← 亚历山太的革利免

杂记

§8.2.3-8.2.4

作为论证起点的基于共识的定义

作者论述了探求与论证的正确开端,即必须依据共同的语言与共识,将提出的名称清晰地界定。通过将斯多亚派对太阳的晦涩定义与通俗清晰的定义进行对比,他表明论证必须始于众人普遍公认的前提。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.2.3

Τίς ἂν οὖν ἄλλη βελτίων ἢ ἐναργεστέρα μέθοδος εἰς ἀρχὴν τῆς τοιᾶσδε εἴη [ἂν] διδασκαλίας ἢ τὸ προταθὲν ὄνομα λόγῳ διελθεῖν οὕτω σαφῶς ὡς πάντας ἀκολουθῆσαι τοὺς ὁμοφώνους; ἆρ᾿ οὖν τοιοῦτόν ἐστι τὸ ὄνομα τῆς ἀποδείξεως, οἷόν περ τὸ βλίτυρι, φωνὴ μόνον οὐδὲν σημαίνουσα; καὶ πῶς οὔθ᾿ ὁ φιλόσοφος οὔθ᾿ ὁ ῥήτωρ. ἀλλ᾿ οὐδὲ ὁ δικαστὴς ὡς ἄσημον ὄνομα προφέρεται τὴν ἀπόδειξιν, οὔτε τις τῶν δικαζομένων ἀγνοεῖ τὸ σημαινόμενον, ὅτι οὐχ ὑπάρχει;1 αὐτίκα ὡς ὑποστατὸν πορίζονται τὴν ἀπόδειξιν οἱ φιλόσοφοι, ἄλλος ἄλλως. περὶ παντὸς τοίνυν τοῦ ζητουμένου εἴ τις ὀρθῶς διαλαμβάνοι, οὐκ ἂν ἐφ᾿ ἑτέραν ἀρχὴν ὁμολογουμένην μᾶλλον ἀναγάγοι τὸν λόγον ἢ τὸ πᾶσι τοῖς ὁμοεθνέσι τε καὶ ὁμοφώνοις ἐκ τῆς προσηγορίας ὁμολογούμενον σημαίνεσθαι.2 εἶτα ἐντεῦθεν ὁρμηθέντα ζητεῖν ἀνάγκη,3 εἰ ὑπάρχει τὸ σημαινόμενον τοῦτο περὶ οὗ ὁ λόγος εἴτε καὶ μή· ἐφεξῆς δέ, εἴπερ ὑπάρχειν δειχθείη, ζητητέον τούτου τὴν φύσιν ἀκριβῶς, ὁποία τίς ἐστιν καὶ μή ποτε ὑπερβαίνει τὴν δοθεῖσαν τάξιν.

那么,将所提出的名称用言语极其清晰地阐述出来,以使所有使用相同语言的人都能顺理领会,除此以外,还有什么方法能作为此类讲授的更好或更明晰的开端呢?难道“论证”这一名称会像“布利提里”那样,只是一种毫无意义的声音吗?又为何无论是哲学家还是修辞家,甚至连审判官,都不把“论证”当作毫无意义的名称来说出,诉讼双方中也无人因其不存在而对所意指之物茫然不知呢?实际上,哲学家们各自以不同的方式把论证确立为实存之物。因此,如果有人对每个所探求之物做出正确的判断,他就不会将论辩追溯到任何其他被公认的原则,而只会追溯到被所有同族同语之人公认由该称谓所意指的内容。随后,从这里出发,必然要探求言说所围绕的这所意指之物是否存在;接着,如果确实证明它是存在的,就必须精确地探究其本性,它是怎样的,以及是否或许超出了既定的范畴。

§8.2.4

Ἐπεὶ δ᾿ οὐκ ἀρκεῖ τοῦτο μόνον ἁπλῶς εἰπεῖν περὶ τοῦ ζητουμένου τὸ δόξαν (ἔξεστι γὰρ καὶ τὸν ἀντικαθιστάμενον ἐπ᾿ ἴσης ἀνταποφήνασθαι ὃ βούλεται), ἀλλὰ πιστώσασθαι χρὴ τὸ λεχθέν. εἰ μὲν εἰς ὁμοίως ἀμφισβητούμενον ἀναφέροιτο αὐτοῦ ἡ κρίσις κἀκείνου πάλιν ὁμοίως εἰς ἀμφισβητούμενον ἕτερον, εἰς ἄπειρον προβήσεται καὶ ἀναπόδεικτον ἔσται, εἰ δ᾿ εἰς ὁμολογούμενον ἅπασιν ἡ τοῦ μὴ ὁμολογουμένου πίστις ἀναφέροιτο. ἐκεῖνο τὴν ἀρχὴν τῆς διδασκαλίας ποιητέον. πᾶν οὖν τὸ προβληθὲν ὄνομα μεταλαμβάνειν χρὴ εἰς λόγον ὁμολογούμενόν τε καὶ σαφῆ τοῖς κοινωνοῦσι τῆς σκέψεως, ἀρχὴν μὲν τῆς διδασκαλίας ἐσόμενον. ἐξηγησόμενον δὲ τὴν τῶν ζητουμένων εὕρεσιν. φέρε οὖν προβεβλήσθω ὁ ἥλιος τοὔνομα. φασὶν οὖν οἱ Στωϊκοὶ τοῦτ᾿ εἶναι »ἄναμμα νοερὸν ἐκ θαλαττίων ὑδάτων«. ἆρ᾿ οὐκ ἀσαφέστερος ὁ λόγος αὐτοῦ τοῦ ὀνόματος. ἄλλης ἀποδείξεως δεόμενος εἰ ἀληθής ἐστιν; ἄμεινον οὖν εἰπεῖν κοινῷ καὶ σαφεῖ τῷ λόγῳ ἥλιον ὀνομάζεσθαι »τὸ λαμπρότατον τῶν κατ᾿ οὐρανὸν ἰόντων«· πιστότερος γάρ. οἶμαι, καὶ σαφέστερος καὶ πᾶσιν ὁμοίως ὁμολογούμενος ὁ λόγος οὗτος.

然而,仅仅把关于所探求之物的个人见解简单说出是不够的(因为对手也同样可以随意反驳并陈述己见),而是必须确证所说之言。如果对它的判定被追溯到同样有争议之事,而那件事又同样被追溯到另一件有争议之事,论证就将走向无穷而变得无法证明;但如果对未达成共识之事的确信被追溯到众人所公认之事,就应当把那公认之事当作讲授的开端。因此,必须把每个提出的名称转换为对参与探讨者而言公认且清晰的定义,它将成为讲授的开端,并阐明对所探求之物的发现。那么,假定提出“太阳”这一名称。斯多亚派学者说这是“来自海洋之水的理智点燃物”。这定义难道不比名称本身更加晦涩,从而需要另行论证其是否属实吗?因此,用通用而明晰的言语说太阳被称为“运行于天际诸物中最辉煌者”更好;因为我想,这个定义更为可信、更为清晰,且同样为所有人所公认。

语法注3 条
  1. 8.2.3καὶ πῶς οὔθ᾿ ὁ φιλόσοφος οὔθ᾿ ὁ ῥήτωρ. ἀλλ᾿ οὐδὲ ὁ δικαστὴς ὡς ἄσημον ὄνομα προφέρεται τὴν ἀπόδειξιν, οὔτε τις τῶν δικαζομένων ἀγνοεῖ τὸ σημαινόμενον, ὅτι οὐχ ὑπάρχει;

    由疑问副词 πῶς 引导的修辞疑问句。否定连词 οὔτε... οὔτε... ἀλλ᾿ οὐδέ... οὔτε 构成一系列并列否定,追问(倘若“论证”毫无意义)“又为何无论是哲学家还是修辞家,甚至审判官……都不曾,而诉讼当事人中也无人不知……呢?”,以此反驳前一句的假设。句末的 ὅτι οὐχ ὑπάρχει 既可理解为 ἀγνοεῖ 的宾语从句(“不知其不存在”),也可理解为表示依据或假设的状语(“因其不存在而忽视所意指之物”),从后文看后者逻辑更为连贯。

  2. 8.2.3οὐκ ἂν ἐφ᾿ ἑτέραν ἀρχὴν ὁμολογουμένην μᾶλλον ἀναγάγοι τὸν λόγον ἢ τὸ πᾶσι τοῖς ὁμοεθνέσι τε καὶ ὁμοφώνοις ἐκ τῆς προσηγορίας ὁμολογούμενον σημαίνεσθαι

    在比较结构 μᾶλλον... ἢ... 中,介词 ἐπί 引出的介词短语 ἐφ᾿ ἑτέραν ἀρχὴν 与 ἢ 后面的成分相对照;ἢ 之后省略了介词 ἐπί,其宾语为带补充不定式 σημαίνεσθαι 的名词化分词短语 τὸ ... ὁμολογούμενον。整体结构意为:“不会将论点追溯到任何其他被公认的前提,而只会追溯到[由该称呼所公认意指之物]”。

  3. 8.2.3εἶτα ἐντεῦθεν ὁρμηθέντα ζητεῖν ἀνάγκη

    非人称表达 ἀνάγκη [ἐστί] 支配不定式 ζητεῖν,其逻辑主语由阳性单数宾格分词 ὁρμηθέντα 充当(“人从那里出发去探求是必然的”)。在此使用宾格分词表示泛指的一般主体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.2.3-8.2.4