← 亚历山太的革利免

杂记

§8.6.17-8.6.18

基于四因的定义分类与差异的逐层划分

作者梳理了在定义、论证和划分之前考察多义性与偶性等前提步骤,阐明归纳、划分、定义与论证的不同功用。随后基于四因说明定义的分类,并比拟几何学的分析方法,具体论述了通过切近差异的逐层划分推导人的定义的过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.6.17

Προτακτέον δὴ καὶ τῶν ὅρων καὶ τῶν ἀποδείξεων καὶ διαιρέσεων ποσαχῶς λέγεται τὸ ζητούμενον1 τά τε ὁμώνυμα χειριστέον καὶ τὰ συνώνυμα εὐκρινῶς τακτέον κατὰ τὰς σημασίας. ἔπειτα ζητητέον εἰ τῶν πρὸς ἕτερα θεωρουμένων ἐστὶν τὸ προκείμενον ἢ καθ᾿ αὑτὸ λαμβάνεται. ἐπὶ τούτοις. εἰ ἔστι, τί ἐστι, τί αὐτῷ συμβέβηκεν, ἢ καὶ οὕτως. εἰ ἔστι. τί ἐστι. διότι ἐστίν. πρὸς δὲ τὴν τούτων θεωρίαν ἡ τῶν καθ᾿ ἕκαστα γνῶσις καὶ ἡ τῶν καθόλου συνυποβάλλει καὶ τὰ πρότερα καὶ αἱ ἐπὶ τὰς διαφορὰς [αἱ] διαιρέσεις αὐτῶν. ἡ μὲν οὖν ἐπαγωγὴ φέρει τὸ καθόλου καὶ τὸν ὁρισμόν, αἱ δὲ διαιρέσεις τὰ εἴδη καὶ τὸ τί ἦν εἶναι καὶ τὸ ἄτομον, ἡ δὲ θεωρία τοῦ ποσαχῶς τὴν λῆψιν τοῦ οἰκείου, αἱ δὲ διαπορήσεις τὰς κατ᾿ αὐτὰς διαφορὰς καὶ τὰς ἀποδείξεις καὶ ἄλλως τὴν θεωρίαν συναύξουσι τά τε παρεπόμενα αὐτῇ. ἐκ πάντων δὲ ἐπιστήμη τε παρίσταται καὶ ἀλήθεια. πάλιν τὸ κεφαλαιωθὲν ἐκ τῆς διαιρέσεως ὅρος γίνεται· λαμβάνεται γὰρ καὶ πρότερος τῆς διαιρέσεως καὶ ὕστερος ὁ διορισμός· πρότερος μὲν ὅταν συγχωρηθῇ ἢ προτεθῇ. ὕστερος δὲ ὅταν ἀποδειχθῇ. καὶ κατὰ τὴν αἴσθησιν δὲ ἐκ τοῦ καθ᾿ ἕκαστα κεφαλαιοῦται τὸ καθόλου. ἀρχὴ γὰρ τῆς ἐπαγωγῆς ἡ αἴσθησις. πέρας δὲ τὸ καθόλου. ἡ μὲν οὖν ἐπαγωγὴ οὐ τὸ τί ἐστι δείκνυσιν. ἀλλ᾿ ὅτι ἐστὶν ἢ οὐκ ἔστιν. ἡ διαίρεσις δὲ ὅ τι ἐστὶ παρίστησιν. ὅ τε διορισμὸς ὁμοίως τῇ διαιρέσει τὴν οὐσίαν καὶ τὸ τί ἐστι διδάσκει, οὐχὶ δὲ τὸ εἰ ἔστιν, ἥ τε ἀπόδειξις τὰ τρία, τό τε εἰ ἔστιν καὶ τὸ τί ἐστιν καὶ τὸ διὰ τί ἐστιν, σαφηνίζει. εἰσὶ δὲ ἔνιοι καὶ τῆς αἰτίας ἐμπεριεκτικοὶ ὅροι.

因此,在定义、论证和划分之前,必须先阐明所探求的对象是在多少种意义上被表述的,必须处理同名异义词,并依据其意义清晰地排列同义词。其次,应当探求所提出的对象是属于相对于其他事物而被考察的,还是就其自身而被把握的。在此之后:它是否存在,它是什么,它具有何种偶性属性;或者亦可这样考察:它是否存在,它是什么,它为何存在。而对于这些事项的考察,个别事物的知识与普遍事物的知识、先在的事物、以及依据差异对它们的划分,皆一同有所助益。归纳带来普遍者与定义,划分带来形式(种)、本质以及不可分者(个体),对多重意义的考察带来对本义的把握,而对疑难的穷究则增进依据它们而来的差异与论证,并在其他方面增进考察本身及其伴随属性。从这一切之中,科学认识与真理得以确立。反过来,从划分中所概括出来的东西便成为定义;因为界定(定义)既可取在划分之先,亦可取在划分之后:当它被承认或被预先提出时是在先的,而当它被论证时则是在后的。就感觉而言,普遍者亦是从个别事物中概括出来的;因为感觉是归纳的起点,而普遍者则是其终点。因此,归纳并不显示事物是什么,而是显示它是或不是;划分则呈现它是什么。界定同样类似于划分,教导实体与事物是什么,却不教导它是否存在;而论证则阐明这三者,即它是否存在、它是什么、以及它为何存在。不过,也存在某些包含原因的定义。

§8.6.18

Ἐπεὶ δὲ ἐπίστασθαι ἔστιν ὅταν ἴδωμεν τὴν αἰτίαν, αἰτίαι δὲ τέσσαρες, ἡ ὕλη, τὸ κινοῦν, τὸ εἶδος, τὸ τέλος, τετραχῶς ἔσται ὁ διορισμός. ληπτέον οὖν πρῶτον τὸ γένος, ἐν ᾧ ἐστι τῶν ἐπάνω τὰ ἐγγύτατα, μετὰ τοῦτο τὴν προσεχῆ διαφοράν. ἡ δὲ συνέχεια τῶν διαφορῶν τεμνομένη καὶ ἀποδιαιρουμένη τὸ τί ἦν εἶναι ἐκπληροῖ. οὐκ ἀνάγκη δὲ πάσας λέγειν ἑκάστου τὰς διαφοράς, ἀλλὰ τὰς εἰδοποιούσας. ἡ γεωμετρικὴ ἀνάλυσις καὶ σύνθεσις τῇ διαλεκτικῇ διαιρέσει καὶ ὁρισμῷ ἔοικεν, καὶ ἀπὸ μὲν τῆς διαιρέσεως ἐπὶ τὰ ἁπλούστερα καὶ ἀρχικώτερα ἀνατρέχομεν. τὸ γοῦν γένος τοῦ ζητουμένου πράγματος διαιροῦμεν εἰς τὰ ἐνυπάρχοντα αὐτῷ εἴδη, οἷον ἐπὶ τοῦ ἀνθρώπου τὸ ζῷον γένος ὂν εἰς τὰ ἐμφαινόμενα εἴδη διαιροῦμεν. τὸ θνητὸν καὶ ἀθάνατον, καὶ οὕτως ἀεὶ τὰ σύνθετα δοκοῦντα εἶναι γένη εἰς τὰ ἁπλούστερα εἴδη τέμνοντες ἐπὶ τὸ [μὴ] ζητούμενον καὶ μηκέτι τομὴν ἐπιδεχόμενον2 παραγινόμεθα. τὸ γὰρ ζῷον εἰς τὸ θνητὸν καὶ ἀθάνατον διελόντες, εἶτα μέντοι τὸ θνητὸν εἰς τὸ χερσαῖον καὶ ἔνυδρον, καὶ πάλιν τὸ χερσαῖον εἰς τὸ πτηνὸν καὶ πεζόν. καὶ οὕτως τὸ προσεχὲς τῷ ζητουμένῳ εἶδος, ὃ καὶ περιλαμβάνει τὸ ζητούμενον, διαιροῦντες ἀφιξόμεθα τέμνοντες ἐπὶ τὸ ἁπλούστατον εἶδος. ὅπερ ἄλλο μὲν οὐδέν, μόνον δὲ τὸ ζητούμενον περιλαμβάνει.3 πάλιν γὰρ τὸ πεζὸν εἰς λογικὸν καὶ ἄλογον διαιρούμεθα. κἄπειτα τὰ προσεχῆ τῶν ἐκ τῆς διαιρέσεως λαμβανομένων εἰδῶν τῷ ἀνθρώπῳ ἐκλεγόμενοι καὶ ἐπισυνθέντες εἰς ἕνα λόγον τὸν ὅρον τοῦ ἀνθρώπου ἀποδίδομεν, ὅς ἐστι ζῷον θνητόν, χερσαῖον, πεζόν. λογικόν.

既然当我们认识到原因时便具有科学认识,而原因有四种——质料、动因、形式与目的,那么界定也就会有四种方式。因此,首先必须取属,其中包含着更高位阶中最切近者,在此之后取切近差异。差异的接续经切割与细分,便充实了本质。并无必要陈述每一事物的全部差异,而只需陈述构成种的差异即可。几何学的分析与综合类似于辩证法的划分与定义,从划分出发,我们回溯至更单纯、更具本原性的事物。无论如何,我们把所探求事物的属划分为内在其中的诸种,例如对于人,我们将作为属的动物划分为显现于其中的诸种,即必死的与不死的,如此不断将看似复合的属切割为更单纯的种,最终达到所探求的、不再接纳进一步切割的事物。因为在把动物划分为必死与不死之后,再把必死划分为陆生与水生,又把陆生划分为有翼与步行的,如此划分与所探求者切近的、亦即包含所探求者的种,通过切割,我们将达到最单纯的种,它不包含其他任何事物,而仅包含所探求者。因为我们又把步行的划分为理性的与非理性的。接着,从划分所获得的诸种中挑选出对人而言最为切近的,将它们复合为一个定义性表述,便给出了人的定义,即“必死的、陆生的、步行的、理性的动物”。

语法注3 条
  1. 8.6.17Προτακτέον δὴ καὶ τῶν ὅρων καὶ τῶν ἀποδείξεων καὶ διαιρέσεων ποσαχῶς λέγεται τὸ ζητούμενον

    Προτακτέον 为无人称动词性形容词,暗含未明言的行为者与格。属格 τῶν ὅρων... 由前缀 πρό- 所引申出的先行/比较属格所决定(意为“在……之先”)。间接疑问从句 ποσαχῶς λέγεται τὸ ζητούμενον 充当该动词性形容词的实质宾语。

  2. 8.6.18ἐπὶ τὸ [μὴ] ζητούμενον καὶ μηκέτι τομὴν ἐπιδεχόμενον

    写本中保留的 μὴ 常被校勘者加上角括弧删除。若删去 μὴ 而读作 τὸ ζητούμενον,则意为“所探求的对象,即不再接纳进一步切割者”,与后面的 καὶ μηκέτι τομὴν ἐπιδεχόμενον 形成自然的并列与同位关系。若保留 μὴ 则文意迂回难通(“非所探求者”),故从校勘删改读法,直接指代最终探求的不可分的最下层种。

  3. 8.6.18ὅπερ ἄλλο μὲν οὐδέν, μόνον δὲ τὸ ζητούμενον περιλαμβάνει

    在 μέν...δέ 的对比结构中,后半句的动词 περιλαμβάνει 通过省略结构(zeugma)同时支配前半句的 ἄλλο μὲν οὐδέν,即“(不包含)其他任何事物,而只包含所探求者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.6.17-8.6.18