如果某物显得落入这诸元素之一或更多元素之下,我们便断言它是存在的;但若它逃脱了所有元素,则断言它绝不存在。 在所言说的事物中,有些是结合而言说的,如“人奔跑”;另一些则是不结合而言说的,如“人”与“奔跑”,以及凡不构成陈述句、亦不具有真或假的一切言辞。在不结合而言说的词项中,有些表示实体,有些表示性质,有些表示数量,有些表示关系,有些表示地点,有些表示时间,有些表示姿态,有些表示状态,有些表示主动,有些表示被动,我们确实称这些为处于质料之中且处于本原之后的诸存在者的元素;因为这些是通过理智言说得以观照的,而非质料的事物仅凭理智通过直接的直观即可把握。

§8.8.24

Τῶν δὲ ὑπὸ τὰς δέκα κατηγορίας ὑποτασσομένων τὰ μὲν καθ᾿ αὑτὰ λέγεται, ὡς αἱ ἐννέα κατηγορίαι, τὰ δὲ πρός τι. καὶ πάλιν τῶν ὑπὸ ταύτας τὰς δέκα κατηγορίας τὰ μέν ἐστι συνώνυμα, ὡς βοῦς καὶ ἄνθρωπος, καθὸ ζῷον· ἔστι γὰρ συνώνυμα ὧν τό τε ὄνομα ἀμφοῖν κοινόν, τὸ ζῷον, καὶ ὁ λόγος ὁ αὐτός, τουτέστιν ὁ ὅρος, [τουτέστιν] οὐσία ἔμψυχος· ἑτερώνυμα2 δὲ ὅσα περὶ τὸ αὐτὸ ὑποκείμενον ἐν διαφόροις ἐστὶν ὀνόμασιν, οἷον ἀνάβασις καὶ κατάβασις· ὁδὸς γὰρ ἡ αὐτή, ἤτοι εἰς τὸ ἄνω ἢ εἰς τὸ κάτω· τὸ δ᾿ ἄλλο εἶδος τῶν ἑτερωνύμων, οἷον ἵππος καὶ μέλας, καὶ ὄνομα καὶ λόγον ἕτερον ἀλλήλων ἔχοντα μηδὲ τοῦ ὑποκειμένου κοινωνοῦντα. ἕτερα δὴ λεκτέον, οὐχ ἑτερώνυμα. πολυώνυμα δὲ τὰ τὸν μὲν λόγον τὸν αὐτὸν ἔχοντα, ὄνομα δὲ διάφορον ὡς ἄορ, ξίφος, φάσγανον. παρώνυμα δ᾿ ἐστὶ τὰ παρά τι ἕτερον ὠνομασμένα, ὡς ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. τὰ δὲ ὁμώνυμα τῷ αὐτῷ ὀνόματι χρώμενα, λόγον δὲ οὐ τὸν αὐτὸν ἔχοντα, οἷον ἄνθρωπος τό τε ζῷον καὶ γεγραμμένος. τῶν δὲ ὁμωνύμων τὰ μὲν ἀπὸ τύχης ὁμωνυμεῖ, ὡς Αἴας ὁ Λοκρὸς καὶ ὁ Σαλαμίνιος, τὰ δὲ ἀπὸ διανοίας, καὶ τούτων τὰ μὲν καθ᾿ ὁμοιότητα, ὡς ἄνθρωπος τό τε ζῷον καὶ ὁ γεγραμμένος, τὰ δὲ κατὰ ἀναλογίαν, ὡς »πόδες Ἴδης« καὶ οἱ ἡμέτεροι πόδες διὰ τὸ κατωτέρω εἶναι, τὰ δὲ κατ᾿ ἐνέργειαν, ὡς ποὺς πλοίου, δι᾿ οὗ τὸ πλοῖον πλεῖ, καὶ ποὺς ὁ ἡμέτερος, δι᾿ οὗ κινούμεθα. λέγεται ὁμώνυμα ἀπὸ τοῦ αὐτοῦ καὶ πρὸς τὸ αὐτό,3 ὡς [ἀπὸ] τοῦ ἰατροῦ τὸ βιβλίον καὶ τὸ σμιλίον ἰατρικὰ ἀπό τε τοῦ χρωμένου ἰατροῦ καὶ πρὸς τὸν αὐτὸν λόγον τὸν ἰατρικόν.

在隶属于这十个范畴的事物中,有些是就其自身而言说的,正如九个范畴那样,有些则是相关的。进而,在这十个范畴之下,有些是同义的,如牛和人就其作为动物而言;因为同义之物是指两者的名称皆共通(即动物),且定义亦相同(即其规定,即有灵的实体)。异名同实之物是指关乎同一底层事物而在不同名称之下的事物,例如“上升”与“下降”;因为道路是同一条,或向上或向下。至于异名同实的另一种类型,例如“马”与“黑”,彼此兼具不同的名称与定义,且不共享同一底层事物,应当称之为“相异之物”,而非“异名同实之物”。多名同实之物是指具有相同定义而名称相异的事物,如短剑、佩剑、利刃。引申之名则是从某他物衍生得名的事物,如从“勇敢”得名的“勇敢者”。同名异义之物是使用同一名称而定义不相同的事物,例如作为动物的人与画像中的人。在同名异义的事物中,有些是出于偶然同名,如洛克里斯的埃阿斯与萨拉米斯的埃阿斯;另一些则是出于用意,而在这些之中,有些是根据相似性,如作为动物的人与画像中的人;有些是根据比例类推,如“伊达山的脚(山脚)”与我们的脚,因为它们皆处于下方;有些是根据功用活动,如船脚(帆索),船凭之航行,与我们的脚,我们凭之移动。亦有被称为“源于同一且归于同一”的同名异义之物,正如医生的书籍与手术刀皆被称为“医学的”,这既源于使用它们的医生,亦朝向同一医学目标。

语法注3 条
  1. 8.8.23τῶν γὰρ καθ᾿ ἕκαστα ἀπείρων ὄντων μὴ εἶναι ἐπιστήμην

    前段 τῶν καθ᾿ ἕκαστα ἀπείρων ὄντων 为表示原因的独立属格结构。随后的 μὴ εἶναι ἐπιστήμην 是以 ἐπιστήμην 为主语的带宾格的不定式从句,可看作与前文 χρὴ εἶναι 并列,或承接省略的言说/公理动词。否定词 μή 表现了不定式在表述规则和普遍原则时的从属性否定。

  2. 8.8.24τὸ δ᾿ ἄλλο εἶδος τῶν ἑτερωνύμων, οἷον ἵππος καὶ μέλας, καὶ ὄνομα καὶ λόγον ἕτερον ἀλλήλων ἔχοντα μηδὲ τοῦ ὑποκειμένου κοινωνοῦντα. ἕτερα δὴ λεκτέον, οὐχ ἑτερώνυμα.

    句首的主格短语 τὸ δ᾿ ἄλλο εἶδος 是悬垂主格(nominativus pendens),与后文定式动词无直接语法一致关系。其后的分词 ἔχοντα 和 κοινωνοῦντα 在性数上依意义与 ἵππος καὶ μέλας 所代表的并列事物(中性复数)一致,全句最终通过非人称动形容词结构 ἕτερα δὴ λεκτέον(“应当说成是相异之物”)收束,构成典型的破格(anacoluthon)句式。

  3. 8.8.24λέγεται ὁμώνυμα ἀπὸ τοῦ αὐτοῦ καὶ πρὸς τὸ αὐτό

    单数被动动词 λέγεται 在此作非人称用法,或将 ὁμώνυμα 视作谓语或集合主语。介词短语 ἀπὸ τοῦ αὐτοῦ καὶ πρὸς τὸ αὐτό 是亚里士多德逻辑学中著名的中心聚焦式多义概念(相当于 ἀφ’ ἑνὸς καὶ πρὸς ἕν),表示事物既源自同一始因(医生),又导向同一目的(医术)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.8.23-8.8.24