← 亚历山太的革利免

杂记

§8.6.19-8.6.21

划分与定义的关系及属向种的区分

文本将划分与定义的关系比作质料与工匠,论述了属向种划分的优越性、基于十范畴对种的区分、认识与给出定义能力的关联,以及差异、固有属性与极小定义的构成方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.6.19

Ὅθεν ὕλης μὲν τάξιν ἐπέχει ἡ διαίρεσις τῷ ὅρῳ, τὴν ἁπλότητα τοῦ ὀνόματος ἀναζητοῦσα, τεχνίτου δὲ καὶ δημιουργοῦ ὁ ὅρος1 ἐπισυντιθεὶς καὶ κατασκευάζων καὶ τὴν γνῶσιν τοῦ ὄντος παριστάς. οὔτ᾿ αὐτῶν τῶν πραγμάτων οὔτε τῶν ἰδεῶν οἱ ὅροι, ἀλλὰ γὰρ ὧν πραγμάτων [ὧν] ἔχομεν καθολικὰς διανοίας, τούτων τῶν διανοιῶν τοὺς ἑρμηνευτικοὺς λόγους2 εἶναί φαμεν· τούτων γὰρ τῶν διανοιῶν καὶ αἱ διαιρέσεις γίνονται. τῶν δὲ διαιρέσεων ἣ μέν τις εἰς εἴδη διαιρεῖ τὸ διαιρούμενον ὡς γένος. ἣ δέ τις εἰς μέρη ὡς ὅλον, ἣ δὲ εἰς τὰ συμβεβηκότα. ἡ μὲν οὖν τοῦ ὅλου εἰς τὰ μέρη διαίρεσις ὡς ἐπὶ τὸ πλεῖστον κατὰ μέγεθος ἐπινοεῖται. ἡ δὲ εἰς τὰ συμβεβηκότα οὐδέποτε ὅλη δύναται διαληφθῆναι, εἴ γε καὶ οὐσίαν ἑκάστῳ δεῖ πάντως τῶν ὄντων ὑπάρχειν. ὅθεν ἀδόκιμοι ἄμφω αὗται αἱ διαιρέσεις, μόνη δὲ εὐδοκιμεῖ ἡ τοῦ γένους εἰς εἴδη τομή, ὑφ᾿ ἧς χαρακτηρίζεται ἥ τε ταὐτότης ἡ κατὰ γένος ἥ τε ἑτερότης ἡ κατὰ τὰς ἰδικὰς διαφοράς. τὸ εἶδος ἀεὶ ἔν τινι μέρει θεωρεῖται, οὐ μὴν ἀνάπαλιν, εἴ τι μέρος ἐστί τινος. τοῦτο καὶ εἶδος γενήσεται. ἡ γὰρ χεὶρ μέρος μέν ἐστι τοῦ ἀνθρώπου. εἶδος δὲ οὐκ ἔστιν. καὶ τὸ μὲν γένος ἐν τοῖς εἴδεσιν ἐνυπάρχει, τὸ γὰρ ζῷον καὶ ἐν τῷ ἀνθρώπῳ καὶ ἐν τῷ βοΐ. τὸ δὲ ὅλον ἐν τοῖς μέρεσιν οὐκ ἐνυπάρχει, οὐ γὰρ ὁ ἄνθρωπος ἐν τοῖς ποσὶν ὑπάρχει. διὸ κυριώτερον τὸ εἶδος τοῦ μέρους. καὶ ὅσα τοῦ γένους κατηγορεῖται. ταῦτα πάντα καὶ τοῦ εἴδους κατηγορηθήσεται.

因此,划分在定义中居于质料的地位,探求名称的单纯性;而定义则居于工匠与创造者的地位,将诸成分加以综合、建构并呈现对存在的认识。定义既不属于事物本身,亦不属于理念,而是我们对于其抱有普遍思想的那些事物,我们说定义乃是这些思想的阐释性表述;因为划分亦是就这些思想而进行的。在诸种划分中,有的将所划分者作为属划分为种,有的作为整体划分为部分,有的则划分为偶性。把整体划分为部分大多依据量(延展)来构想;而划分为偶性则绝不可能作为一个整体被把握,假若存在的每一事物无论如何都必须具有实体的话。因此这两种划分均不足取,唯有将属划分为种的截断才被认可,依属的同一性与依种差的差异性皆由此得以表征。种始终在某种部分中被考察,反之则不然:若某物是某物的组成部分,这并不意味它也将成为种。因为手固然是人的部分,却并非种。属内在存在于诸种之中——因为动物既存在于人中亦存在于牛中——整体却并不内在存在于诸部分之中,因为人并不存在于双足之中。因此种比部分更具主导性;凡可述说属者,亦都将可述说种。

§8.6.20

Ἄριστον μὲν οὖν εἰς δύο διαιρεῖν εἴδη τὸ γένος, εἰ δὲ μή, εἰς τρία. τὰ τοίνυν εἴδη γενικώτερον μὲν διαιρούμενα χαρακτηρίζεται τῷ τε ταὐτῷ καὶ θατέρῳ, ἔπειτα δὲ διὰ τῶν γενικῶς σημαινομένων διαιρούμενα χαρακτηρίζεται. ἕκαστον γὰρ τῶν εἰδῶν ἤτοι οὐσία ἐστὶν (ὥσπερ ὅταν λέγωμεν· τῶν ὄντων τὰ μὲν σώματά ἐστι. τὰ δὲ ἀσώματα) ἢ ποσὸν ἢ ποιὸν ἢ πρός τι ἢ ποῦ ἢ πότε ἢ κεῖσθαι ἢ ἔχειν ἢ ποιεῖν ἢ πάσχειν. παντὸς οὑτινοσοῦν ἐπιστήμων τίς ἐστι. τούτου καὶ τὸν ὅρον ἀποδώσει,3 ὡς ὅ γε μὴ δυνάμενος λόγῳ περιλαβεῖν καὶ ὁρίσασθαι ὁτιοῦν. τούτου ἐπιστήμων οὐκ ἄν ποτε εἴη. ἐκ δὲ τῆς τοῦ ὅρου ἀγνοίας καὶ τὰς πολλὰς ἀμφισβητήσεις γίνεσθαι καὶ τὰς ἀπάτας συμβαίνει. εἰ γὰρ ὁ τὸ πρᾶγμα εἰδὼς ἔχει κατὰ διάνοιαν τὴν εἴδησιν αὐτοῦ, δύναται δὲ καὶ λόγῳ σαφηνίσαι ὃ διανοεῖται, ἡ δὲ τῆς διανοίας ἑρμηνεία ὅρος ἐστίν. ἀναγκαῖόν ἐστι τὸν εἰδότα τὸ πρᾶγμα δύνασθαι αὐτοῦ καὶ τὸν ὅρον ἀποδιδόναι.

由此,将属划分为两个种是最好的,若不然,则划分为三个。因此,诸种在更具普遍性地(类性地)被划分时,是由“同”与“异”来表征的;接着,当它们通过属相上所意指的范畴被划分时而获得表征。因为诸种中的每一个,要么是实体(正如我们所说:在存在者中,有些是物体,有些是非物体),要么是数量、性质、关系、地点、时间、位置、状态、能动或受动。无论何人,只要知晓任何事物,他也必能给出该事物的定义;因为凡不能以言明把握并界定某物的人,绝不可能成为该事物的知晓者。由于对定义的无知,便产生了诸多争辩与欺瞒。因为如果知晓事物的人在思想中持有对它的认识,且能够以言明阐明自己所思想的内容,而思想的阐释即是定义,那么知晓事物的人必然也能够给出该事物的定义。

§8.6.21

Προσλαμβάνεται δὲ ὅροις καὶ ἡ διαφορά, σημείου τάξιν ἐπέχουσα τῷ ὅρῳ. τῷ γοῦν τοῦ ἀνθρώπου ὅρῳ τὸ γελαστικὸν προστεθὲν ποιεῖ τὸ ὅλον ζῷον λογικόν, θνητόν, χερσαῖον, πεζόν, γελαστικόν. σημεῖα γάρ ἐστι τὰ κατὰ διαφορὰν προσαγόμενα τῷ ὅρῳ οἰκείων πραγμάτων, τὴν δὲ φύσιν αὐτῶν τῶν πραγμάτων οὐκ ἐνδείκνυται. αὐτίκα ἰδίου ἀπόδοσίν φασιν εἶναι τὴν διαφοράν. καὶ καθὸ τῶν ἄλλων ἁπάντων διαφέρει τὸ ἔχον τὴν διαφοράν, ἣ μόνῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος ἐν τοῖς ὅροις, ἀνάγκη τὸ πρῶτον γένος ὡς ἀρχηγὸν καὶ ὑποστατὸν [δεῖ] παραλαμβάνειν.4 ἐν μὲν οὖν τοῖς μακροτέροις ὅροις τὸ πλῆθος τῶν εἰδῶν τῶν ἐξευρισκομένων διὰ τῶν δέκα κατηγοριῶν, ἐν δὲ τοῖς ἐλαχίστοις τὰ προηγούμενα τῶν προσεχῶν εἰδῶν ληφθέντα τὴν οὐσίαν καὶ φύσιν διασημαίνει τοῦ πράγματος, ὁ δὲ ἐλάχιστος ἐκ τριῶν συνέστηκεν, τοῦ γένους καὶ δυεῖν τῶν ἀναγκαιοτάτων εἰδῶν. γίνεται δὲ τοῦτο διὰ συντομίαν. φαμὲν οὖν, ἄνθρωπός ἐστι τὸ ζῷον λογικόν γελαστικόν. τό τε ἐξαιρέτως συμβεβηκὸς τῷ ὁριζομένῳ προσπαραληπτέον, ἢ τὴν ἰδίαν ἀρετὴν αὐτοῦ ἢ τὸ ἴδιον ἔργον αὐτοῦ καὶ τοιούτων τινῶν ἄλλων. ἐξηγητικὸς οὖν ὁ ὅρος ὢν τῆς τοῦ πράγματος οὐσίας περιλαβεῖν μὲν ἀκριβῶς τὴν φύσιν τοῦ πράγματος ἀδυνατεῖ, διὰ δὲ τῶν κυριωτάτων εἰδῶν τὴν δήλωσιν τῆς οὐσίας ποιεῖται καὶ σχεδὸν ἐν ποιότητι ὁ ὅρος τὴν οὐσίαν ἔχει.

差异亦被吸纳进定义之中,在定义中居于标志的地位。例如在人的定义中,加上“能笑的”,便构成了整体:“理性的、必死的、陆生的、步行的、能笑的动物”。因为依照差异被引入定义中的东西,乃是固有事物的标志,却并未显示出事物本身之本性。事实上,人们说差异乃是对固有属性的给出。并且,既然具有该差异者凭借此差异而不同于所有其他事物——此差异仅属于它,且在定义中与该事物相互换置述说——那么必然要采纳第一属作为初始与基底的元素。因此,在较长的定义中,通过十范畴所发现的众多形式(种)标示出该事物的实体与本性;而在极小的定义中,所选取的切近诸种中最优先者标示出事物的实体与本性。极小的定义由三部分构成:属以及两个最必需的种。这样做是出于简明之故。因此我们说:“人是理性的、能笑的动物。”此外,还必须额外采纳所定义事物上特别伴随的偶性,或其固有的德性,或其固有的功能,以及诸如此类的其他属性。因此,定义作为对事物实体的阐发,虽无法精确无遗地包揽事物的本性,却通过最主要的种来实现对实体的显明,并且定义几乎是在性质之中保有实体的。

语法注4 条
  1. 8.6.19τεχνίτου δὲ καὶ δημιουργοῦ ὁ ὅρος

    与前句“ὕλης μὲν τάξιν ἐπέχει ἡ διαίρεσις τῷ ὅρῳ”形成对称对比。此处省略了动词短语“τάξιν ἐπέχει”,属格“τεχνίτου δὲ καὶ δημιουργοῦ”作为补出的“τάξιν”的定语。主语“ὁ ὅρος”统领其后的分词短语“ἐπισυντιθεὶς καὶ κατασκευάζων...”。

  2. 8.6.19ὧν πραγμάτων [ὧν] ἔχομεν καθολικὰς διανοίας, τούτων τῶν διανοιῶν τοὺς ἑρμηνευτικοὺς λόγους

    先行词“πραγμάτων”被并入关系分句内并发生格同化(attraction/incorporation)。此句与主句中的指示短语“τούτων τῶν διανοιῶν”形成照应,其核心骨架相当于“τούτων τῶν διανοιῶν, ἃς ἔχομεν καθολικὰς περὶ τῶν πραγμάτων, τοὺς λόγους εἶναι”。关系代词“ὧν”作为“καθολικὰς διανοίας”的宾格性属格/对象属格。

  3. 8.6.20παντὸς οὑτινοσοῦν ἐπιστήμων τίς ἐστι. τούτου καὶ τὸν ὅρον ἀποδώσει

    使用不定代词“τίς”与照应指示词“τούτου”构成的泛指陈述句,具有条件句意义:“如果有人对任何事物具有科学认识,他亦必能给出该事物的定义”。虽然句中以句号断开,但与后文由“ὡς”引导的原因分句构成一个严密的论证整体。

  4. 8.6.21καθὸ τῶν ἄλλων ἁπάντων διαφέρει τὸ ἔχον τὴν διαφοράν, ἣ μόνῳ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος ἐν τοῖς ὅροις, ἀνάγκη τὸ πρῶτον γένος ὡς ἀρχηγὸν καὶ ὑποστατὸν [δεῖ] παραλαμβάνειν.

    由“καθό”(在……的限度内/鉴于……)引导的从属分句与以非人称结构“ἀνάγκη [ἐστὶ] ... παραλαμβάνειν”(括号内的“δεῖ”系表示必然性的同义异文重叠)为主干的主句构成的复合长句。关系代词“ἣ”的先行词为“διαφοράν”,说明了差异满足固有属性(proprium)的两大特征(独特性与可互换述谓)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.6.19-8.6.21