← 亚历山太的革利免

杂记

§8.7.22

导致中止判断的两个根本原因与表象分歧

阐述了导致中止判断的两个最高原因,即人类见解的不稳定与事物本身的分歧,并论述了因无法全信、全不信或有所取舍表象而导致中止判断的论证逻辑,以及这一状态在人类社会生活与教条争论中的具体体现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.7.22

Τὰ ποιητικὰ τῆς ἐποχῆς αἴτια δύο ἐστὶν τὰ ἀνωτάτω, ἓν μὲν τὸ πολύτροπον καὶ ἄστατον τῆς ἀνθρωπίνης γνώμης. ὅπερ γεννητικὸν εἶναι πέφυκεν τῆς διαφωνίας ἤτοι τῆς ἀλλήλων πρὸς ἀλλήλους ἢ τῆς ἑαυτῶν πρὸς ἑαυτούς, δεύτερον δὲ ἡ ἐν τοῖς οὖσι διαφωνία, ἣ καὶ εἰκότως ἐμποιητικὴ καθέστηκε τῆς ἐποχῆς. μήτε γὰρ πάσαις ταῖς φαντασίαις πιστεύειν δυνηθέντες διὰ τὴν μάχην μήτε πάσαις ἀπιστεῖν διὰ τὸ καὶ τὴν λέγουσαν πάσας ἀπίστους ὑπάρχειν ἐξ ἁπασῶν οὖσαν συμπεριγράφεσθαι πάσαις1 μήτε τισὶ μὲν πιστεύειν, τισὶ δὲ ἀπιστεῖν διὰ τὴν ἰσότητα, κατήχθημεν εἰς ἐποχήν. τούτων δὲ αὐτῶν τῶν ἀρχικωτάτων τῆς ἐποχῆς τὸ μὲν ἀβέβαιον τῆς διανοίας γεννητικόν ἐστι διαφωνίας, ἡ δὲ διαφωνία προσεχὲς αἴτιον τῆς ἐποχῆς, ὅθεν πλήρης μὲν ὁ βίος δικαστηρίων τε καὶ βουλευτηρίων καὶ ἐκκλησιῶν καὶ καθόλου τῆς περὶ τὰ λεγόμενα ἀγαθὰ καὶ κακὰ αἱρέσεως καὶ φυγῆς, ἅπερ ἠπορημένης ἐστὶ διανοίας καὶ πρὸς τὴν τῶν ἀντικειμένων πραγμάτων ἰσοσθένειαν μετοκλαζούσης τεκμήρια.2 πλήρεις δ᾿ αἱ θῆκαι τῶν βιβλίων καὶ αἱ συντάξεις καὶ αἱ πραγματεῖαι τῶν διαφωνούντων3 ἐν τοῖς δόγμασι καὶ πεπεικότων ἑαυτοὺς τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν γινώσκειν.

产生中止判断的最高原因为二:其一是人类见解的多变与不稳定,这生来便会产生分歧,或是彼此之间的分歧,或是自身对自身的分歧;其二是存在者之中的分歧,这也合乎情理地构成了产生中止判断的原因。因为,由于表象的冲突,我们既不能相信所有表象;又由于声称一切表象皆不可信的那个表象自身也是一切表象之一,从而与所有表象一同被排除消解,我们亦不能不信所有表象;更由于等力性,我们亦不能相信某些表象而不信另一些表象,于是我们被引向了中止判断。而在中止判断的这些最本原的原因之中,理智的不确定性产生了分歧,而分歧则是中止判断的直接原因。因此,生活充满了法庭、议事会与公民大会,总体上充满了关于所谓善与恶的抉择与回避,这些正是一个陷入困惑并在相互对立的事物的等力性面前屈服退缩的理智的明证。而书架、著述和论作中,亦充斥着那些在教条上产生分歧、并确信自己知晓存在者之真理的人们的作品。

语法注3 条
  1. 8.7.22διὰ τὸ καὶ τὴν λέγουσαν πάσας ἀπίστους ὑπάρχειν ἐξ ἁπασῶν οὖσαν συμπεριγράφεσθαι πάσαις

    带冠词不定式结构 διὰ τὸ ... συμπεριγράφεσθαι(“由于……被一同取消/排除”)。不定式的逻辑主语是宾格分词短语 τὴν λέγουσαν πάσας ἀπίστους ὑπάρχειν(“声称一切表象皆不可信的那个表象”),其中伴随的分词短语 ἐξ ἁπασῶν οὖσαν(“作为所有表象之一”)表示原因。这体现了怀疑派特有的自我指涉式抵消论法,即普遍否定之言连同自身一并被取消。

  2. 8.7.22ἅπερ ἠπορημένης ἐστὶ διανοίας καὶ πρὸς τὴν τῶν ἀντικειμένων πραγμάτων ἰσοθένειαν μετοκλαζούσης τεκμήρια

    关系代名词 ἅπερ(中性复数主格)指代前文提及的法庭、议事会以及对善恶的抉择与回避等现实生活现象,作主语,与表语名词 τεκμήρια(“证据/标志”)相呼应。属格 ἠπορημένης ... διανοίας καὶ ... μετοκλαζούσης 为表语所有/性质属格,意为“(是)陷入困惑且……屈服退缩的理智的(标志)”。动词 μετοκλάζω(“屈膝、退缩”)以隐喻方式描绘理智在相互对立之事的等同力量面前受挫瓦解的状态。

  3. 8.7.22πλήρεις δ᾿ αἱ θῆκαι τῶν βιβλίων καὶ αἱ συντάξεις καὶ αἱ πραγματεῖαι τῶν διαφωνούντων

    形容词 πλήρεις(阴性复数主格)作表语,支配主语 θῆκαι、συντάξεις 与 πραγματεῖαι(系动词省略)。属格短语 τῶν διαφωνούντων ... καὶ πεπεικότων 在此处充当表示“充满”内容的属格,且采用了借代手法,即以作者的属格来指代充斥在书架和篇卷之中的诸人著作。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.7.22