← 亚历山太的革利免

杂记

§7.8.50-7.8.51

真认识者的诚实无妄与无需起誓

诺斯替之人的生命与行动本身即是对真理的誓约,因此他无需起誓,断然弃绝说谎与假誓。他以实际行动而非口头誓言确证真理,仅依凭神圣与内心的良知,即便面对受刑至死的境地亦拒绝虚妄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.8.50

Πολλοῦ γε δεῖ τὸν ἐν τοιαύτῃ εὐσεβείᾳ ἐξεταζόμενον πρόχειρον εἶναι1 περί τε τὸ ψεύσασθαι περί τε τὸ ὀμόσαι. ὅρκος μὲν γάρ ἐστιν ὁμολογία καθοριστικὴ μετὰ προσπαραλήψεως θείας. ὁ δὲ ἅπαξ πιστὸς πῶς ἂν ἑαυτὸν ἄπιστον παράσχοι, ὡς καὶ ὅρκου δεῖσθαι, οὐχὶ δὲ ἐμπέδως καὶ καθωρισμένως ὅρκον εἶναι τούτῳ τὸν βίον; ζῇ τε καὶ πολιτεύεται καὶ τὸ πιστὸν τῆς ὁμολογίας ἐν ἀμεταπτώτῳ καὶ ἑδραίῳ δείκνυσι βίῳ τε καὶ λόγῳ. εἰ δὲ ἐν τῇ κρίσει τοῦ δρῶντος καὶ λαλοῦντος τὸ ἀδικεῖν, οὐχὶ δὲ ἐν τῷ πάθει κεῖται τοῦ ἀδικουμένου,2 οὔτε ψεύσεται οὔτε ἐπιορκήσει ὡς ἀδικῶν τὸ θεῖον, τοῦτο φύσει ἀβλαβές ὑπάρχειν εἰδώς· ἀλλ᾿ οὐδὲ διὰ τὸν πλησίον ψεύσεται ἢ παραβήσεταί τι, ὅν γε ἀγαπᾶν μεμάθηκεν, κἂν μὴ συνήθης τυγχάνῃ· δι᾿ ἑαυτὸν δὲ ἄρ᾿ ἔτι μᾶλλον οὔτε ψεύσεται οὔτε ἐπιορκήσει, εἴ γε ἑκὼν οὐκ ἄν ποτε ἄδικος εἰς ἑαυτὸν εὑρεθείη. ἀλλ᾿ οὐδὲ ὀμεῖται, ἐπὶ μὲν τῆς συγκαταθέσεως μόνον τὸ »ναί«, ἐπὶ δὲ τῆς ἀρνήσεως τὸ »οὔ« προελόμενος τάσσειν ἐπίρρημα. ὀμνύναι γάρ ἐστι τὸ ὅρκον ἢ * ὡς ἂν ὅρκον ἀπὸ διανοίας προσφέρεσθαι παραστατικῶς.

经受此种虔敬考验的人,绝不可能轻易说谎或轻易起誓。因为誓言乃是借由求告神为见证而作出的确定承认。然而,既已成为忠信之人,又怎会将自己表现为不可信托、以至于竟需要誓言,而不是将自己的生命坚定且明确地视为誓言呢?他活着并行事为人,在不可动摇且坚固的生命与言辞中显明其承认的信实。如果行不义取决于行事与说话之人的判定(意志),而非取决于遭受不义者的承受,那么即便他知道神依其本性是不可受害的,他也绝不会说谎或发假誓,因他视之为对神行不义;但他亦不会为了邻舍而说谎或有所违背,因为他已学会爱邻舍,即便对方并非熟人;而为了他自己,他更不会说谎或发假誓,因为他绝不会甘愿显为对自己不公。不仅如此,他甚至不会起誓,因他选择在肯定时仅用副词“是”,在否定时仅用“否”。因为起誓乃是在心智中以具象的方式提出誓言或类似于誓言之物。

§7.8.51

ἀρκεῖ τοίνυν αὐτῷ ἤτοι τῇ συγκαταθέσει ἢ τῇ ἀρνήσει προσθεῖναι τὸ »ἀληθῶς λέγω« εἰς παράστασιν τῶν μὴ διορώντων αὐτοῦ τὸ βέβαιον τῆς ἀποκρίσεως. ἔχειν γάρ, οἶμαι, χρὴ πρὸς μὲν τοὺς ἔξω τὸν βίον ἀξιόπιστον, ὡς μηδὲ ὅρκον αἰτεῖσθαι, πρὸς ἑαυτὸν δὲ καὶ τοὺς συνιέντας εὐγνωμοσύνην, ἥτις ἐστὶν ἑκούσιος δικαιοσύνη. αὐτίκα εὔορκος μέν, οὐ μὴν εὐεπίφορος ἐπὶ τὸ ὀμνύναι ὁ γνωστικός, ὅ γε σπανίως ἐπὶ τὸ ὀμνύναι ἀφικνούμενος, οὕτως μέντοι ὡς ἔφαμεν. καίτοι τὸ ἀληθεύειν κατὰ τὸν ὅρκον μετὰ συμφωνίας τῆς κατὰ τὸ ἀληθὲς γίνεται· τὸ εὐορκεῖν οὖν συμβαίνει κατὰ τὴν κατόρθωσιν τὴν ἐν τοῖς καθήκουσιν. ποῦ τοίνυν ἔτι τοῦ ὅρκου χρεία τῷ κατὰ ἄκρον ἀληθείας βιοῦντι; ὁ μὲν οὖν μηδὲ ὀμνὺς πολλοῦ γε δεῖ ἐπιορκήσει, ὁ δὲ μηδὲν παραβαίνων τῶν κατὰ τὰς συνθήκας οὐδ᾿ ἂν ὀμόσαι πώποτε, ὅπου γε τῆς τε παραβάσεως καὶ τῆς ἐπιτελέσεως ἐν τοῖς ἔργοις ἡ κύρωσις, ὥσπερ ἀμέλει τὸ ψεύδεσθαι καὶ τὸ ψευδορκεῖν ἐν τῷ λέγειν καὶ τῷ ὀμνύναι παρὰ τὸ καθῆκον. ὁ δὲ δικαίως βιοῦς μηδὲν παραβαίνων τῶν καθηκόντων, ἔνθα ἡ κρίσις ἡ τῆς ἀληθείας ἐξετάζεται, τοῖς ἔργοις εὐορκεῖ· παρέλκει τοίνυν αὐτῷ τὸ κατὰ τὴν γλῶτταν μαρτύριον.3 πεπεισμένος οὖν πάντῃ τὸν θεὸν εἶναι πάντοτε καὶ αἰδούμενος μὴ ἀληθεύειν ἀνάξιόν τε αὑτοῦ τὸ ψεύδεσθαι γινώσκων, τῇ συνειδήσει τῇ θείᾳ καὶ τῇ ἑαυτοῦ ἀρκεῖται μόναις· καὶ ταύτῃ οὐ ψεύδεται οὐδὲ παρὰ τὰς συνθήκας τι ποιεῖ, ταύτῃ δὲ οὐδὲ ὄμνυσιν ὅρκον ἀπαιτηθεὶς οὐδὲ ἔξαρνός ποτε γίνεται, ἵνα μὴ ψεύσηται, κἂν ἐναποθνήσκῃ ταῖς βασάνοις.

因此,对他而言,无论在肯定或否定上附上一句“我实实在在说”,以向那些看不清其回答之确定性的人表明,就已足够了。因为我认为,面对外人,理当持守无可挑剔的值得信赖的生命,以至于别人甚至不会要求他起誓;而面对自己和明事理的人,则应当持有温和宽厚之心,这便是自觉自愿的正义。由此可见,诺斯替之人固然谨守誓约,却绝非易于起誓之人,他极少走向起誓,即便是,也唯独按我们所说的方式。然而,依誓言说真话乃是伴随着合乎真理的一致而成就的;因此,恪守誓言乃是在本分诸事的成功践行中发生的。那么,对于依真理顶峰而生活的人,哪里还需要什么誓言呢?因此,连誓都不起的人,绝不可能发假誓;而在契约事项上毫无违背的人,亦绝不会起誓,因为违约与践约的确证皆在行为之中,正如说谎与发假誓在于违背本分地言说与起誓一样。然而,在真理的审断受查验之处,凡生活正直、毫无违背本分的人,乃是用行动恪守誓言;因此,口舌的见证对他而言是多余的。因而在任何地方皆确信神始终临在,且羞于不说真话,深知说谎不配于自己,他仅凭神圣的良知与自己的良知便已满足;由于这缘故,他不说谎,亦不行任何违约之事;亦由于这缘故,即使被要求起誓,他也绝不起誓,且为了不说谎,哪怕在酷刑中死去,也绝不否认。

语法注3 条
  1. 7.8.50Πολλοῦ γε δεῖ τὸν ἐν τοιαύτῃ εὐσεβείᾳ ἐξεταζόμενον πρόχειρον εἶναι

    无人称句式 πολλοῦ δεῖ 后接带不定式的宾格句结构(主语为 τὸν ... ἐξεταζόμενον,不定式为 πρόχειρον εἶναι),表达强烈的否定:“受如此虔敬考验之人绝不可能轻易……”。

  2. 7.8.50εἰ δὲ ἐν τῇ κρίσει τοῦ δρῶντος καὶ λαλοῦντος τὸ ἀδικεῖν, οὐχὶ δὲ ἐν τῷ πάθει κεῖται τοῦ ἀδικουμένου

    条件从句的前半部分省略了动词 κεῖται,需由后半句 οὐχὶ δὲ ἐν τῷ πάθει κεῖται τοῦ ἀδικουμένου 补充。主语为带定冠词的不定式 τὸ ἀδικεῖν(“行不义”),表明不义的实质在于行事者的道德判断(κρίσις),而非受害者的被动承受。

  3. 7.8.51παρέλκει τοίνυν αὐτῷ τὸ κατὰ τὴν γλῶτταν μαρτύριον

    动词 παρέλκει 在此并非严格的无人称动词,而是以中性名词短语 τὸ κατὰ τὴν γλῶτταν μαρτύριον 作为语法主语,意为“多余”、“无益”。与格 αὐτῷ 为关系与格(“对他而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.8.50-7.8.51