← 亚历山太的革利免

杂记

§7.7.48-7.7.49

将一生化为神圣节日的诺斯替者之交通

神借由万物协力促成追求德性之人的救恩,并奖赏尽己所能预备妥当的诺斯替之人;因此,诺斯替之人将全生化为圣洁节日,不借口头多言,而借由内在祈祷与善行不息地与神交通。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.7.48

ἢ γὰρ οὐχὶ τῶν ἀγαθῶν ἀνδρῶν χάριν καὶ εἰς τὴν τούτων χρῆσιν καὶ ὠφέλειαν, μᾶλλον δὲ σωτηρίαν τὰ πάντα γέγονεν; οὔκουν ἀφέλοιτο ἂν τούτους τὰ δι᾿ ἀρετήν, δι᾿ οὓς τὰ γεγονότα.1 δῆλον γὰρ ὡς τὴν φύσιν αὐτῶν τὴν ἀγαθὴν καὶ τὴν προαίρεσιν τὴν ἁγίαν τιμῴη ἂν ὅς γε καὶ τοῖς εὖ βιοῦν ἐπανῃρημένοις ἰσχὺν πρὸς τὴν λοιπὴν σωτηρίαν ἐμπνεῖ, τοῖς μὲν προτρέπων μόνον. τοῖς δὲ ἀξίοις γενομένοις ἐξ ἑαυτῶν καὶ συλλαμβανόμενος· ἐπιγεννηματικὸν γὰρ ἅπαν τῷ γνωστικῷ τὸ ἀγαθόν, εἴ γε δὴ τὸ τέλος ἐστὶν αὐτῷ ἐπίστασθαι καὶ πράσσειν ἐπιστημόνως ἕκαστον. ὡς δὲ ὁ ἰατρὸς ὑγείαν παρέχεται τοῖς συνεργοῦσι πρὸς ὑγείαν, οὕτως καὶ ὁ θεὸς τὴν ἀίδιον σωτηρίαν τοῖς συνεργοῦσι πρὸς γνῶσίν τε καὶ εὐπραγίαν, σὺν δὲ τῷ ποιεῖν, ὄντων ἐφ᾿ ἡμῖν ἃ προστάττουσιν αἱ ἐντολαί, καὶ ἡ ἐπαγγελία τελειοῦται. καί μοι δοκεῖ κἀκεῖνο καλῶς παρὰ τοῖς Ἕλλησι λέγεσθαι· ἀθλητής τις οὐκ ἀγεννὴς ἐν τοῖς πάλαι πολλῷ τῷ χρόνῳ τὸ σωμάτιον εὖ μάλα πρὸς ἀνδρείαν ἀσκήσας εἰς Ὀλύμπι᾿ ἀναβάς, εἰς τοῦ Πισαίου Διὸς τὸ ἄγαλμα ἀποβλέψας, »εἰ πάντα«, εἶπεν »ὦ Ζεῦ, δεόντως μοι τὰ πρὸς τὸν ἀγῶνα παρεσκεύασται, ἀπόδος φέρων δικαίως τὴν νίκην ἐμοί2«. Ὧιδε γὰρ καὶ τῷ γνωστικῷ, ἀνεπιλήπτως καὶ εὐσυνειδήτως τὰ παρ᾿ ἑαυτοῦ πάντα ἐκπεπληρωκότι εἴς τε τὴν μάθησιν εἴς τε τὴν συνάσκησιν εἴς τε τὴν εὐποιίαν καὶ εἰς τὴν εὐαρέστησιν τῷ θεῷ, τὸ πᾶν συναίρεται πρὸς τὴν τελειοτάτην σωτηρίαν. ταῦτ᾿ οὖν ἀπαιτεῖται παρ᾿ ἡμῶν. τὰ ἐφ᾿ ἡμῖν καὶ τῶν πρὸς ἡμᾶς ἀνηκόντων, παρόντων τε καὶ ἀπόντων, αἵρεσίς τε καὶ πόθος καὶ κτῆσις καὶ χρῆσις καὶ διαμονή.

万物难道不正是为了善人、为了他们的使用和益处,或者更确切地说,为了他们的救恩而受造的吗?因此,凡万物因之而受造的那些人,神绝不会剥夺他们因德性而存有的诸物。因为显而易见,祂必看重他们良善的本性与圣洁的选择,祂甚至将通向其余救恩的力量吹入那些立志度良善生活之人的心中;对有些人祂仅仅劝勉,但对那些凭己力成为配得之人,祂亦予以援助。因为对于诺斯替之人而言,假若其终极目的乃是认识并以知性的方式行每一件事,那么每一件善事都属于派生之益。正如医师为那些协助健康的人提供健康,神同样也为那些协力于知识与善行的人提供永远的救恩;随着这行践,鉴于诫命所吩咐的事皆在我们的权能范围之内,应许亦得以成全。在我看来,希腊人中的那句格言也说得极为妥当:古时一位卓绝的竞技家,历经漫长岁月为勇敢之德极力锻炼躯体,登临奥林匹亚,仰望比萨的宙斯雕像说道:“宙斯啊,如果关乎竞技的万事已由我按理预备妥当,请公正地将胜利颁赐于我吧。” 因为对于诺斯替之人也是如此,凡无可指摘且克尽良知地在学习、同修、行善以及取悦于神上完全尽了自己本分的人,万物皆通力合作以致其最完满的救恩。因此,这些乃是向我们所要求的:凡在我们权能范围之内的事物,以及对属于我们的、无论现存还是缺席之事物的选择、渴求、获取、使用与持久坚守。

§7.7.49

Διὸ καὶ ἄχραντον τὴν ψυχὴν ἔχειν χρὴ καὶ ἀμίαντον εἰλικρινῶς τὸν προσομιλοῦντα τῷ θεῷ, μάλιστα μὲν ἀγαθὸν τελέως ἑαυτὸν ἐξειργασμένον. εἰ δὲ μή, κἂν προκόπτοντα ἐπὶ τὴν γνῶσιν καὶ ἐφιέμενον αὐτῆς, τῶν δὲ τῆς κακίας ἔργων τέλεον ἀπεσπασμένον. ἀλλὰ καὶ τὰς εὐχὰς ἁπάσας ἐπιεικῶς ἅμα καὶ μετ᾿ ἐπιεικῶν ποιεῖσθαι πρέπον ἐστίν· σφαλερὸν γὰρ τοῖς ἑτέρων ἁμαρτήμασι συνεπιγράφεσθαι. περὶ τούτων ἄρα ὁ γνωστικὸς καὶ συνεύξεται τοῖς κοινότερον πεπιστευκόσι, περὶ ὧν καὶ συμπράττειν καθήκει. ἅπας δὲ ὁ βίος αὐτοῦ πανήγυρις ἁγία. αὐτίκα θυσίαι μὲν αὐτῷ εὐχαί τε καὶ αἶνοι καὶ αἱ πρὸ τῆς ἑστιάσεως ἐντεύξεις τῶν γραφῶν, ψαλμοὶ δὲ καὶ ὕμνοι παρὰ τὴν ἑστίασιν πρό τε τῆς κοίτης, ἀλλὰ καὶ νύκτωρ εὐχαὶ πάλιν. διὰ τούτων ἑαυτὸν ἑνοποιεῖ τῷ »θείῳ χορῷ«, ἐκ τῆς συνεχοῦς μνήμης εἰς ἀείμνηστον θεωρίαν ἐντεταγμένος. τί δ᾿; οὐ καὶ τὴν ἄλλην θυσίαν τὴν κατὰ τοὺς δεομένους ἐπίδοσιν καὶ δογμάτων καὶ χρημάτων γιγνώσκει; καὶ μάλα. ἀλλὰ τῇ διὰ στόματος εὐχῇ οὐ πολυλόγῳ χρῆται, παρὰ τοῦ κυρίου καὶ ἃ χρὴ αἰτεῖσθαι μαθών. ἐν παντὶ τοίνυν τόπῳ. οὐκ ἄντικρυς δὲ οὐδὲ ἐμφανῶς τοῖς πολλοῖς εὔξεται· ὃ δὲ καὶ περιπάτῳ χρώμενος καὶ ὁμιλίᾳ καὶ ἡσυχίᾳ καὶ ἀναγνώσει καὶ τοῖς ἔργοις τοῖς κατὰ λόγον κατὰ πάντα τρόπον εὔχεται· κἂν ἐν αὐτῷ »τῷ ταμιείῳ« τῆς ψυχῆς ἐννοηθῇ μόνον καὶ »ἀλαλήτοις στεναγμοῖς ἐπικαλέσηται τὸν πατέρα«, ὃ δὲ ἐγγὺς καὶ ἔτι λαλοῦντος πάρεστιν.3 τριῶν δ᾿ ὄντων πάσης πράξεως τελῶν διὰ μὲν τὸ καλὸν καὶ τὸ συμφέρον πάντα ἐνεργεῖ, τὸ δὲ ἐπιτελεῖν διὰ τὸ ἡδὺ τοῖς τὸν κοινὸν βίον διώκουσιν καταλιμπάνει.

因此,与神交往相交之人,必须使灵魂纯洁且毫无玷污,最好是将自己完全铸就为至善之人;若不能,也至少要不断向知识进阶并渴求知识,且与邪恶的作为全然断绝。不仅如此,合宜的做法是以公平宽厚之心,并与公平宽厚之人一同献上一切祈祷;因为在别人的罪恶上签名附和乃是凶险的。因此,在与他们共同践行亦属合宜的这些事上,诺斯替之人也会与那些以平常方式信靠的人一同祈祷。他的整个生命乃是一场圣洁的节日庆典。实际上,对他而言,祈祷、赞美与进餐前的经文诵读皆是祭物,进餐时与就寝前的诗篇与颂歌亦是如此,甚至在夜间亦再度祈祷。借由这些,他使自己与“神圣歌队”合而为一,由持续不绝的忆念而被列入永恒受忆的观照之中。怎么,难道他不知道另一种祭物,即按照缺乏者之需施予教义与钱财吗?当然深知。但他并不使用冗词繁复的口头祈祷,因他已从主那里受教应当祈求何物。因此,他在任何地方祈祷,并不公开显露,亦不显现于大众面前;而是无论在漫步、交谈、静默、阅读,或合乎理性的行动中,他以各种方式祈祷;即便他仅仅在灵魂那“密室”中沉思,并“以说不出来的叹息呼求父”,当他还在说话时,父已临近且同在。而在一切行为的三种目的中,他为着崇高(美)与有益而行一切事,至于因着快乐而行事,则留给那些追逐庸常生活的人。

语法注3 条
  1. 7.7.48οὔκουν ἀφέλοιτο ἂν τούτους τὰ δι᾿ ἀρετήν, δι᾿ οὓς τὰ γεγονότα

    动词 ἀφαιρέομαι(剥夺)在此构成双宾格结构:表示被剥夺之人的宾格(τούτους)与表示被剥夺之物的宾格(τὰ δι᾿ ἀρετήν,“因德性而存有的诸物”)。关系从句 δι᾿ οὓς τὰ γεγονότα(“万物因之而受造的那些人”)修饰先行词 τούτους。句首的 οὔκουν 结合潜在希求法表达强烈的推论性否定(“绝不会剥夺……”)。

  2. 7.7.48ἀπόδος φέρων δικαίως τὴν νίκην ἐμοί

    现在分词 φέρων 与祈使语气动词 ἀπόδος(赐予、交付)连用,既可作环境状语表示伴随动作(“携来并赐予”),亦可作习语性用法以强化动作的果决与即时性(“径直/公允地赐予”)。

  3. 7.7.49ὃ δὲ καὶ περιπάτῳ χρώμενος... ὃ δὲ ἐγγὺς καὶ ἔτι λαλοῦντος πάρεστιν

    文中的两处 ὃ δέ 作指示代词,分别指代不同的主体。第一处 ὃ δέ 指前述的诺斯替之人(“而他……祈祷”);第二处 ὃ δέ 则指天父(“但父已临近……”)。后句中的 ἔτι λαλοῦντος 为属格独立结构,其逻辑主语为正在祈祷的诺斯替之人(“当他还在说话时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.7.48-7.7.49