← 亚历山太的革利免

杂记

§8.3.7-8.3.8

向第一本原的还原以及论证与分析的区分

作者论证了论证为避免无穷倒退必须溯源至自明的不可论证之第一本原(基于感觉与理智),区分了从本原向下的“论证”与向本原回溯的“分析”,并指出论证的核心在于前提的真实性与结论的必然承接,而非术语名称。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.3.7

ἀλλ᾿ εἰ μὲν τὸ πρότερον, ἑκάστης ἀποδείξεως ἀπόδειξιν αἰτοῦντες εἰς ἄπειρον ἐκβησόμεθα καὶ οὕτως ἀνατραπήσεται ἡ ἀπόδειξις· εἰ δὲ τὸ δεύτερον. ταῦτα αὐτὰ τὰ ἐξ αὑτῶν πιστὰ τῶν ἀποδείξεων ἀρχαὶ γενήσονται. αὐτίκα οἱ φιλόσοφοι ἀναποδείκτους ὁμολογοῦσι τὰς τῶν ὅλων ἀρχάς. ὥστ᾿ εἴπερ ἐστὶν ἀπόδειξις, ἀνάγκη πᾶσα πρότερον εἶναί τι πιστὸν ἐξ ἑαυτοῦ. ὃ δὴ πρῶτον καὶ ἀναπόδεικτον λέγεται. ἐπὶ τὴν ἀναπόδεικτον ἄρα πίστιν ἡ πᾶσα ἀπόδειξις ἀνάγεται. εἶεν δ᾿ ἂν καὶ ἄλλαι τῶν ἀποδείξεων ἀρχαὶ μετὰ τὴν ἐκ πίστεως πηγήν. τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῶς φαινόμενα. τὰ μὲν γὰρ πρὸς αἴσθησιν συμβάντα ἐστὶν ἁπλᾶ τε καὶ ἄλυτα. τὰ δὲ πρὸς νόησιν ἁπλᾶ τε καὶ λογικὰ πρῶτα. τὰ δὲ ἐξ αὐτῶν γεννώμενα σύνθετα μέν, οὐδὲν δ᾿ ἧττον ἐναργῆ καὶ πιστὰ καὶ λογικώτερα τῶν πρώτων. ἀκολούθου καὶ μαχομένου οὖν * ἐστιν ἥνπερ ἰδίαν λόγου δύναμιν πεφυκυῖαν ἅπαντες ἔχομεν φύσει.1 ἐὰν οὖν τις εὑρεθῇ λόγος τοιοῦτος οἷος ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς ἐκπορίζεσθαι τὴν πίστιν δυνάμενος, αὐτὸν τοῦτον εἶναι φήσομεν οὐσίαν ἀποδείξεως. εἴρηται δὲ ὡς καὶ τὸ τῆς πίστεως καὶ τὸ τῆς ἀποδείξεως γένος διττόν, τὸ μὲν πειθὼ μόνον ταῖς ψυχαῖς τῶν ἀκουόντων. τὸ δὲ ἐπιστήμην ἀπεργαζόμενον. εἰ μὲν οὖν ἐκ τῶν πρὸς αἴσθησιν καὶ νόησιν ἐναργῶν ἄρξαιτό τις. κἄπειτα τὸ οἰκεῖον ἐπενέγκοι συμπέρασμα, ὄντως ἀποδείκνυσιν, εἰ δ᾿ ἐξ ἐνδόξων μόνον, οὐ μὴν πρώτων γε. τουτέστιν οὔτε πρὸς αἴσθησιν οὔτε πρὸς νόησιν ἐναργῶν, εἰ μὲν οἰκεῖον ἐπιφέροι συμπέρασμα, συλλογιεῖται μέν, οὐ μὴν ἐπιστημονικήν γε ποιήσεται τὴν ἀπόδειξιν, εἰ δ᾿ οὐκ οἰκεῖον, οὐδὲ συλλογιεῖται τὴν ἀρχήν.

然而,如果是前者,我们对每一个论证都要求论证,就会陷入无穷倒退,如此一来论证本身就会被颠覆;但如果是后者,这些凭其自身可信之物本身就会成为诸论证的本原。哲学家们也正是公认万物的本原是不可论证的。因此,如果确实存在论证,就完全必然预先存在某种凭其自身可信之物,这正被称为最初的和不可论证的。由此可见,一切论证都可归结为不可论证的信念。此外,除了源于这种信念的泉源之外,对于感觉和理智清晰显现的事物,也会成为论证的其他本原。因为关于感觉的经验是单纯且不可分解的,而关于理智的则是单纯且初级的理性原则;由它们产生的事物虽是复合的,却丝毫不亚于初级者那样清晰与可信,甚至比初级者更具理性。因此,[辨别]相承与相悖,正是我们所有人生来就具有的、理性的固有能力。如果能找到这样一种言论,它能够从已经可信的事物出发为尚未可信的事物提供确信,我们就称这种言论本身为论证的本质。并且此前已经说过,信念的种类与论证的种类皆是双重的,一种仅在听者的灵魂中产生说服,另一种则生成科学知识。因此,如果有人从对于感觉和理智清晰显现的事物出发,进而得出相应的结论,他就是在真正进行论证;但若仅从流行意见出发,而不是从初级原则出发——即既非从对感觉亦非从对理智清晰显现的事物出发,如果他得出了相应的结论,他虽然进行了推论,却并未做出科学的论证;而如果没有得出相应的结论,他从根本上甚至连推论都没有完成。

§8.3.8

Διαφέρει δ᾿ ἀναλύσεως ἀπόδειξις· ἕκαστον μὲν γὰρ τῶν ἀποδεικνυμένων διά τινων ἀποδεικνυμένων ἀποδείκνυται, προαποδεδειγμένων κἀκείνων ὑφ᾿ ἑτέρων, ἄχρις ἂν εἰς τὰ ἐξ ἑαυτῶν πιστὰ ἀναδράμωμεν ἢ εἰς τὰ πρὸς αἴσθησίν τε καὶ νόησιν ἐναργῆ, ὅπερ ἀνάλυσις ὀνομάζεται· ἀπόδειξις δέ ἐστιν. ὅταν ἀπὸ τῶν πρώτων τις εἰς τὸ ζητούμενον ἀφικνῆται διὰ πάντων τῶν ἐν μέσῳ. χρὴ τοίνυν τὸν ἀποδεικτικὸν ἄνδρα τῆς μὲν ἀληθείας [ὡς] τῶν λημμάτων πολλὴν ποιήσασθαι πρόνοιαν, τῶν δὲ ὀνομάτων ἀφροντιστεῖν, εἴτε ἀξιώματα τις ἐθέλοι καλεῖν εἴτε προτάσεις εἴτε λήμματα. ὁμοίως δὲ καὶ τοῦ τίνων ὑποκειμένων τί περαίνεται πολλὴν ὡσαύτως πεποιῆσθαι τὴν πρόνοιαν,2 εἴτε δὲ περαίνοντα λόγον εἴτε περαντικὸν εἴτε συλλογιστικὸν ἐθέλοι τις ὀνομάζειν αὐτόν, ἥκιστα φροντίζειν. δύο γὰρ ταῦτα ἐν ἅπασι χρῆναί φημι τὸν ἀποδεικτικὸν φυλάττειν, τὰ μὲν λήμματα ἀληθῆ λαμβάνειν, ἀκόλουθον δ᾿ αὐτοῖς ἐπιφέρειν τὸ συμπέρασμα, ὅπερ τινὲς καὶ ἐπιφορὰν καλοῦσιν. τὸ ἐπιφερόμενον τοῖς λήμμασιν. Περὶ παντὸς τοῦ ζητουμένου καθ᾿ ἕκαστον πρόβλημα διαφόρων μὲν δεῖ τῶν λημμάτων, οἰκείων δὲ τῷ προβληθέντι, καὶ τὸ προβληθὲν αὐτὸ εἰς λόγον μεταλαμβάνειν ἀναγκαῖον. τόν τε λόγον τοῦτον ὁμολογούμενον ἅπασιν εἶναι προσήκει· τῶν δὲ λημμάτων μὴ οἰκείων τῷ προβλήματι λαμβανομένων οὐκ ἐνδέχεται καλῶς * * οὐδὲν αὐτῷ ἐξευρεῖν ἀγνοουμένης ὅλου τοῦ προβλήματος. ὃ καὶ ζήτημα καλεῖται, τῆς φύσεως.3 ἐν πᾶσιν οὖν τοῖς ζητουμένοις ἔστι τι προγινωσκόμενον (ὃ πάντως ἐξ ἑαυτοῦ πιστὸν ὂν ἀναποδείκτως πιστεύεται). ὃ χρὴ ποιεῖσθαι τῆς ζητήσεως αὐτῶν ὁρμητήριον καὶ τῶν εὑρῆσθαι δοκούντων κριτήριον.

论证与分析不同;因为每一个被论证的事物,都是通过某些本身已被论证的前提而被论证的,那些前提又是预先被其他前提所论证的,直到我们回溯到凭其自身可信之物,或对感觉和理智清晰显现之物为止,这被称为分析;而论证则是指人们从最初的本原出发,经过所有中间环节,最终达到所探求之物。因此,从事论证者必须高度关注前提的真实性,而不用在意名称,无论人们想称其为公理、命题还是前提。同样,他也必须高度关注在何种前提设定下得出了什么结语,而极少需要操心人们是想称其为结论性言论、完结性言论还是推论性言论。因为我认为,从事论证者在一切情况下都必须坚守这两点:一是采纳真实的前提,二是引出顺理成章承接前提的结论——有人也称其为推论项,即承接于前提之物。 针对每个课题中所有被探求的对象,都需要不同的前提,但这些前提必须与所提出之题相贴切,并且必须将提出之题本身转换为定义性命题。而且这一命题应当是所有人公认的;因为如果采纳了与课题不相贴切的前提,在整个课题(亦称探究)的本性尚未明了的情况下,根本不可能通过它妥善地发现任何事物。因此,在所有被探求的对象中,都有某种预先被认知之物(它完全是凭其自身可信,因而无需论证便被信服),必须将其作为对它们进行探究的出发点,以及判断看似已被发现之物的标准。

语法注3 条
  1. 8.3.7ἀκολούθου καὶ μαχομένου οὖν * ἐστιν ἥνπερ ἰδίαν λόγου δύναμιν πεφυκυῖαν ἅπαντες ἔχομεν φύσει.

    原文在 ἀκολούθου καὶ μαχομένου οὖν 之后存在文本缺失(脱文)。后文的关系代词 ἥνπερ 为阴性单数宾格,要求一个表示“辨别”、“判断”(如 διάγνωσις 或 κρίσις)的阴性名词作为先行词,而属格 ἀκολούθου καὶ μαχομένου 则是该名词的客体格属格(相承与相悖之辨)。译文依此补足语意结构进行翻译。

  2. 8.3.8τοῦ τίνων ὑποκειμένων τί περαίνεται πολλὴν ὡσαύτως πεποιῆσθαι τὴν πρόνοιαν

    由属格定冠词 τοῦ 引导的间接疑问句 τίνων ὑποκειμένων τί περαίνεται(在何种前提设定下得出什么结语)被名词化,充当动词短语 πεποιῆσθαι τὴν πρόνοιαν(高度关注)的支配宾语。其中 τίνων ὑποκειμένων 是从句内部的属格独立结构。

  3. 8.3.8ἀγνοουμένης ὅλου τοῦ προβλήματος. ὃ καὶ ζήτημα καλεῖται, τῆς φύσεως.

    ἀγνοουμένης ... τῆς φύσεως 构成了跨距隔离(hyperbaton)的属格独立结构,中间插入了限制它的属格 ὅλου τοῦ προβλήματος 以及修饰该先行词的关系从句 ὃ καὶ ζήτημα καλεῖται。句法骨干为“在整个课题(亦称探究)的本性尚未明了的情况下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.3.7-8.3.8