← 亚历山太的革利免

杂记

§8.5.15-8.5.16

皮浪派悬搁判断的破斥与诸概念界定

在探讨动物是否具有多个本原后,本段指出了皮浪派悬搁判断所陷入的自相矛盾与自我消解,并界定了学派、教说与把握的定义,归纳了悬搁判断的各种原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.5.15

ἡ δὲ αὐτὴ ἐπιχείρησις τῆς ἀποδείξεως κἀπὶ τοῦ τρίτου προβλήματος. φασὶν οὖν τινες μὴ ἐγχωρεῖν πλείους ἀρχὰς ἑνὸς εἶναι ζῴου. ὁμογενεῖς μὲν οὖν ἀρχὰς οὐκ ἐγχωρεῖ πλείους ὑπάρχειν ἑνὸς ζῴου, διαφερούσας δὲ τοῖς γένεσιν οὐδὲν ἄτοπον.1 Πρὸς τοὺς Πυρρωνείους. Εἰ φησιν ἡ ἐποχὴ βέβαιον εἶναι μηδέν, δῆλον ὅτι ἀφ᾿ ἑαυτῆς ἀρξαμένη πρῶτον ἀκυρώσει ἑαυτήν. ἢ τοίνυν δίδωσιν ἀληθές τι εἶναι καὶ οὐ περὶ πάντων ἐφεκτέον, ἢ ἐνίσταται μηδὲν εἶναι ἀληθὲς λέγουσα, καὶ δῆλον ὅτι οὐδ᾿ αὐτὴ πρότερον ἀληθεύσει. ἤτοι γὰρ αὐτὴ ἀληθεύει ἢ οὐκ ἀληθεύει. ἀλλ᾿ εἰ μὲν ἀληθεύει, δίδωσιν ἄκουσά τι εἶναι ἀληθές, εἰ δὲ μὴ ἀληθεύει, ἀληθῆ ἀπολείπει ἅπερ ἀνελεῖν ἐβούλετο. ἐν ᾧ γὰρ ψευδὴς δείκνυται ἡ ἀναιροῦσα ἐποχή. ἐν τούτῳ τὰ ἀναιρούμενα ἀληθῆ δείκνυται, ὡς ὁ ὄνειρος ὁ λέγων ψευδεῖς εἶναι πάντας τοὺς ὀνείρους. ἑαυτῆς γὰρ ἀναιρετικὴ οὖσα τῶν ἄλλων γίνεται κυρωτική. καὶ ὅλως εἰ ἔστιν ἀληθής, ἀφ᾿ ἑαυτῆς ποιήσεται τὴν ἀρχήν,2 οὐκ ἄλλου τινὸς οὖσα ἐποχή, ἀλλ᾿ ἑαυτῆς πρῶτον. Ἔπειτα εἰ καταλαμβάνει τις ὅτι ἄνθρωπός ἐστιν ἢ ὅτι ἐπέχει. δῆλός ἐστι μὴ ἐπέχων.3 πῶς δ᾿ ἂν καὶ τὴν ἀρχὴν εἰς τὴν ἀμφισβήτησιν ἀφίκετο περὶ πάντων ἐπέχων; πῶς δ᾿ ἂν καὶ ἀπεκρίνετο πρὸς τὸ ἐρωτηθέν; περὶ γὰρ αὐτοῦ τούτου δῆλός ἐστιν οὐκ ἐπέχων. ναὶ μὴν καὶ ἀποφαίνεται ὅτι ἐπέχει, δι᾿ ὃ καὶ εἰ δεῖ πειθόμενον αὐτοῖς περὶ πάντων ἐπέχειν. περὶ αὐτῆς πρότερον τῆς ἐποχῆς ἐφέξομεν. εἴτε πειστέον αὐτῇ εἴτε καὶ μή.

论证的同样方法也适用于第三个论题。于是有人主张,同一动物不可能具有多个本原。诚然,同类的本原在同一动物中不可能有多个,但若在种类上有所不同,则并无任何不合理之处。 反驳皮浪派。 如果悬搁判断主张没有任何事物是确定的,那么显而易见,它从自身出发将首先推翻自身。因此,要么它承认存在某种真实之物,且不应就一切事物悬搁判断;要么它提出抗辩,主张没有任何事物是真实的,而显而易见,它自身也绝不能首要地讲出真理。因为它自身要么是在讲真理,要么没有讲真理。如果它讲的是真理,它便被迫承认了存在某种真实之物;但如果它没有讲真理,它就将自己意图消解的那些事物留存为真实。因为在消解一切的悬搁判断被证明为虚假的同一方面,被消解的事物便被证明为真实,这犹如声称所有梦境皆为虚假的那个梦一样。因为它既然消解了自身,就变成了对其他事物的确证。总而言之,如果它是真实的,它将从自身确立出发点,它首先不是对其他某种事物的悬搁,而是对自身的悬搁。 其次,如果有人认识到自己是人,或者认识到自己在悬搁判断,那么显而易见他并没有在悬搁判断。如果一个人对一切事物都悬搁判断,他又如何能根本参与论争呢?他又如何能回答被问及的问题呢?因为关于这件事情本身,显而易见他并没有在悬搁判断。甚至于,他公开宣称自己在悬搁判断;正因如此,即使依从他们必须对一切事物悬搁判断,我们也应当首先对此悬搁判断本身悬搁判断,看究竟是否应当听从它。

§8.5.16

Ἔτι εἰ τοῦτο αὐτό ἐστι τὸ ἀληθὲς τὸ μὴ εἰδέναι τὸ ἀληθές, οὐδὲ τὴν ἀρχὴν ἀληθές τι παρ᾿ ἐκείνου δίδοται. εἰ δὲ καὶ τοῦτο ἀμφισβητήσιμον ἐρεῖ τὸ ἀγνοεῖν τἀληθές, ἐν αὐτῷ τούτῳ δίδωσιν εἶναι τὸ ἀληθὲς γνώριμον, ἐν ᾧ τὴν περὶ αὐτοῦ ἐποχὴν φαίνεται μὴ βεβαιῶν. Αἵρεσίς ἐστι πρόσκλισις δογμάτων ἤ, ὥς τινες, πρόσκλισις δόγμασι4 πολλοῖς ἀκολουθίαν πρὸς ἄλληλα καὶ τὰ φαινόμενα περιέχουσι πρὸς τὸ εὖ ζῆν συντείνουσα. καὶ τὸ μὲν δόγμα ἐστὶ κατάληψίς τις λογική. κατάληψις δὲ ἕξις καὶ συγκατάθεσις τῆς διανοίας. Οὐ μόνον οἱ ἐφεκτικοί. ἀλλὰ καὶ πᾶς δογματικὸς ἔν τισιν ἐπέχειν εἴωθεν ἤτοι παρὰ γνώμης ἀσθένειαν ἢ παρὰ πραγμάτων ἀσάφειαν ἢ παρὰ τὴν τῶν λόγων ἰσοσθένειαν. Αἱ τῶν ζητήσεων ἔφοδοι καὶ ἀρχαὶ περὶ ταῦτα καὶ ἐν τούτοις εἰσίν.

再者,如果不知真理这一状态本身就是真理,那么他从根本上就没有承认任何真实之物。但如果他说连“不知真理”这一状态本身也是存疑的,那么他恰恰在这件事上承认了真理是可知的,因为正是在此他表明自己并未确证关于它的悬搁判断。 学派是对学说的倾向,或者如某些人所说,是对众多彼此相符且与现象相符的学说的倾向,致力于过上美好生活。而学说是某种理性的把握,把握则是理智的心境与同意。 不仅是悬搁判断派,即便是每一位学说派学者,也往往会因判断力的软弱、事物的晦暗、抑或论证的均等力,而在某些事情上悬搁判断。 探究的途径与起点便关涉这些,且存在于这些之中。

语法注4 条
  1. 8.5.15ὁμογενεῖς μὲν οὖν ἀρχὰς οὐκ ἐγχωρεῖ πλείους ὑπάρχειν ἑνὸς ζῴου, διαφερούσας δὲ τοῖς γένεσιν οὐδὲν ἄτοπον

    对照式并列结构。前半句非人称动词 ἐγχωρεῖ 接不定式 ὑπάρχειν,其宾格主语为 ὁμογενεῖς ἀρχάς(同类的本原);后半句主系动词 ἐστί 被省略,形容词短语 οὐδὲν ἄτοπον 作表语,承前省略了不定式 ὑπάρχειν,其宾格主语为 διαφερούσας [ἀρχάς](不同类的本原)。

  2. 8.5.15τὴν ἀρχήν

    宾格作副词(adverbial accusative)。在疑问句或否定语境中作惯用表达,意为“根本”、“起初”或“究竟”。

  3. 8.5.15δῆλός ἐστι μὴ ἐπέχων

    表显明的形容词人称句式(personal construction)。本句未采用非人称形式 δῆλόν ἐστιν αὐτὸν μὴ ἐπέχειν(“显而易见他未在悬搁判断”),而是按照希腊语惯用法,使形容词 δῆλος 和分词 μὴ ἐπέχων 均作主格阳性单数,直接与主语一致。

  4. 8.5.16πρόσκλισις δογμάτων ἤ, ὥς τινες, πρόσκλισις δόγμασι

    名词 πρόσκλισις(倾向)所支配格的变换。前者接宾格性属格 δογμάτων,后者接与格 δόγμασι(由复合名词中的前缀 πρός- 直接支配与格),并列展示了定义中的两种语法形式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.5.15-8.5.16