- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.18.109-7.18.111
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门借用律法中反刍与分蹄的洁净条例作寓意解经,分别指斥普通犹太人与各派异端,以此结束《杂记》第七卷,并说明本书故意隐匿而杂驳的著述风格,预告下一阶段的探讨。
Ὀπὴν οὖν τινα ὀλίγην ὑποδείξαντες »τοῖς φιλοθεάμοσι τῆς ἀληθείας« ἐκ τοῦ κατὰ τὰς θυσίας νόμου περί τε Ἰουδαίων τῶν χυδαίων περί τε τῶν αἱρέσεων μυστικῶς διακρινομένων. ὡς ἀκαθάρτων, ἀπὸ τῆς [περὶ καθαρῶν καὶ ἀκαθάρτων ζῴων] θείας ἐκκλησίας, καταπαύσωμεν τὸν λόγον. τὰ μὲν γὰρ διχηλοῦντα καὶ μηρυκισμὸν ἀνάγοντα τῶν ἱερείων καθαρὰ καὶ δεκτὰ τῷ θεῷ παραδίδωσιν ἡ γραφή, ὡς ἂν εἰς πατέρα καὶ εἰς υἱὸν διὰ τῆς πίστεως τῶν δικαίων τὴν πορείαν ποιουμένων1 (αὕτη γὰρ ἡ τῶν διχηλούντων ἑδραιότης) τῶν »τὰ λόγια τοῦ θεοῦ« »νύκτωρ καὶ μεθ᾿ ἡμέραν μελετώντων« καὶ ἀναπεμπαζομένων ἐν τῷ τῆς ψυχῆς τῶν μαθημάτων δοχείῳ. ἣν * καὶ συνάσκησιν γνωστικὴν ὑπάρχουσαν καθαροῦ ζῴου μηρυκισμὸν ὁ νόμος ἀλληγορεῖ. ὅσα δὲ μήτε ἑκάτερον μήτε τὸ ἕτερον τούτων ἔχει, ὡς ἀκάθαρτα ἀφορίζει. αὐτίκα τὰ ἀνάγοντα μηρυκισμόν, μὴ διχηλοῦντα δέ. τοὺς Ἰουδαίους αἰνίσσεται τοὺς πολλούς, οἳ τὰ μὲν λόγια τοῦ θεοῦ ἀνὰ στόμα ἔχουσιν. τὴν δὲ πίστιν καὶ τὴν βάσιν δι᾿ υἱοῦ πρὸς τὸν πατέρα παραπέμπουσαν οὐκ ἔχουσιν ἐπερειδομένην τῇ ἀληθείᾳ. ὅθεν καὶ ὀλισθηρὸν τὸ γένος τῶν τοιούτων θρεμμάτων, ὡς ἂν μὴ σχιδανοπόδων ὄντων μηδὲ τῇ διπλόῃ τῆς πίστεως ἐπερειδομένων· »οὐδεὶς γάρ«. φησί, »γινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ.« ἔμπαλίν τε αὖ ἀκάθαρτα ὁμοίως κἀκεῖνα. ὅσα διχηλεῖ μέν. μηρυκισμὸν δὲ οὐκ ἀνάγει. ταυτὶ γὰρ τοὺς αἱρετικοὺς ἐνδείκνυται ὀνόματι μὲν πατρὸς καὶ υἱοῦ ἐπιβεβηκότας.2 τὴν δὲ τῶν λογίων ἀκριβῆ σαφήνειαν λεπτουργεῖν καὶ καταλεαίνειν ἐξασθενοῦντας, πρὸς δὲ καὶ τὰ ἔργα τῆς δικαιοσύνης ὁλοσχερέστερον. οὐχὶ δὲ ἀκριβέστερον μετερχομένους, εἴ γε καὶ μετέλθοιεν.
因此,我们从有关祭牲的律法中向“热爱真理景象的人”显露出一小处孔隙,说明庸俗的犹太人与各异端如何神秘地[依据有关洁净与不洁净走兽的规定]作为不洁之物而从属神的教会中被区分开来,以此结束我们的论述。因为圣经记载,祭牲中分蹄且倒嚼的,是洁净且蒙上帝悦纳的,正如义人通过信仰向着父与子进发(因为这正是分蹄者的稳固),他们“昼夜默想上帝的神谕”,并在灵魂这承载学识的器皿中反复体味;这一本身即为诺斯替修练的实践,律法将其寓意为洁净走兽的倒嚼。然而凡不兼有这两样、或连其中一样也没有者,律法便将其划为不洁。例如,倒嚼而不分蹄者,暗指多数犹太人,他们口中虽有上帝的神谕,却没有借由子通向父、依附于真理之上的信仰与根基。因此,此类牲畜的步履乃是滑脱的,因它们并非分足,也未立足于信仰的双重性之上;正如经上所说:“除了子和子所启示的人,没有人认识父。”反之,那些分蹄却不倒嚼者同样也是不洁的。因为这些暗指异端分子,他们虽借父与子的名而立足,却无力精细研磨、剖析神谕的精确明晰之意,而且即便去行公义之举,也不过是以粗疏而非精确的方式从事(如果他们真去行的话)。
τοιούτοις τισὶν ὁ κύριος λέγει· »τί με λέγετε ›κύριε κύριε‹ καὶ οὐ ποιεῖτε ἃ λέγω;« ἀκάθαρτοι δὲ πάμπαν οἱ μὴ διχηλοῦντες μηδὲ ἀνάγοντες μηρυκισμόν. "ὑμεῖς δ᾿, ὦ Μεγαρεῖς," φησὶν ὁ Θέογνις, "οὔτε τρίτοι οὔτε τέταρτοι οὔτε δυωδέκατοι οὔτ᾿ ἐν λόγῳ οὔτ᾿ ἐν ἀριθμῷ," »ἀλλ᾿ ἢ ὡς ὁ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς« καὶ »ὡς σταγὼν ἀπὸ κάδου«. Τούτων ἡμῖν προδιηνυσμένων καὶ τοῦ ἠθικοῦ τόπου ὡς ἐν κεφαλαίῳ ὑπογραφέντος, σποράδην, ὡς ὑπεσχήμεθα, καὶ διερριμμένως τὰ ζώπυρα τῶν τῆς ἀληθοῦς γνώσεως ἐγκατασπείραντες δογμάτων, ὡς μὴ ῥᾳδίαν εἶναι τῷ περιτυχόντι τῶν ἀμυήτων τὴν τῶν ἁγίων παραδόσεων εὕρεσιν, μετίωμεν ἐπὶ τὴν ὑπόσχεσιν.
主对这等人说:“你们为什么称呼我‘主啊,主啊’,却不遵我的话行呢?”至于那既不分蹄也不倒嚼者,则是全然不洁的。 正如塞奥格尼斯所说: “而你们,墨伽拉人哪, 既非第三,亦非第四,亦非第十二,不在考量之中,亦不在数算之内”,他们“倒像风从地表面吹散的糠秕”,又“如水桶中的一滴”。 在预先完成了这些探讨、并在纲要中勾勒了伦理学论题之后,正如我们所承诺的,我们将真正知识之教义的星火散乱零碎地播撒各处,使得圣传的发现对于未经秘仪传授的偶遇者而言绝非易事;如今让我们推进到所承诺之事。
ἐοίκασι δέ πως οἱ Στρωματεῖς οὐ παραδείσοις ἐξησκημένοις ἐκείνοις τοῖς ἐν στοίχῳ καταπεφυτευμένοις εἰς ἡδονὴν ὄψεως. ὄρει δὲ μᾶλλον συσκίῳ τινὶ καὶ δασεῖ κυπαρίσσοις καὶ πλατάνοις δάφνῃ τε καὶ κισσῷ, μηλέαις τε ὁμοῦ καὶ ἐλαίαις καὶ συκαῖς καταπεφυτευμένῳ, ἐξεπίτηδες ἀναμεμιγμένης τῆς φυτείας καρποφόρων τε ὁμοῦ καὶ ἀκάρπων δένδρων διὰ τοὺς ὑφαιρεῖσθαι καὶ κλέπτειν τολμῶντας τὰ ὥρια, ἐθελούσης λανθάνειν τῆς γραφῆς. ἐξ ὧν δὴ μεταμοσχεύσας καὶ μεταφυτεύσας ὁ γεωργὸς ὡραῖον κατακοσμήσει παράδεισον καὶ ἄλσος ἐπιτερπές. οὔτ᾿ οὖν τῆς τάξεως οὔτε τῆς φράσεως στοχάζονται οἱ Στρωματεῖς, ὅπου γε ἐπίτηδες καὶ τὴν λέξιν οὐχ Ἕλληνες εἶναι βούλονται3 καὶ τὴν τῶν δογμάτων ἐγκατασπορὰν λεληθότως καὶ οὐ κατὰ τὴν ἀλήθειαν πεποίηνται, φιλοπόνους καὶ εὑρετικοὺς εἶναι τοὺς ἀναγιγνώσκοντας> εἴ τινες τύχοιεν παρασκευάζοντες. πολλὰ γὰρ τὰ δελέατα καὶ ποικίλα διὰ τὰς τῶν ἰχθύων διαφοράς. Καὶ δὴ μετὰ τὸν ἕβδομον τοῦτον ἡμῖν Στρωματέα τῶν ἑξῆς ἀπ᾿ ἄλλης ἀρχῆς ποιησόμεθα τὸν λόγον.
《杂记》在某种程度上并不像那些为了取悦视线而按行栽培、修剪整齐的园圃,倒更像一座幽暗茂密的山岭,上面栽满了柏树、悬铃木、月桂和常春藤,苹果树与橄榄树和无花果树并立,由于著述意欲隐藏,因而在种植时特意将果树与不结果的树木混杂在一起,以防备那些胆敢偷窃巧取熟果之人。农夫从这些植物中移栽插条,便能修饰成美丽的园圃与怡人的林苑。因此,《杂记》既不追求次序,亦不讲究文辞,既然它们故意让言词也不显得希腊化,并且隐秘地、而非依照真理播撒教理,使读者——若碰巧有这样的人——变得勤勉而富有发现力。因为针对鱼类的不同,诱饵也是众多而多样的。 诚然,在我们这部第七卷《杂记》之后,关于接下来的事项,我们将从另一个起点展开论述。
- 7.18.109ὡς ἂν εἰς πατέρα καὶ εἰς υἱὸν διὰ τῆς πίστεως τῶν δικαίων τὴν πορείαν ποιουμένων
ὡς ἄν 引导一个推测性或假定性的原因/样态从句,接属格独立结构,其逻辑主语为 τῶν δικαίων,分词为 ποιουμένων。此处阐明了洁净牲畜蒙上帝悦纳的寓意原因,即义人借信仰向着父与子进发。
- 7.18.109ὀνόματι μὲν πατρὸς καὶ υἱοῦ ἐπιβεβηκότας
完成体主动分词 ἐπιβεβηκότας 修饰前面的宾格 τοὺς αἱρετικούς。与与格 ὀνόματι 搭配,字面意义为“踏在……之上/依凭……立足”,隐喻异端分子在形式上承认“父与子”之名,对应于牲畜“分蹄”(分为二者)的特征。
- 7.18.111ὅπου γε ἐπίτηδες καὶ τὴν λέξιν οὐχ Ἕλληνες εἶναι βούλονται
ὅπου γε 在此作表原因的连接词用法(相当于“既然”、“鉴于”)。βούλονται 的主语为拟人化的《杂记》或其作者,οὐχ Ἕλληνες 作表语,指其行文刻意不遵循精致纯正的希腊修辞学标准。
