← 亚历山太的革利免

杂记

§8.4.9-8.4.10

基于既知知识的探求与经由定义的歧义澄清

作者论述了探求如何以预先存在的知识(实体、活动或受动)为出发点,并通过界定术语含义来澄明课题歧义的方法,以各学派(柏拉图、亚里士多德与斯多亚派)关于胎儿和植物是否为“动物”的争论为例进行了说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.4.9

Πᾶσα γὰρ ζήτησις ἐκ προϋπαρχούσης εὑρίσκεται γνώσεως· εἶναι δὲ δυνατὸν τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς1 ἀγνοουμένων [δὲ] τῶν ἔργων αὐτῆς. οἷον λίθων, φυτῶν, ζῴων, ὧν τὰς ἐνεργείας ἀγνοοῦμεν, ἢ παθῶν ἢ δυνάμεων ἢ ἁπλῶς εἰπεῖν [ἓν] τῶν ὑπαρχόντων τοῖς οὖσιν· ἐνίοτε δὲ γιγνώσκεσθαι μέν τι τούτων τῶν δυνάμεων ἢ παθῶν ἤ τινα τούτων, ὡς τῆς ψυχῆς τὰς ἐπιθυμίας καὶ τὰ πάθη, ἀγνοεῖσθαι δὲ καὶ ζητεῖσθαι τὴν οὐσίαν· ἐν πολλοῖς δέ, τῆς νοήσεως αὐτῆς τῆς ἡμετέρας ὑποτιθεμένης ἑαυτῇ ταῦτα πάντα, τὴν ζήτησιν εἶναι. τίνι τῶν οὐσιῶν ἂν οὕτω μὲν ὑπάρχῃ· ἀμφοτέρων γάρ, τῆς τε οὐσίας τῆς τε ἐνεργείας, τὰς ἐπινοίας ἐν τῇ διανοίᾳ λαβόντες οὕτως ἐπὶ τὴν ζήτησιν ἐρχόμεθα. ἔστιν δὲ ὧν καὶ τὰς ἐνεργείας εἰδότες ἅμα ταῖς οὐσίαις ἀγνοοῦμεν τὰ παθήματα. Ἔστιν οὖν ἡ μέθοδος τῆς εὑρέσεως τοιαύτη· ἀρκτέον γὰρ ἐξ αὐτοῦ τοῦ γνωρίζειν τὰ προβλήματα. πολλάκις γοῦν ἐξαπατᾷ τὸ τῆς λέξεως σχῆμα καὶ συγχεῖ καὶ ταράττει τὴν διάνοιαν, ὥστε μὴ ῥᾳδίως εὑρίσκειν ἐκ ποίας ἐστὶ διαφορᾶς, οἷον εἰ [μὴ] ζῷον τὸ κυούμενον· ἔχοντες γὰρ καὶ ζῴου τι νόημα καὶ κυουμένου ζητοῦμεν εἰ τῷ κυουμένῳ ζῴῳ εἶναι ὑπάρχει,2 τοῦτο δ᾿ ἐστίν, εἰ τῇ κυουμένῃ οὐσίᾳ τό τε κινεῖσθαι δύνασθαι καὶ ἔτι τὸ αἰσθάνεσθαι ὑπάρχει. ὥστε ἐνεργειῶν ἐστι καὶ παθῶν ἡ ζήτησις ἐπὶ προγινωσκομένης οὐσίας.

因为一切探求都是从预先存在的知识中被发现的;并且可能的是,关于每一个被探求对象的预先存在的知识,有时仅仅关涉其实体,而其功用却不为人所知(例如石头、植物或动物,我们并不知晓其活动,抑或其受动、潜能,或简而言之属于存在者的属性之一);有时,这些潜能或受动中的某种,或其中的某些被知晓(例如灵魂的诸欲望与受动),而其实体却不为人所知且被探求;而在许多情况下,当我们自己的知性本身将所有这些预设于自身中时,探求便在于:这究竟以这种方式属于诸实体中的哪一个。因为在思想中把握了这两者——实体与活动——的概念之后,我们才以这种方式进入探求。还有一些事物,我们固然同时知晓其实体与活动,却不知晓其受动变态。 因此,发现的方法乃是如此:人们必须从认清诸课题本身开始。无论如何,文句的形式常常造成欺瞒,扰乱并困惑思想,以致人们不能轻易发现它源自何种差别,例如受孕之胎儿是否为动物的问题。因为我们既拥有动物的概念,又拥有胎儿的概念,进而探求作为动物的存在是否属于胎儿,也就是说,运动的能力以及感知的能力是否属于受孕的实体。由此可见,探求乃是在预先被认知的实体之上关乎诸活动与诸受动的探求。

§8.4.10

εὐθέως οὖν τὸν προβάλλοντα ἀντερωτητέον τί ποτε καλεῖ ζῷον· μάλιστα γὰρ τοῦτο ποιητέον, ἐπειδὰν εἰς διαφόρους χρήσεις ἠγμένον ἴδωμεν τοὔνομα· καὶ διερευνητέον εἴτε ἀμφισβητούμενόν ἐστι τὸ σημαινόμενον ἐκ τῆς προσηγορίας εἴθ᾿ ὁμολογούμενον ἅπασιν. εἰ γὰρ ζῷον εἴποι καλεῖν ὅτιπερ ἂν αὐξάνῃ καὶ τρέφηται, πάλιν αὖ προσανερωτήσομεν εἰ καὶ τὰ φυτὰ νομίζει ζῷα, κἄπειτα φάντος μὲν οὕτως ἐπιδεικνύειν ἤδη χρὴ [τι] τὸ κυούμενον αὐξανόμενόν τε καὶ τρεφόμενον. Πλάτων γὰρ καὶ τὰ φυτὰ ζῷα καλεῖ »τοῦ τρίτου τῆς ψυχῆς εἴδους«. τοῦ ἐπιθυμητικοῦ, μόνου μετέχοντα, Ἀριστοτέλης δὲ τῆς φυτικῆς τε καὶ θρεπτικῆς ψυχῆς μετέχειν οἴεται τὰ φυτά. ζῷα δ᾿ ἤδη προσαγορεύειν οὐκ ἀξιοῖ· τὸ γὰρ δὴ τῆς ἑτέρας ψυχῆς τῆς αἰσθητικῆς μετέχον τοῦτο μόνον ἀξιοῖ καλεῖσθαι ζῷον. οὐ μὴν οἵ γε Στωϊκοὶ τὴν φυτικὴν δύναμιν ἤδη ψυχὴν ὀνομάζουσιν. ἀποφήσαντος δὲ τοῦ προβαλόντος εἶναι ζῷα καὶ τὰ φυτά, δείξομεν ἑαυτῷ μαχόμενα λέγειν. τῷ γὰρ τρέφεσθαί τε καὶ αὐξάνεσθαι τὸ ζῷον ὁρισάμενος.3 ἀλλὰ καὶ τὸ φυτὸν οὐκ εἶναι ζῷον ἀποφηνάμενος, οὐδὲν ἄλλο ἔοικεν λέγειν ἢ ὅτι τὸ τρεφόμενόν τε καὶ αὐξανόμενον καὶ ζῷόν ἐστι καὶ οὐ ζῷον. τί οὖν βούλεται μαθεῖν, εἰπάτω, ἆρά γε εἰ αὔξεται καὶ τρέφεται τὸ κατὰ γαστρὸς ἢ εἰ αἰσθήσεώς τινος ἢ καὶ τῆς καθ᾿ ὁρμὴν κινήσεως αὐτῷ μέτεστιν. κατὰ μὲν γὰρ Πλάτωνα τὸ φυτὸν ἔμψυχόν τε καὶ ζῷον, κατὰ δὲ Ἀριστοτέλη ζῷον μὲν οὔπω, λείπει γὰρ αὐτῷ τὸ αἰσθητικόν, ἔμψυχον δὲ ἤδη· ἔστι γοῦν αὐτῷ τὸ ζῷον οὐσία ἔμψυχος αἰσθητική· κατὰ δὲ τοὺς Στωϊκοὺς οὔτε ἔμψυχον οὔτε ζῷόν ἐστι τὸ φυτόν· ἔμψυχος γὰρ οὐσία τὸ ζῷον.

因此,必须立即反问提出课题者,他究竟将什么称作动物;因为当我们看到这一名称被引入多种不同用法时,尤当如此行事;并且必须彻底审察从这一称谓中所表明的含义究竟是存在争议的,还是所有人公认的。因为如果他说,凡是生长且受滋养者他就称作动物,我们就会再次反问他,他是否也认为植物是动物;接着,若他予以肯定回答,人们便应当随即证明胎儿既生长又受滋养。因为柏拉图将植物也称作动物,视其仅分有“灵魂的第三种形式”,即欲望的部分;而亚里士多德虽认为植物分有植物性的即营养性的灵魂,却不认为可以直接称其为动物;因为他认为唯有分有另一灵魂即感知性灵魂者,才配称为动物。斯多亚学派甚至根本不把植物性能力称作灵魂。但是,如果提出课题者否认植物也是动物,我们就会指出他所言自相矛盾。因为他既然用受滋养和生长来定义动物,却又声称植物不是动物,他似乎无非就是在说:受滋养且生长者既是动物又不是动物。那么就让他说清楚,他究竟想知晓什么:是在子宫中的胎儿是否生长并受滋养,还是它是否具有某种感知或依冲动而起的运动。因为按照柏拉图,植物既有灵魂也是动物;按照亚里士多德,植物尚不是动物(因为它缺乏感知能力),但已具有灵魂(对他而言,动物乃是感知性的有灵魂实体);而按照斯多亚学派,植物既无灵魂也不是动物;因为动物才是有灵魂的实体。

语法注3 条
  1. 8.4.9εἶναι δὲ δυνατὸν τὴν γνῶσιν τὴν προϋπάρξασαν τοῦ ζητουμένου παντὸς ποτὲ μὲν τῆς οὐσίας ψιλῶς

    εἶναι δὲ δυνατόν 充当非人称构文,引导以 τὴν γνῶσιν τὴν προϋπάρξασαν 为主语对格、以属格 τῆς οὐσίας 为补足语(“关于实体的”)的宾格不定式从句。其后接续的 ποτὲ μὲν ... ἐνίοτε δὲ ... ἐν πολλοῖς δὲ ... 并列结构,分别展开了预先之知与探求对象之间三种不同的组合形式(仅知实体而不知活动、仅知能力受动而不知实体、知性自设前提探究从属关系)。

  2. 8.4.9τῷ κυουμένῳ ζῴῳ εἶναι ὑπάρχει

    不定式 εἶναι 作动词 ὑπάρχει 的语法主语,而表语名词 ζῴῳ 则受与格 τῷ κυουμένῳ(“对于受孕之物”)的同化与牵引,同样呈现与格。整个短语意为“作为动物的存在是否属于胎儿”。紧随其后的 τοῦτο δ᾿ ἐστίν(“这就是说……”)将此改述为运动与感知的潜能是否属于受孕实体,印证了此处的结构解析。

  3. 8.4.10τῷ γὰρ τρέφεσθαί τε καὶ αὐξάνεσθαι τὸ ζῷον ὁρισάμενος

    τῷ τρέφεσθαί τε καὶ αὐξάνεσθαι 是带中性单数与格定冠词的定冠词不定式短语,作为手段或标准的与格修饰分词 ὁρισάμενος。宾格 τὸ ζῷον 则是 ὁρισάμενος 的直接宾语,意为“用受滋养和生长来定义动物之后”。该分词短语与后文的 ἀποφηνάμενος 并举,构成指出论敌自相矛盾的逻辑前提。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.4.9-8.4.10