← 亚历山太的革利免

杂记

§7.10.55-7.10.57

作为信心成全的知识与通向观照的阶梯

克莱门特将知识(诺斯替)定义为信心的成全与通向观照神之路,阐述了灵魂经由信心、知识与爱心的属灵阶梯上升,最终成为同于天使与诸神之永恒之光的整全救赎进程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.10.55

Ἔστιν γάρ, ὡς ἔπος εἰπεῖν, ἡ γνῶσις τελείωσίς τις ἀνθρώπου ὡς ἀνθρώπου, διὰ τῆς τῶν θείων ἐπιστήμης συμπληρουμένη κατά τε τὸν τρόπον καὶ τὸν βίον καὶ τὸν λόγον, σύμφωνος καὶ ὁμόλογος ἑαυτῇ τε καὶ τῷ θείῳ λόγῳ. διὰ ταύτης γὰρ τελειοῦται ἡ πίστις, ὡς τελείου τοῦ πιστοῦ ταύτῃ μόνως γιγνομένου. πίστις μὲν οὖν ἐνδιάθετόν τί ἐστιν ἀγαθόν, καὶ ἄνευ τοῦ ζητεῖν τὸν θεὸν ὁμολογοῦσα εἶναι τοῦτον καὶ δοξάζουσα ὡς ὄντα. ὅθεν χρή, ἀπὸ ταύτης ἀναγόμενον τῆς πίστεως καὶ αὐξηθέντα ἐν αὐτῇ χάριτι τοῦ θεοῦ, τὴν περὶ αὐτοῦ κομίσασθαι ὡς οἷόν τέ ἐστιν γνῶσιν. γνῶσιν δὲ σοφίας τῆς κατὰ διδασκαλίαν ἐγγινομένης διαφέρειν φαμέν. ᾗ μὲν γάρ τί ἐστι γνῶσις, ταύτῃ πάντως καὶ σοφία τυγχάνει, ᾗ δέ τι σοφία. οὐ πάντως γνῶσις. ἐν μόνῃ γὰρ τῇ τοῦ προφορικοῦ λόγου * τὸ τῆς σοφίας ὄνομα φαντάζεται. πλὴν ἀλλὰ τὸ μὴ διστάσαι περὶ θεοῦ, πιστεῦσαι δὲ θεμέλιος γνώσεως, ἄμφω δὲ ὁ Χριστός, ὅ τε θεμέλιος ἥ τε ἐποικοδομή, δι᾿ οὗ καὶ ἡ ἀρχὴ καὶ τὰ τέλη. καὶ τὰ μὲν ἄκρα οὐ διδάσκεται, ἥ τε ἀρχὴ καὶ τὸ τέλος, πίστις λέγω καὶ ἡ ἀγάπη, ἡ γνῶσις δὲ ἐκ παραδόσεως διαδιδομένη κατὰ χάριν θεοῦ τοῖς ἀξίους σφᾶς αὐτοὺς τῆς διδασκαλίας παρεχομένοις οἷον παρακαταθήκη ἐγχειρίζεται, ἀφ᾿ ἧς τὸ τῆς ἀγάπης ἀξίωμα ἐκλάμπει ἐκ φωτὸς εἰς φῶς. εἴρηται γὰρ »τῷ ἔχοντι προστεθήσεται«, τῇ μὲν πίστει ἡ γνῶσις, τῇ δὲ γνώσει ἡ ἀγάπη, τῇ ἀγάπῃ δὲ ἡ κληρονομία.

因为可以这么说,知识乃是作为人之人的完全,是通过对属神之事的认知,在品行、生活与言论上得以成全,与自身并与神的道相调和、相一致。因为信心借着这知识而得以完全,信者唯独通过这种途径才成为完全人。信心固然是一种内住的善,即使不寻求神,也承认祂的存在,并荣耀祂为实有者。因此,必须从这信心被引拔上来,并在其中借着神的恩典得以增长,从而尽可能获得关于祂的知识。然而我们主张,知识有别于通过教导而产生的智慧。因为就其为知识而言,在这一方面它必定也是智慧;但就其为智慧而言,却未必是知识。因为智慧之名仅在口宣言语的[范围]中显现。然而,对神不存疑惑而相信,乃是知识的根基;并且二者都是基督,无论是根基还是上层建筑,起点与终局皆通过祂而成。虽然两极——我指的是起点与终局,即信心与爱心——不是教出来的,但知识依照神的恩典由传承而传递,如同一件托付交在那些使自己配得受教的人手中;爱心的尊严由此从光进入光而闪耀。因为经上记着说:“凡有的,还要加给他”:加给信心的是知识,加给知识的是爱心,而加给爱心的则是基业。

§7.10.56

γίνεται δὲ τοῦτο, ὁπόταν τις κρεμασθῇ τοῦ κυρίου διά τε πίστεως διά τε γνώσεως διά τε ἀγάπης καὶ συναναβῇ αὐτῷ ἔνθα ἐστὶν ὁ τῆς πίστεως ἡμῶν καὶ ἀγάπης θεὸς καὶ φρουρός· ὅθεν ἐπὶ τέλει ἡ γνῶσις παραδίδοται τοῖς εἰς τοῦτο ἐπιτηδείοις καὶ ἐγκρίτοις διὰ τὸ πλείονος παρασκευῆς καὶ προγυμνασίας δεῖσθαι καὶ πρὸς τὸ ἀκούειν τῶν λεγομένων καὶ εἰς καταστολὴν βίου καὶ εἰς τὸ ἐπὶ πλέον τῆς κατὰ νόμον δικαιοσύνης κατ᾿ ἐπίτασιν προεληλυθέναι. αὕτη πρὸς τέλος ἄγει τὸ ἀτελεύτητον καὶ τέλειον, προδιδάσκουσα τὴν ἐσομένην ἡμῖν κατὰ τὸν θεὸν μετὰ θεῶν δίαιταν, ἀπολυθέντων ἡμῶν κολάσεως καὶ τιμωρίας ἁπάσης. ἃς ἐκ τῶν ἁμαρτημάτων εἰς παιδείαν ὑπομένομεν σωτήριον· μεθ᾿ ἣν ἀπολύτρωσιν τὸ γέρας καὶ αἱ τιμαὶ τελειωθεῖσιν ἀποδίδονται, πεπαυμένοις μὲν τῆς καθάρσεως, πεπαυμένοις δὲ καὶ λειτουργίας τῆς ἄλλης, κἂν ἁγία ᾖ καὶ ἐν ἁγίοις· ἔπειτα καθαροὺς τῇ καρδίᾳ γενομένους κατὰ τὸ προσεχὲς τοῦ κυρίου προσμένει τῇ θεωρίᾳ τῇ ἀιδίῳ ἀποκατάστασις.1 καὶ θεοὶ τὴν προσηγορίαν κέκληνται, [οἱ] σύνθρονοι τῶν ἄλλων θεῶν, τῶν ὑπὸ τῷ σωτῆρι πρώτων τεταγμένων, γενησόμενοι. ταχεῖα τοίνυν εἰς κάθαρσιν ἡ γνῶσις καὶ ἐπιτήδειος εἰς τὴν ἐπὶ τὸ κρεῖττον εὐπρόσδεκτον μεταβολήν.

而当人借着信心、借着知识、借着爱心紧紧依附于主,并与祂一同升到我们信心与爱心的神及守护者所在之处时,这事便成就了。因此,知识最终传授给那些合宜且被选定的人,因为这在聆听所说的话上、在生活的规整上,以及在依其强化而超越律法之义的进深上,皆需要更多的准备和预先操练。知识将人引向那无尽且完全的终局,预先教导我们将来依着神而与诸神同在的生活;那时我们已脱离了一切因罪恶而为了拯救的训管所忍受的惩罚与刑罚。在这一救赎之后,奖赏与荣耀将赐给那些达到完全的人,他们已止息了洁净之工,亦止息了其他事奉,哪怕那事奉是圣洁且在圣徒中间的;随后,对于那些心里洁净的人,在靠近主的同在之中等待着他们的是向永远观照的复归。他们亦被称为“神”,因为他们将要与在救主之下位居先列的其他诸神同享宝座。因此,知识能迅速促成洁净,并宜于迎向变得更好的欣然转变。

§7.10.57

ὅθεν καὶ ῥᾳδίως εἰς τὸ συγγενὲς τῆς ψυχῆς θεῖόν τε καὶ ἅγιον μετοικίζει καὶ διά τινος οἰκείου φωτὸς διαβιβάζει τὰς προκοπὰς τὰς μυστικὰς τὸν ἄνθρωπον, ἄχρις ἂν εἰς τὸν κορυφαῖον ἀποκαταστήσῃ τῆς ἀναπαύσεως τόπον, τὸν καθαρὸν τῇ καρδίᾳ πρόσωπον πρὸς πρόσωπον ἐπιστημονικῶς καὶ καταληπτικῶς τὸν θεὸν ἐποπτεύειν διδάξασα. ἐνταῦθα γάρ που τῆς γνωστικῆς ψυχῆς ἡ τελείωσις, πάσης καθάρσεώς τε καὶ λειτουργίας ὑπεκβᾶσαν σὺν τῷ κυρίῳ γίγνεσθαι,2 ὅπου ἐστὶν προσεχῶς ὑποτεταγμένη. ἡ μὲν οὖν πίστις σύντομός ἐστιν, ὡς εἰπεῖν, τῶν κατεπειγόντων γνῶσις, ἡ γνῶσις δὲ ἀπόδειξις τῶν διὰ πίστεως παρειλημμένων ἰσχυρὰ καὶ βέβαιος, διὰ τῆς κυριακῆς διδασκαλίας ἐποικοδομουμένη τῇ πίστει εἰς τὸ ἀμετάπτωτον καὶ μετ᾿ ἐπιστήμης [καὶ] καταληπτὸν παραπέμπουσα. καί μοι δοκεῖ πρώτη τις εἶναι μεταβολὴ σωτήριος ἡ ἐξ ἐθνῶν εἰς πίστιν, ὡς προεῖπον, δευτέρα δὲ ἡ ἐκ πίστεως εἰς γνῶσιν· ἣ δέ, εἰς ἀγάπην περαιουμένη, ἐνθένδε ἤδη φίλον φίλῳ τὸ γιγνῶσκον τῷ γιγνωσκομένῳ παρίστησιν. καὶ τάχα ὁ τοιοῦτος ἐνθένδε ἤδη προλαβὼν ἔχει τὸ »ἰσάγγελος« εἶναι. μετὰ γοῦν τὴν ἐν σαρκὶ τελευταίαν ὑπεροχὴν ἀεὶ κατὰ τὸ προσῆκον ἐπὶ τὸ κρεῖττον μεταβάλλων, εἰς τὴν πατρῴαν αὐλὴν ἐπὶ τὴν κυριακὴν ὄντως διὰ τῆς ἁγίας ἑβδομάδος ἐπείγεται μονήν, ἐσόμενος, ὡς εἰπεῖν, φῶς ἑστὸς καὶ μένον ἀιδίως, πάντῃ πάντως ἄτρεπτον.

由此,知识亦能轻易地将人迁入与灵魂同类的属神与圣洁之境,并借着某种特有的光导引人历经属奥秘的进阶,直到将人复归于安息之至高境界,教导心里洁净之人面对面地、确知且明了地瞻仰神。因为诺斯替之灵魂的完全大概就在于此:超越一切洁净与事奉,在它直接隶属之处与主同在。因此,可以说信心是关于迫切之事的简明认知,而知识则是对借着信心所领受之事的坚固而确凿的论证,它通过主的教导建造在信心之上,导向不移之境及伴随着真知的确实领悟。在我看来,正如我先前所说,第一种拯救性的转变是从外邦人走向信心,第二种转变则是从信心走向知识;而这知识在爱中得以完成,由此立刻使认知者作为朋友显现在被认知的朋友面前。或许这样的人在此处已经预先获得了“同于天使”的身份。无论如何,在肉身中的最终超越之后,依照应有的次序始终向着更美善转变,穿过神圣的七日(安息),奔向父之庭院,进入真正的属主之居所,宛如成为在各方面全然不移、永远立定长存的光。

语法注2 条
  1. 7.10.56καθαροὺς τῇ καρδίᾳ γενομένους κατὰ τὸ προσεχὲς τοῦ κυρίου προσμένει τῇ θεωρίᾳ τῇ ἀιδίῳ ἀποκατάστασις

    此句为语序倒置结构:句末的主格名词 ἀποκατάστασις 是主谓语动词 προσμένει(单数)的主语,而置于句首的宾格短语 καθαροὺς τῇ καρδίᾳ γενομένους 则作为 προσμένει 的直接宾语(即“向永远观照的复归等待着那些心里洁净的人”)。与格短语 τῇ θεωρίᾳ τῇ ἀιδίῳ 表示复归的目标,κατὰ τὸ προσεχὲς τοῦ κυρίου 作状语,意为“在靠近主的同在之中”。

  2. 7.10.57πάσης καθάρσεώς τε καὶ λειτουργίας ὑπεκβᾶσαν σὺν τῷ κυρίῳ γίγνεσθαι

    虽然此处修饰前文的属格名词 τῆς γνωστικῆς ψυχῆς,但由于不定式 γίγνεσθαι 要求其逻辑主语作宾格(宾格加不定式结构),因此分词 ὑπεκβᾶσαν 采用了阴性单数宾格。整句表述“诺斯替之灵魂的完全,在于超越一切洁净与事奉而与主同在”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.10.55-7.10.57