← 亚历山太的革利免

杂记

§8.3.5-8.3.6

论证的本义及其前提与结论的结构

作者通过将论证与推论及表征进行对比,规定了论证的本义(由真实前提推导必然结论),并阐明论证至少由两个前提和一个结论复合而成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.3.5

Ὡσαύτως δὲ καὶ τὴν ἀπόδειξιν πάντες ἄνθρωποι ὁμολογήσαιεν ἂν λόγον εἶναι τοῖς ἀμφισβητουμένοις ἐκ τῶν ὁμολογουμένων ἐκπορίζοντα τὴν πίστιν. οὐ μόνον δὲ ἀπόδειξις καὶ πίστις καὶ γνῶσις. ἀλλὰ καὶ πρόγνωσις λέγεται διχῶς, ἣ μὲν ἐπιστημονική τε καὶ βεβαία, ἄλλη δὲ μόνον ἐλπιστική. κυριώτατα μὲν οὖν ἀπόδειξις λέγεται ἡ τὴν ἐπιστημονικὴν πίστιν ἐντιθεῖσα ταῖς τῶν μανθανόντων ψυχαῖς, δοξαστικὴ δὲ ἡ ἑτέρα, ὡς καὶ ἄνθρωπος ὁ μὲν ὄντως ἄνθρωπος ὁ τὰς κοινὰς φρένας κεκτημένος. ὃ δὲ ἄγριος καὶ θηριώδης. οὕτω τοι καὶ ὁ κωμικὸς ἔλεγεν· ὡς χαρίεν ἐστὶ[ν] ἄνθρωπος, [ἔστ᾿] ἂν ἄνθρωπος ᾖ. καὶ ἐπὶ βοὸς καὶ ἵππου καὶ κυνὸς ὁ αὐτὸς λόγος παρὰ τὴν ἀρετὴν τοῦ ζῴου ἢ κακίαν. εἰς γὰρ τὴν τοῦ γένους τελειότητα βλέποντες ἐπὶ τὰ κυριώτατα τῶν σημαινομένων ἐρχόμεθα. αὐτίκα ἰατρὸν νοοῦμεν ᾧ μηδὲν τῆς ἰατρικῆς δυνάμεως ἐνδεῖ, γνωστικὸν δὲ ᾧ μηδὲν λείπει τῆς ἐπιστημονικῆς εἰδήσεως.

同样,所有人都会同意,论证是一种从公认的前提为有争议之事提供确信的言论。然而,不仅论证、确信和认识,就连预知也有两种说法:一种是科学而稳固的,另一种则仅仅是出于推测的。因此,最严格意义上的论证,是指将科学的确信植入学习者灵魂之中的论证,而另一种则是意见性的;正如人也是如此,一种是具备普遍理性的真正的人,另一种则是野蛮而兽性的。确实,正如喜剧诗人所说:“人是多么美好,只要他真是一个人。”对于牛、马、狗,按照该动物的优良或缺陷,也是同样的道理;因为着眼于属类的完满性,我们便能触及所意指之物中最严格的核心。例如,我们所理解的医生是医术能力毫无欠缺之人,所理解的智者则是科学认知毫无遗漏之人。

§8.3.6

Καὶ διαφέρει ἔνδειξις συλλογισμοῦ ᾗ τὸ μὲν ἐνδεικνύμενον ἑνός ἐστι δηλωτικὸν ἓν ὑπάρχον καὶ αὐτό,1 ὡς τοῦ μηκέτι εἶναι παρθένον ἔνδειξιν εἶναι τὸ κυεῖν φαμεν, τὸ δὲ συλλογισμῷ λαμβανόμενον ἓν ὑπάρχον ἕπεται πλείοσιν, ὡς τοῦ Πύθωνα προδιδόναι Βυζαντίους, εἰ οὕτως ἔτυχεν. οὐχ ἕν, ἀλλὰ πλείω λαμβάνεται τὰ δηλωτικά. καὶ τὸ μὲν περαίνειν ἐξ ὁμολογουμένων συλλογίζεσθαί ἐστιν, τὸ δέ γε ἐξ ἀληθῶν τι περαίνειν ἀποδεικνύειν ἐστίν, ὥστ᾿ εἶναι σύνθετόν τινα τῆς ἀποδείξεως τὴν ὄνησιν ἔκ τε τοῦ τὰ λαμβανόμενα πρὸς τὰ ζητούμενα ἀληθῆ λαμβάνειν κἀκ τοῦ τὸ συμπέρασμα αὐτοῖς ἀκόλουθον ἐπιφέρεσθαι.2 εἰ δ᾿ ἤτοι μὴ ὑπάρχοι τὸ πρότερον ἢ μὴ ἕποιτο αὐτῷ τὸ δεύτερον, οὐκ ἀπέδειξεν μέν, συνελογίσατο δέ. τὸ μὲν γὰρ οἰκεῖον ἐπενεγκεῖν συμπέρασμα τοῖς λήμμασιν συλλογίσασθαι μόνον ἐστίν, τὸ δὲ καὶ τῶν λημμάτων ἕκαστον ὑπάρχειν ἀληθὲς οὐ συλλογίσασθαι μόνον, ἀλλὰ καὶ ἀποδεδειχέναι.3 περαίνειν δ᾿ ἐστίν, ὡς καὶ ἐκ τοῦ ὀνόματος δῆλον, τὸ ἄγειν ἐπὶ τὸ πέρας. ἔστι δὲ δήπου πέρας ἐν ἑκάστῳ λόγῳ τὸ ζητούμενον, ὃ δὴ καὶ συμπέρασμα καλεῖται. οὐδεὶς δὲ ἁπλοῦς καὶ πρῶτος λόγος ὀνομάζεται συλλογισμός, κἂν ἀληθὴς ᾖ, ἀλλ᾿ ἔστι τοὐλάχιστον ἐκ τριῶν τοιούτων σύνθετον, δυεῖν μὲν ὡς λημμάτων, ἑνὸς δὲ ὡς συμπεράσματος. Ἤτοι δὲ πάντα ἀποδείξεως δεῖται ἢ καί τινα ἐξ αὑτῶν ἐστι πιστά.

表征与推论的区别在于:作为表征之物自身是单一的,且仅显示单一的事物,正如我们说怀孕是不再为处女的表征;而推论所采纳的结论虽然也是单一的,却是从多个前提推导而来的,例如假定皮同背叛拜占庭人,所采纳的显明标记不是一个,而是多个。并且,从公认的前提得出结语是进行推论,而从真实的前提得出某种结语则是进行论证;因此,论证的效用是一种复合之物,既源于针对所探求之物采纳的前提是真实的,又源于结论作为必然结果顺理成章地被推导出来。如果前者不具备,或者后者并不由前者必然推出,那么这就不是论证,而仅仅是进行了推论。因为从前提中得出相应的结论只是推论而已,而各个前提也皆为真实,则不仅是推论,而且是完成了论证。并且,“得出结语”正如其名称所示,就是“导向界限(终点)”。而每一段论辩中的界限,诚然就是所探求之物,它也正被称为结论。没有任何单一而初级的命题被称为推论,哪怕它是真实的,相反〔推论〕至少是由三个此类要素构成的复合体:两个作为前提,一个作为结论。 再者,要么一切事物都需要论证,要么某些事物凭其自身就是可信的。

语法注3 条
  1. 8.3.6ᾗ τὸ μὲν ἐνδεικνύμενον ἑνός ἐστι δηλωτικὸν ἓν ὑπάρχον καὶ αὐτό

    关系副词 ᾗ(意为“在……方面”)引导从句,说明 διαφέρει 的具体差异所在。对于主语 τὸ ἐνδεικνύμενον 而言,短语 ἓν ὑπάρχον καὶ αὐτό 具有让步或伴随功能(“自身也是单一的”),与表语 ἑνός ἐστι δηλωτικόν(“显示单一的事物”)形成呼应。这与后文的 τὸ δὲ συλλογισμῷ λαμβανόμενον ἓν ὑπάρχον ἕπεται πλείοσιν(推论所得之物虽为单一,却源自多个前提)构成严格的对照。

  2. 8.3.6ὥστ᾿ εἶναι σύνθετόν τινα τῆς ἀποδείξεως τὴν ὄνησιν ἔκ τε τοῦ τὰ λαμβανόμενα πρὸς τὰ ζητούμενα ἀληθῆ λαμβάνειν κἀκ τοῦ τὸ συμπέρασμα αὐτοῖς ἀκόλουθον ἐπιφέρεσθαι

    由 ὥστε 引导的结果不定式从句。宾格的 τὴν ὄνησιν 是不定式 εἶναι 的逻辑主语,σύνθετόν τινα 是表语形容词(“某种复合之物”),τῆς ἀποδείξεως 则是修饰 ὄνησιν 的属格。随后的两个并列介词短语 ἔκ τε τοῦ ... κἀκ τοῦ ... 详细阐明了 σύνθετον 的构成要素:二者均为带冠词的不定式短语,前者指前提真实,后者指结论作为逻辑后承被引出(ἐπιφέρεσθαι)。

  3. 8.3.6τὸ δὲ καὶ τῶν λημμάτων ἕκαστον ὑπάρχειν ἀληθὲς οὐ συλλογίσασθαι μόνον, ἀλλὰ καὶ ἀποδεδειχέναι

    从句主语是由冠词引导的不定式短语 τὸ ... ὑπάρχειν,其逻辑主语为 τῶν λημμάτων ἕκαστον,表语为 ἀληθές。系动词 ἐστίν 被省略,否定与并列的不定式 οὐ συλλογίσασθαι μόνον, ἀλλὰ καὶ ἀποδεδειχέναι 充当表语不定式。这与前句的 συλλογίσασθαι μόνον ἐστίν 形成严格呼应,将不定过去时不定式(仅完成推论)与完成时不定式 ἀποδεδειχέναι(已达成充分论证的状态)并置对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.3.5-8.3.6