← 亚历山太的革利免

杂记

§8.4.13-8.4.14

动物的定义与论证原理及探究类型

作者通过将“动物”的定义区分为潜能与现实(活动中与休眠中),澄清了胚胎是否为动物的探究核心,随后阐述了论证的定义、基于自明第一原理的推导层级,以及三类探究课题中的前两种区分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.4.13

Οὐ μὴν οὐδὲ τὸ σημαινόμενον ἐκ τοῦ ›κυούμενον‹ ὀνόματός ἐστι ζῷον, ἀλλ᾿ ἐκεῖνο μὲν ἀσώματόν τέ ἐστι καὶ λεκτὸν καὶ πρᾶγμα καὶ νόημα καὶ πάντα μᾶλλον ἢ ζῷον. ἄλλη δέ τις ἂν εἴη τοῦ ζῴου φύσις· ἐναργῶς γὰρ ἐδείκνυτο τοῦ πράγματος αὐτοῦ τοῦ ζητουμένου. λέγω δὲ τοῦ ἐμβρύου τῆς φύσεως ὁποία τίς ἐστιν, ἕτερον ὑπάρχον πρόβλημα τὸ περὶ τῶν σημαινομένων ἐκ τοῦ ›ζῷον‹ ὀνόματος.1 λέγω τοίνυν, εἰ τοῦτο λέγεις ζῷον τὸ δυνάμενον αἰσθέσθαι τε καὶ κινηθῆναι καθ᾿ ὁρμήν, ζῷόν ἐστιν οὐχ ἁπλῶς τὸ κινούμενον καθ᾿ ὁρμὴν καὶ αἰσθανόμενον· δύναται γὰρ καὶ κοιμᾶσθαι ἢ μὴ παρόντων τῶν αἰσθητῶν μὴ αἰσθάνεσθαι, τὸ δὲ δυνάμενον ἤτοι ὁρμᾶν ἢ καὶ αἰσθάνεσθαι πεφυκὸς ζῴου γνώρισμα. τοιοῦτον γάρ τι σημαίνεται ἐκ τούτων. πρῶτον μέν, εἰ τὸ κυούμενον ἤδη αἰσθάνεσθαι ἢ καθ᾿ ὁρμὴν κινεῖσθαι δύναται. ὅπερ πρόκειται σκοπεῖσθαι. ἕτερον δέ, εἰ τὸ κυούμενον αἰσθέσθαι ποτὲ ἢ κινηθῆναι δυνήσεται καθ᾿ ὁρμήν. καθ᾿ ὃ σημαινόμενον οὐδεὶς ζητεῖ ἐναργὲς ὄν. ἐζήτητο δὲ πότερον ζῷόν ἐστιν ἤδη τὸ ἔμβρυον ἢ φυτὸν ἔτι. κἄπειτα μετελήφθη τοῦ ζῴου τοὔνομα εἰς λόγον. ἵν᾿ ᾖ σαφές. αἰσθήσει σὴ καὶ κινήσει τῇ καθ᾿ ὁρμὴν εὑρόντες αὐτὸ διαφέρον τοῦ μὴ ζῴου. πάλιν τοῦτο διωρισάμεθα τῶν παρακειμένων αὐτῷ πραγμάτων ἕτερον μὲν εἶναι φάμενοι τὸ δυνάμει τοιοῦτον. ὃ μήπω μέν ἐστιν αἰσθανόμενόν τε καὶ κινούμενον. ἔσται δέ ποτε τοιοῦτον, ἕτερον δὲ τὸ κατ᾿ ἐνέργειαν ὑπάρχον ἤδη τοιοῦτον. τούτου δὲ τὸ μὲν ἤδη ἐνεργοῦν. τὸ δὲ ἐνεργεῖν μὲν δυνάμενον. ἡσυχάζον δὲ ἢ κοιμώμενον. τοῦτο δέ ἐστι τὸ ζητούμενον. οὐ γὰρ ἐκ τοῦ τρέφεσθαι τὸ ἔμβρυον ζῷον εἶναι λεκτέον, ὃ τῆς οὐσίας ἐστὶν ἀποχωρούντων τοῦ ζητουμένου, τοῖς δ᾿ ἄλλως συμβεβηκόσιν προσεχόντων τὸν νοῦν.2

再者,由“受孕之物”这一名称所意指的对象绝非动物,相反,它是一种无形之物、一种可言说之物(lekton)、一种事态、一种概念,且是除动物之外的任何事物。动物的本性应当是某种完全不同的东西;因为已经清楚地表明,关于由“动物”这一名称所意指的概念的问题,是独立于被探究的事物本身——我是指胎儿的本性究竟为何——而存在的另一个课题。因此我说,如果你将能够感知以及能够依冲动而运动之物称作“动物”,那么动物并不单单是指正在依冲动运动并正在感知之物;因为动物也可能在睡眠,或者在感觉对象不在场时不进行感知,然而能够自然地生起冲动或进行感知,才真正是动物的特征标志。因为从这些表述中意指出了如下内容:其一,受孕之物是否已然能够感知或依冲动而运动——这正是摆在我们面前有待审察的问题;其二,受孕之物将来是否能够感知或依冲动而运动。对于后一种含义,由于其显而易见,没有人会去探究。人们以往探求的是,胎儿是已经成为动物,还是仍旧属于植物。随后,“动物”这一名称被转换为其定义,以便变得清晰。我们既然发现它凭借感知以及依冲动的运动而区别于非动物,便再次对与此相关的事物作出界定,指出一种是在潜能上如此之物——即尚未在感知与运动,但将来某时会是如此——而另一种则是已经在现实中如此之物;对于后者而言,一种是已经在进行活动,另一种则是能够活动但处于静止或睡眠之中。而这才是我们探究的对象。因为绝不能根据胎儿受滋养就说它是动物,这种论调属于那些脱离被探求事物之本质而将注意力转向非本质偶性的人。

§8.4.14

Κοινὴ δ᾿ ἐπὶ πᾶσι τοῖς εὑρίσκεσθαι λεγομένοις τέτακται ἡ ἀπόδειξις, ἥτις ἐστὶ λόγος ἐξ ἑτέρων ἕτερόν τι πιστούμενος. ἐξ ὧν δὲ χρὴ πιστοῦσθαι τὸ ζητούμενον, ὁμολογεῖσθαί τε καὶ γινώσκεσθαι δεῖ τῷ μανθάνοντι. ἀρχὴ δὲ τούτων ἁπάντων ἐστὶ τὸ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργές. ἡ μὲν οὖν πρώτη ἀπόδειξις ἐκ τούτων [ἁπάντων] σύγκειται, ἡ δ᾿ ἐκ τῶν ἤδη φθασάντων ἀποδεδεῖχθαι διὰ τῆσδε πάλιν ἕτερόν τι περαίνουσα πιστὴ μὲν οὐδὲν ἧττόν ἐστι τῆς προτέρας, οὐ μὴν καὶ πρώτη ὀνομάζεσθαι δύναται, διότι μηδ᾿ ἐκ πρώτων περαίνεται προτάσεων. τὸ μὲν οὖν πρῶτον εἶδος τῆς τῶν ζητουμένων διαφορᾶς τριῶν ὄντων ἐδείχθη, λέγω δὲ τὸ (τῆς οὐσίας γινωσκομένης) ἀγνοεῖσθαί τι τῶν ἔργων ἢ παθῶν αὐτῆς,3 δευτέρα δ᾿ ἦν διαφορὰ προβλημάτων ἐφ᾿ οὗ τὰ μὲν ἔργα καὶ πάθη γινώσκομεν ἅπαντες, ἀγνοοῦμεν δὲ τὴν οὐσίαν, οἷον ἐν τίνι τοῦ σώματος μορίῳ τὸ ἡγεμονικόν ἐστι τῆς ψυχῆς.

另一方面,“论证”被普遍确立适用于一切被称为可被发现的事物,它是通过其他前提使另一事物得以确信的论述。而探求之物借以得到确立的那些前提,必须是为学习者所承认和知晓的。所有这些前提的起点,就是对感觉和理智而言显明自知之物。因此,第一种论证是由所有这些自明之物构成的;但如果一种论证是通过这一第一论证而已被证明的事项再次推导出另一结论,它虽然绝不比前一种论证逊色可靠,却不能被称为第一论证,因为它并非由最初的前提所推导出。在被探求事项的三种区分中,第一种类型已经阐明——我是指(在本质已知的情况下)对其某种功能或被动状态未知的情形;而论题的第二种区分则是指,我们所有人虽然知晓其功能和被动状态,却不知其本质,例如灵魂的统御部分存在于身体的哪个器官之中这一问题。

语法注3 条
  1. 8.4.13ἐναργῶς γὰρ ἐδείκνυτο τοῦ πράγματος αὐτοῦ τοῦ ζητουμένου. λέγω δὲ τοῦ ἐμβρύου τῆς φύσεως ὁποία τίς ἐστιν, ἕτερον ὑπάρχον πρόβλημα τὸ περὶ τῶν σημαινομένων ἐκ τοῦ ›ζῷον‹ ὀνόματος.

    谓语 ἕτερον ὑπάρχον πρόβλημα(作为相异的课题而存在)以前置的属格 τοῦ πράγματος αὐτοῦ τοῦ ζητουμένου(表分离/比较的属格)为其补足语。该句的主语是后置的带冠词介词短语 τὸ περὶ τῶν σημαινομένων ἐκ τοῦ ›ζῷον‹ ὀνόματος。中间插入的 λέγω δὲ... 是对前述属格短语 τοῦ πράγματος αὐτοῦ 的进一步同位解释。

  2. 8.4.13ὃ τῆς οὐσίας ἐστὶν ἀποχωρούντων τοῦ ζητουμένου, τοῖς δ᾿ ἄλλως συμβεβηκόσιν προσεχόντων τὸν νοῦν.

    关系代词 ὅ 概括前面的命题内容(“根据受滋养就判定胚胎是动物”),与系词 ἐστί 连用的属格分词 ἀποχωρούντων... προσεχόντων 则充当特征/领属性的表语属格(predicate genitive of characteristic),表示“属于那些背离本质……而关注偶性之人”的行径与特征。

  3. 8.4.14τὸ μὲν οὖν πρῶτον εἶδος τῆς τῶν ζητουμένων διαφορᾶς τριῶν ὄντων ἐδείχθη, λέγω δὲ τὸ (τῆς οὐσίας γινωσκομένης) ἀγνοεῖσθαί τι τῶν ἔργων ἢ παθῶν αὐτῆς

    τριῶν ὄντων 为独立属格,表明背景限定(“在探求事项的区分共有三种的情况下”)。由 λέγω δὲ... 引出的带冠词不定式短语 τὸ ἀγνοεῖσθαι 与主语 τὸ πρῶτον εἶδος 构成同位语,用以具体说明其内容;短语内部嵌入了独立属格 τῆς οὐσίας γινωσκομένης(“在本质已知的情况下”)作为限定条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.4.13-8.4.14