- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:8.1.1-8.1.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批评了晚期希腊哲学家好争的空谈,指出唯有基于经文教诲的和平且理性的探求,才能通向对真理的确知。
ἀλλ᾿ οὐδὲ οἱ παλαίτατοι τῶν φιλοσόφων ἐπὶ τὸ ἀμφισβητεῖν καὶ ἀπορεῖν ἐφέροντο, ἦ πού γ᾿ ἂν ἡμεῖς1 οἱ τῆς ὄντως ἀληθοῦς ἀντεχόμενοι φιλοσοφίας, οἷς ἄντικρυς ἡ γραφὴ εὑρέσεως χάριν ἐπὶ τὸ διερευνᾶσθαι τὸ ζητεῖν παρεγγυᾷ· οἱ μὲν γὰρ νεώτεροι τῶν παρ᾿ Ἕλλησι φιλοσόφων ὑπὸ φιλοτιμίας κενῆς τε καὶ ἀτελοῦς ἐλεγκτικῶς ἅμα καὶ ἐριστικῶς εἰς τὴν ἄχρηστον ἐξάγονται φλυαρίαν, ἔμπαλιν δὲ ἡ βάρβαρος φιλοσοφία τὴν πᾶσαν ἔριν ἐκβάλλουσα »ζητεῖτε« εἶπεν »καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται, αἰτεῖσθε καὶ δοθήσεται ὑμῖν«. κρούει μὲν οὖν κατὰ τὴν ζήτησιν ὁ πρὸς ἐρώτησιν καὶ ἀπόκρισιν λόγος τὴν θύραν τῆς ἀληθείας κατὰ τὸ φαινόμενον, διοιχθέντος δὲ τοῦ ἐμποδὼν κατὰ τὴν ἔρευναν ἐπιστημονικὴ ἐγγίνεται θεωρία.
然而,连最古老的哲学家们也未曾倾向于争辩与存疑,那么我们这些坚守真正真实的哲学之人又岂会如此呢?对于我们,经文直截了当地为了发现的目的而劝勉要去探究,即去寻求。因为希腊哲学家中较年轻的一辈出于虚妄而不完全的虚荣心,以反驳与好争的方式被引向无用的饶舌;相反,蛮族哲学则摒除了一切纷争,说道:“寻找,就寻见;叩门,就给你们开门;祈求,就给你们。”因此,在寻求之中,以问答形式进行的言说显然叩响了真理之门,而在调查中排除了阻碍之后,便产生了科学的观照。
τοῖς οὕτως, οἶμαι, κρούουσιν ἀνοίγνυται τὸ ζητούμενον καὶ τοῖς οὕτως αἰτοῦσιν τὰς πεύσεις κατὰ τὰς γραφὰς ἐφ᾿ ὃ βαίνουσιν ἐκ τοῦ θεοῦ γίνεται, ἡ δόσις τῆς θεοδωρήτου γνώσεως καταληπτικῶς διὰ τῆς λογικῆς ὄντως ἐκλαμπούσης ζητήσεως. οὐ γὰρ εὑρεῖν μὲν οἷόν τε. μὴ ζητῆσαι δέ· οὐδὲ ζητῆσαι μέν, οὐχὶ δὲ ἐρευνήσασθαι· οὐδὲ διερευνήσασθαι μέν, οὐχὶ δὲ διαπτύξαι καὶ ἀναπετάσαι δι᾿ ἐρωτήσεως εἰς σαφήνειαν ἄγοντα τὸ ζητούμενον, οὐδ᾿ αὖ διὰ πάσης ἐξετάσεως χωρήσαντα μὴ οὐχὶ λοιπὸν τὸ ἔπαθλον λαβεῖν,2 τὴν ἐπιστήμην τοῦ ζητουμένου. ἀλλ᾿ ἔστι μὲν εὑρεῖν τὸν ζητήσαντα, ζητήσει δέ, εἰ οἰηθείη πρότερον μὴ εἰδέναι. πόθῳ δὴ ἐντεῦθεν ἀγόμενος πρὸς τὴν εὕρεσιν τοῦ καλοῦ εὐγνωμόνως ζητεῖ, ἀφιλονίκως, ἀφιλοδόξως ἐρωτῶν μὲν καὶ ἀποκρινόμενος, πρὸς δὲ καὶ αὐτὰ ἐπισκεπτόμενος τὰ λεγόμενα. ἐχομένους γὰρ καθήκει οὐ μόνον τῶν γραφῶν τῶν θείων, ἀλλὰ καὶ τῶν ἐννοιῶν τῶν κοινῶν τὰς ζητήσεις ποιεῖσθαι3 εἴς τι πέρας ὠφέλιμον τῆς εὑρέσεως καταληγούσης. ἐκδέχεται γὰρ ἄλλος τόπος τε καὶ ὄχλος τοὺς ταραχώδεις τῶν ἀνθρώπων καὶ τὰς ἀγοραίους εὑρησιλογίας, τὸν δὲ τῆς ἀληθείας ἐραστήν τε ἅμα καὶ γνώριμον εἰρηνικὸν εἶναι κἀν ταῖς ζητήσεσι προσῆκεν, δι᾿ ἀποδείξεως ἐπιστημονικῆς ἀφιλαύτως καὶ φιλαλήθως εἰς γνῶσιν προσιόντα καταληπτικήν.
我想,对于如此叩门的人,所寻求之物便会敞开;对于依照经文如此求问的人,他们所迈向的目标便由神所成就,即神赐知识的给予,通过那真正焕发理性的寻求而以领悟的方式得以实现。因为人不可能不寻求而有所发现;也不可能寻求而不调查;更不可能调查而不通过提问将所寻求之物引导至清晰明了,从而将其展开并揭示;同样,在经历了所有的审查之后,也不可能最终不得其奖赏,即对所寻之物的确知。寻求者固然能够寻见,但他唯有先自以为不知,才会去寻求。由此,他被对发现美善之物的渴慕所引导,坦诚地寻求,不求胜、不逐名地提问并应答,进而考察所言之事本身。因为对于既坚守神圣经文又坚守普遍观念的人来说,应当进行探求,使发现归结于某种有益的终点。因为另一个场所和人群自会接纳那些纷扰的人和市井诡辩,而真理的爱慕者与知己者,则即便在探求中也应当是平和的,通过科学的论证,不带私心而热爱真理地迈向领悟性的认知。
- 8.1.1ἦ πού γ᾿ ἂν ἡμεῖς
承接前文的 οὐδὲ οἱ παλαίτατοι... ἐφέροντο,省略了谓语动词(如愿望语气 ἐπιφεροίμεθα)。这是一种反诘性的省略结构,表示强烈的层递推论:“(连古人尚且不如此,)更何况我们岂会如此”。
- 8.1.2οὐδ᾿ αὖ διὰ πάσης ἐξετάσεως χωρήσαντα μὴ οὐχὶ λοιπὸν τὸ ἔπαθλον λαβεῖν
该句由句首的否定结构 οὐ γὰρ... οἷόν τε 所统辖,构成一系列否定推论的收尾。由于主句带有否定意义,不定式 λαβεῖν 前采用了 μὴ οὐχί,形成双重否定:“经历了所有审查的人也不可能不最终获得……”。宾格分词 χωρήσαντα 作不定式的逻辑主语。
- 8.1.2ἐχομένους γὰρ καθήκει... τὰς ζητήσεις ποιεῖσθαι
非人称动词 καθήκει 支配“宾格加不定式”结构(ἐχομένους... ποιεῖσθαι)。中间态分词 ἐχομένους 支配属格 τῶν γραφῶν 和 τῶν ἐννοιῶν,并充当不定式 ποιεῖσθαι 的逻辑主语,意为“紧依……的人去进行探求是应当的”。
