- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.9.52-7.9.54
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了承担教导之责的诺斯替之人作为主的“活雕像”之职能,及其为邻舍得救而行适应与包容的处事方式,并最终得出基督徒绝非无神论者、唯独诺斯替之人方为真正敬虔者的结论。
Πλεῖον δέ τι καὶ μᾶλλον ἐπιτείνει τὸ γνωστικὸν ἀξίωμα ὁ τὴν προστασίαν τῆς τῶν ἑτέρων διδασκαλίας ἀναλαβών, τοῦ μεγίστου ἐπὶ γῆς ἀγαθοῦ τὴν οἰκονομίαν λόγῳ τε καὶ ἔργῳ ἀναδεξάμενος, δι᾿ ἧς πρὸς τὸ θεῖον συνάφειάν τε καὶ κοινωνίαν ἐμμεσιτεύει. ὡς δὲ οἱ τὰ ἐπίγεια θρῃσκεύοντες τοῖς ἀγάλμασι καθάπερ ἐπαΐουσι προσεύχονται, τὰς βεβαίας ἐπὶ τούτων τιθέμενοι συνθήκας, οὕτως ἐπὶ τῶν ἐμψύχων ἀγαλμάτων, τῶν ἀνθρώπων, ἡ μεγαλοπρέπεια τοῦ λόγου ἡ ἀληθὴς πρὸς τοῦ ἀξιοπίστου παραλαμβάνεται διδασκάλου, καὶ ἡ εἰς τούτους εὐεργεσία εἰς αὐτὸν ἀναφέρεται τὸν κύριον, οὗ κατ᾿ εἰκόνα παιδεύων ὁ τῷ ὄντι ἄνθρωπος δημιουργεῖ1 καὶ μεταρρυθμίζει καινίζων εἰς σωτηρίαν τὸν κατηχούμενον ἄνθρωπον. ὡς γὰρ τὸν σίδηρον Ἄρην προσαγορεύουσιν Ἕλληνες καὶ τὸν οἶνον Διόνυσον κατά τινα ἀναφοράν, οὕτως ὁ γνωστικός, ἰδίαν σωτηρίαν ἡγούμενος τὴν τῶν πέλας ὠφέλειαν, ἄγαλμα ἔμψυχον εἰκότως ἂν τοῦ κυρίου λέγοιτο, οὐ κατὰ τὴν τῆς μορφῆς ἰδιότητα, ἀλλὰ κατὰ τὸ τῆς δυνάμεως σύμβολον καὶ κατὰ τὸ τῆς κηρύξεως ὁμοίωμα.
凡承担教导他人之监督职责的人,以言以行承担了地上最大美善的经纶,并通过这经纶作中保促成与神圣者的结合与契通,这就把诺斯替之人的尊严提升到了更高程度。正如崇拜属地之物的人向雕像祈祷宛如雕像能听闻,并在其上确立坚固的契约,在有生命的雕像——即人——身上,话语的真实崇高借着值得信赖的教师得以传承,施予他们的恩惠亦归于主自己;那位真正的人(教师)照着主的形象施教,造就并重塑受教之人,更新他以致得救。因为正如希腊人依照某种指代将铁称为阿瑞斯、将酒称为狄奥尼索斯,同样,诺斯替之人将邻舍的益处视为自己的拯救,理所当然可被称为主之有生命的雕像,这并非依照外形的特征,而是依照力量的表征和宣讲的样式。
Πᾶν ἄρα ὅτιπερ ἂν ἐν νῷ, τοῦτο καὶ ἐπὶ γλώσσης φέρει πρὸς τοὺς ἐπαΐειν ἀξίους ἐκ τῆς συγκαταθέσεως, [καὶ] ἀπὸ γνώμης λέγων ἅμα καὶ βιούς. ἀληθῆ τε γὰρ φρονεῖ ἅμα καὶ ἀληθεύει, πλὴν εἰ μή ποτε ἐν θεραπείας μέρει,2 καθάπερ ἰατρὸς πρὸς νοσοῦντας ἐπὶ σωτηρίᾳ τῶν καμνόντων, ψεύσεται ἢ ψεῦδος ἐρεῖ κατὰ τοὺς σοφιστάς. αὐτίκα Τιμόθεον ὁ γενναῖος περιέτεμεν ἀπόστολος, κεκραγὼς καὶ γράφων περιτομὴν τὴν χειροποίητον οὐδὲν ὠφελεῖν· ἀλλ᾿ ἵνα μή, ἀθρόως ἀποσπῶν τοῦ νόμου πρὸς τὴν ἐκ πίστεως τῆς καρδίας περιτομήν, ἀφηνιάζοντας ἔτι τοὺς ἀκροωμένους τῶν Ἑβραίων ἀπορρῆξαι τῆς συναγωγῆς ἀναγκάσῃ,3 συμπεριφερόμενος Ἰουδαίοις »Ἰουδαῖος ἐγένετο. ἵνα πάντας κερδήσῃ«. ὁ τοίνυν μέχρι τῆς συμπεριφορᾶς [διὰ τὴν τῶν πέλας σωτηρίαν] συγκαταβαίνων ψιλῆς διὰ τὴν τῶν δι᾿ οὓς συμπεριφέρεται σωτηρίαν, οὐδεμιᾶς ὑποκρίσεως διὰ τὸν ἐπηρτημένον τοῖς δικαίοις ἀπὸ τῶν ζηλούντων κίνδυνον μετέχων, οὗτος οὐδαμῶς ἀναγκάζεται· ἐπὶ δὲ τῶν πλησίον ὠφελείᾳ μόνῃ ποιήσει τινά, ἃ οὐκ ἂν προηγουμένως αὐτῷ πραχθείη, εἰ μὴ δι᾿ ἐκείνους ποιοίη. οὗτος ἑαυτὸν ἐπιδίδωσιν ὑπὲρ τῆς ἐκκλησίας, ὑπὲρ τῶν γνωρίμων οὓς αὐτὸς »ἐγέννησεν« ἐν πίστει, εἰς ὑπόδειγμα τοῖς διαδέξασθαι τὴν ἄκραν οἰκονομίαν τοῦ φιλανθρώπου καὶ φιλοθέου παιδευτοῦ δυναμένοις. εἰς παράστασιν τῆς ἀληθείας τῶν λόγων. εἰς ἐνέργειαν τῆς ἀγάπης τῆς πρὸς τὸν κύριον. ἀδούλωτος οὗτος ἐν φόβῳ, ἀληθὴς ἐν λόγῳ, καρτερικὸς ἐν πόνῳ, μηδὲ ἐν τῷ προφορικῷ λόγῳ ψεύσασθαι θέλων ποτὲ κἀν τούτῳ τὸ ἀναμάρτητον πάντοτε κατορθῶν. ἐπεὶ τὸ ψεῦδος αὐτό, ἅτε μετά τινος δόλου εἰρημένον, οὐκ ἀργός ἐστι λόγος, ἀλλ᾿ εἰς κακίαν ἐνεργεῖ.
因此,凡他在心中所思的,他也因着认同而在舌上向配得听闻之人倾吐,兼本着真确的见解而言说并生活。因为他既思考真实之事,同时也言说真理;除非有时作为医治的一部分,正如医生为了受疾苦者的痊愈而对病人所作的那样,他会说出假话,或按照智者的方式说出虚妄之辞。例如,高尚的使徒虽然大声疾呼并写信申明人手所行的割礼毫无益处,却给提摩太行了割礼;然而这是为了避免因猛然将听道的希伯来人从律法拉向由心之信仰而来的割礼,从而迫使那些仍旧桀骜不驯的人脱离会堂,他迁就犹太人,“成了犹太人,为了赢得所有人”。因此,凡为了他所迁就之人的得救而降卑至仅止于外在顺应的人,绝不会因嫉妒者带给义人的危难而分有任何伪善,他也绝非受强迫;而仅仅为了邻舍的益处,他才会做某些若非为了他们便原本不会做的事情。这人为了教会,为了自己在信仰中“生养”的门生而舍弃自己,给那些能够继承仁爱敬神之导师之崇高经纶的人作榜样,以彰显其言论的真理,体现对主的爱之效能。此人在恐惧中不受奴役,在言辞上真实,在劳苦中忍耐,甚至在宣之于口的言语中也绝不愿说谎,在此事上亦始终成就不犯罪的境界;因为虚谎本身既然带着某种诡诈而被说出,就不是闲懒的言语,而是在作恶中生效。
πάντοθεν ἄρα μαρτυρεῖ τῇ ἀληθείᾳ μόνος ὁ γνωστικὸς καὶ ἔργῳ καὶ λόγῳ· ἀεὶ γὰρ κατορθοῖ ἐν πᾶσι πάντως, καὶ ἐν λόγῳ καὶ ἐν πράξει καὶ ἐν αὐτῇ τῇ ἐννοίᾳ. Αὕτη μὲν οὖν, ὡς ἐν ἐπιδρομῇ φάναι, ἡ τοῦ Χριστιανοῦ θεοσέβεια. εἰ δὴ καθηκόντως ταῦτα ποιεῖ καὶ κατὰ λόγον τὸν ὀρθόν, εὐσεβῶς ποιεῖ καὶ δικαίως. εἰ δὲ ταῦτα οὕτως ἔχει. μόνος ἂν εἴη τῷ ὄντι εὐσεβής τε καὶ δίκαιος καὶ θεοσεβὴς ὁ γνωστικός. οὐκ ἄρα ἄθεος ὁ Χριστιανός (τουτὶ γὰρ ἦν τὸ προκείμενον ἐπιδεῖξαι τοῖς φιλοσόφοις), ὥστε οὐδὲν κακὸν ἢ αἰσχρόν, ὅ ἐστιν ἄδικον, κατὰ μηδένα τρόπον ἐνεργήσει ποτέ. ἀκολούθως τοίνυν οὐδὲ ἀσεβεῖ, ἀλλ᾿ ἢ μόνος τῷ ὄντι θεοσεβεῖ4 ὁσίως καὶ προσηκόντως, τὸν ὄντως ὄντα θεὸν πανηγεμόνα καὶ παμβασιλέα καὶ παντοκράτορα κατὰ τὴν ἀληθῆ θεοσέβειαν ὁσίως προστρεπόμενος.
因此,唯独诺斯替之人在各方面以行为和言语为真理作证;因为他在一切事上、在各方面始终行得端正,无论是在言语、行为,还是在思想本身之中。 总而言之,这便是基督徒的敬虔。如果他尽本分且合乎正理地行这些事,他便是敬虔且正直地行事。若事情确是如此,唯独诺斯替之人才是真正敬虔、正直且敬畏神的人。因此,基督徒绝非无神论者(因为这正是向哲学家们论证的预设主题),以至于他绝不可能以任何方式行任何邪恶或可耻之事,即不义之事。随之而来的是,他亦不行不敬之事,而是依从真正的敬虔,圣洁地投奔那真正存在的至高领袖、万民之王、全能的神,唯有他真正圣洁且得体地敬畏神。
- 7.9.52οὗ κατ᾿ εἰκόνα παιδεύων ὁ τῷ ὄντι ἄνθρωπος δημιουργεῖ
关系代词 οὗ 的先行词为紧接其前的 τὸν κύριον。此处当理解为“照着主的形象施教”,主格分词 παιδεύων 与主语 ὁ τῷ ὄντι ἄνθρωπος(真正的人,即诺斯替导师)一致。其后动词 δημιουργεῖ καὶ μεταρρυθμίζει 的宾语则是后文的 τὸν κατηχούμενον ἄνθρωπον。
- 7.9.53πλὴν εἰ μή ποτε ἐν θεραπείας μέρει
连词短语 πλὴν εἰ μή 是引出例外的习惯表达(意为“除非……”),构成了对前文 ἀληθῆ τε γὰρ φρονεῖ ἅμα καὶ ἀληθεύει 的条件/例外从句。其后的将来时 ψεύσεται 或将来时 ἐρεῖ 属于此从句内部,在句法上理解为“除非作为医治的一部分……他说出假话”。
- 7.9.53ἀλλ᾿ ἵνα μή, ἀθρόως ἀποσπῶν τοῦ νόμου πρὸς τὴν ἐκ πίστεως τῆς καρδίας περιτομήν, ἀφηνιάζοντας ἔτι τοὺς ἀκροωμένους τῶν Ἑβραίων ἀπορρῆξαι τῆς συναγωγῆς ἀναγκάσῃ
该否定目的从句的核心结构为 ἵνα μὴ ... ἀναγκάσῃ(以免迫使……)。其主语为使徒保罗,分词短语 ἀθρόως ἀποσπῶν τοῦ νόμου πρὸς ...(通过猛然将他们从律法拉向……)表示方式或手段。动词 ἀναγκάσῃ 的宾语是 τοὺς ἀκροωμένους τῶν Ἑβραίων(希伯来人听众),其后接不定式补足语 ἀπορρῆξαι τῆς συναγωγῆς(脱离会堂)。
- 7.9.54ἀλλ᾿ ἢ μόνος τῷ ὄντι θεοσεβεῖ
ἀλλʼ ἤ 是承接前文否定(οὐδὲ ἀσεβεῖ)的惯用结构,意为“除……之外”或“唯独……”。与前句“既不行不敬之事”相对,它引出强烈的限定与对比:“唯有他真正圣洁地敬畏神”。
