← 亚历山太的革利免

杂记

§8.4.11-8.4.12

通过词义界定消除歧义与辩论程序

作者阐明了面对论敌同意澄清词义或拒绝配合时的辩证程序,并以“狗”的歧义为例,指出若不对多义词进行界定就无法进入对事实本身的实质性探求。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.4.11

εἰ τοίνυν ἔμψυχον τὸ ζῷον, ἡ ψυχὴ δὲ φύσις αἰσθητική. δῆλον ὡς αἰσθητικὸν ἤδη τὸ ἔμψυχον. Εἰ μὲν οὖν ἀντερωτηθεὶς ὁ ζητήσας, εἰ ζῷον τὸ κατὰ γαστρός, εἴποι καλεῖν ζῷον [ἐπὶ] τὸ τρεφόμενον καὶ αὖξον, ἔχει τὴν ἀπόκρισιν· εἰ δὲ φάσκοι τοῦτ᾿ εἶναι ὃ ζητεῖ, πότερον αἰσθητικὸν ἤδη τὸ κυούμενον ἢ καὶ καθ᾿ ὁρμήν τινά ἐστι κινητικὸν ἑαυτοῦ, ἤδη σαφὴς γίνεται ἡ διερεύνησις τοῦ πράγματος. οὐ μενούσης ἔτι τῆς περὶ τοὔνομα ἀπάτης· μὴ ἀποκρινόμενος δὲ πρὸς τὸ ἀντερωτηθὲν μηδὲ βουλόμενος τί ποτέ ἐστιν εἰπεῖν ὃ νοῶν ἢ κατὰ τίνος ἐπιφέρων πράγματος τὸ ζῷον ὄνομα τὴν πρότασιν ἐποιήσατο, κελεύων δ᾿ ἡμᾶς αὐτοὺς διελέσθαι, ἐριστικὸς ὑπάρχων ἂν γνωρισθείη. εἰ δὲ δυοῖν τρόποιν ὑπαρχόντοιν, ἑτέρου μὲν τοῦ κατ᾿ ἐρώτησίν τε καὶ ἀπόκρισιν, ἑτέρου δὲ τοῦ κατὰ διέξοδον, ἤρνηται τὸ ἕτερον, ἐπακουσάτω πάντα τὰ εἰς τὸ πρόβλημα διεξιόντων ἡμῶν·1 εἶτ᾿ ἐπειδὰν τελεώσωμεν, ἐξέσται αὐτῷ τότε περὶ ἑνὸς ἑκάστου ἐν μέρει διαλαμβάνειν.

因此,如果动物是有灵魂的,而灵魂是感知性的本性,显然有灵魂者便已然是具有感知性的了。 因此,如果那位探求子宫中之物是否为动物的人在受到反问时说,凡是受滋养且生长的他就称作“动物”,那么他已经得到了回答。但如果他声称这正是他所探求的——即受孕之物是否已具有感知性,或者是否也能依某种冲动而自我运动——那么对事实本身的审察随即变得清晰,关于名称的欺瞒便不复存在。然而,如果他既不对受反问的问题作答,也不愿说明他在提出命题时心中究竟是何所思,或者把“动物”这一名称加于何种事物之上,反而命令我们自己去作区分,他就当被视为一个好辩之徒。在有两种方法存在的前提下——一种是通过问答,另一种是通过系统论述——如果他拒绝了前者,就让他听我们详尽论述与该问题相关的一切方面;然后,当我们结束论述之时,他届时便可以对每一个点逐一予以审察。

§8.4.12

εἰ δὲ διακόπτειν ἐπιχειροίη τὴν ἐξέτασιν πυνθανόμενος, δῆλός ἐστιν οὐδὲ ἀκούειν βουλόμενος. Ἀλλ᾿ εἰ μὲν ἀποκρίνεσθαι ἕλοιτο, πάντων πρῶτον ἐρωτητέον αὐτὸν ἐφ᾿ ὅ τι φέρει πρᾶγμα τὸ ζῷον ὄνομα, κἀπειδὰν τοῦτο ἀποκρίνηται, πάλιν ἐρωτητέον ὅ τι ποτὲ αὐτῷ σημαίνει τὸ κυούμενον ἢ τὸ κατὰ γαστρός, εἰ τὰ μὴ διαπεπλασμένα ἤδη [καὶ τὰ ζῷα] καὶ τὸ σπέρμα αὐτὸ <τὸ> καταβεβλημένον τὸ κατὰ γαστρὸς αὐτῷ σημαίνειν βούλεται ἢ μόνα τὰ διηρθρωμένα τε καὶ ἤδη διαπεπλασμένα, τὰ ἔμβρυα καλούμενα. ἀποκριναμένου δὲ καὶ πρὸς τοῦτο περαίνειν ἤδη τὸ προκείμενον ἐφεξῆς καὶ διδάσκειν χρή. Εἰ δὲ ἡμᾶς λέγειν βούλοιτο αὐτὸς μὴ ἀποκρινάμενος, ἀκουσάτω· ἐπεὶ σὺ μὴ βούλει λέγειν καθ᾿ ὅτου σημαινομένου λέγεις ὃ προὔβαλες (οὕτω γὰρ ἂν οὐ περὶ σημαινομένων ἐγὼ ἐποιούμην τὸν λόγον, ἀλλ᾿ ὑπὲρ αὐτῶν ἤδη τῶν πραγμάτων ἐσκοπούμην), γίνωσκε τοιοῦτόν τι ποιήσας οἷον εἰ καὶ προὔβαλες εἰ ζῷον ὁ κύων. εἰκότως γὰρ ἂν εἴποιμι· ποίου κυνός; ἐγὼ γὰρ καὶ περὶ τοῦ χερσαίου καὶ τοῦ θαλαττίου καὶ τοῦ κατ᾿ οὐρανὸν ἄστρου, ἀλλὰ καὶ Διογένους καὶ τῶν ἄλλων ἐφεξῆς δίειμι κυνῶν. οὐ γὰρ ἂν μαντευσαίμην πότερον ὑπὲρ πάντων ἐρωτᾷς ἢ τινός. ὅπερ οὖν ἐξ ὑστέρου ποιήσεις, τοῦτ᾿ ἤδη μαθεῖν περὶ ποίου ζητεῖς, σαφῶς εἰπέ.2 εἰ δὲ περὶ ὀνόματα στρέφῃ, τὸ κυούμενον αὐτὸ δὴ τοῦτο τοὔνομα3 παντὶ δῆλον ὅτι μήτε ζῷόν ἐστι μήτε φυτόν, ἀλλ᾿ ὄνομά τε καὶ φωνὴ καὶ σῶμα καὶ ὂν καὶ τὶ καὶ πάντα μᾶλλον ἢ ζῷον. καὶ εἴπερ τοῦτο προὔβαλες, ἔχεις τὴν ἀπόκρισιν.

但是,如果他企图通过提问来打断审察,显然他就连听都不愿听。 另一方面,如果他选择作答,首先必须问他将“动物”这一名称加于何种事物之上;每当他对此作出回答后,又必须再次问他,“受孕之物”或“子宫中之物”对他而言究竟意味着什么——他是希望“子宫中之物”对他而言意味着尚未成形之物以及被射入的精液本身,还是仅指那些已分节且已成形、被称为胚胎的事物。在他对此也作了回答之后,就应当随即按次序推导预定的论题并予以讲明。 但他若想让我们自说自话而自己不作回答,就让他听着:“既然你不愿说明你是基于何种含义说出你所提出的课题(因为若如此〔说明〕,我便无需围绕诸含义展开言论,而是可以立即考察事实本身了),你当知道,你的所作所为就如同你提出‘狗是否为动物’这一问题一样。因为我完全可以理直气壮地说:‘哪种狗?’因为我将逐一论述陆地上的狗、海里的狗(鲨鱼)、天上的星宿,甚至第欧根尼以及接下来的其他狗(犬儒学者)。因为我无法预知你是就所有这些发问,还是就其中的某一种发问。因此,你往后总要做的事,现在就请把这件事清楚地说出来,以便〔我们〕知晓你探求的是关于哪一种。但如果你是在玩弄名称,那么‘受孕之物’这同一个名词本身,对所有人来说显然既不是动物也不是植物,而是一个名词、一种声音、一个物体、一个存在、某种东西,且是除动物之外的任何事物。倘若你提出的课题就是这个,那么你已经得到回答了。”

语法注3 条
  1. 8.4.11ἐπακουσάτω πάντα τὰ εἰς τὸ πρόβλημα διεξιόντων ἡμῶν

    动词 ἐπακούω 常支配听取对象的人的身分属格与听取内容的事物宾格。此处 διεξιόντων ἡμῶν 是动词所直接要求的属格(“听我们详述”),而 πάντα τὰ εἰς τὸ πρόβλημα 则是分词 διεξιόντων 的直接宾格宾语。虽然在语法上亦可将 διεξιόντων ἡμῶν 视作独立属格(“在我们阐述……之时,让他倾听”),但将其直接作为动词支配的属格补足语最为自然贴切。

  2. 8.4.12ὅπερ οὖν ἐξ ὑστέρου ποιήσεις, τοῦτ᾿ ἤδη μαθεῖν περὶ ποίου ζητεῖς, σαφῶς εἰπέ

    该句存在倒装与关系从句的前置结构。全句的核心骨架是 ὅπερ οὖν ἐξ ὑστέρου ποιήσεις, τοῦτο σαφῶς εἰπέ(“因此,你往后要做的事,现在清楚地说出来”),并在其中插入了表示目的的不定式 μαθεῖν 及其支配的间接疑问句 περὶ ποίου ζητεῖς,即“为了让我们知晓(μαθεῖν)你所探求的是关于哪一种,现在就清楚地说出你往后势必会做的事”。

  3. 8.4.12τὸ κυούμενον αὐτὸ δὴ τοῦτο τοὔνομα

    该短语并非宾格或独立主格,而是作为主格名词短语充当 ὅτι 引导的名词性从句的主语,即 παντὶ δῆλον ὅτι τὸ κυούμενον αὐτὸ δὴ τοῦτο τοὔνομα μήτε ζῷόν ἐστι μήτε φυτόν...(“对所有人而言显而易见的是,‘受孕之物’这同一个名词本身既非动物亦非植物……”),并与后文一系列表语名词(ὄνομα, φωνή, σῶμα 等)呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.4.11-8.4.12