← 亚历山太的革利免

杂记

§7.7.45-7.7.47

真正诺斯替者的德性与对神圣护理的信赖

阐述了真正的诺斯替之人的德性品格、公正心态以及对神圣护理的绝对信赖,说明他不求世俗利益,只祈求观照与德性的持久不失,在神圣知识中达至自足。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.7.45

Ἀξιολόγως [ὁ] γοῦν τὰ περὶ θεοῦ διειληφώς, δεδιδαγμένος πρὸς αὐτῆς τῆς ἀληθείας χοροῦ μυστικοῦ, λόγῳ τῷ προτρέποντι ἐπὶ> τὸ μέγεθος τῆς ἀρετῆς. κατ᾿ ἀξίαν αὐτήν τε καὶ τὰ ἀπ᾿ αὐτῆς ἐνδεικνυμένῳ, χρῆται,1 μετὰ διάρματος ἐνθέου τῆς εὐχῆς τοῖς νοητοῖς καὶ πνευματικοῖς ὡς ἔνι μάλιστα γνωστικῶς οἰκειούμενος. ὅθεν ἥμερος καὶ πρᾶος ἀεί, εὐπρόσιτος, εὐαπάντητος, ἀνεξίκακος, εὐγνώμων, εὐσυνείδητος, αὐστηρός· οὗτος ἡμῖν ὁ αὐστηρὸς οὐκ εἰς τὸ ἀδιάφθορον μόνον, ἀλλὰ καὶ εἰς τὸ ἀπείραστον (οὐδαμῇ γὰρ ἐνδόσιμον οὐδὲ ἁλώσιμον ἡδονῇ τε καὶ λύπῃ τὴν ψυχὴν παρίστησιν). δικαστής, ἐὰν ὁ λόγος καλῇ. ἀκλινὴς γενόμενος μηδ᾿ ὁτιοῦν τοῖς πάθεσι χαριζόμενος, ἀμεταστάτως ᾗ πέφυκεν τὸ δίκαιον πορεύεσθαι βαδίζων, πεπεισμένος εὖ μάλα παγκάλως διοικεῖσθαι τὰ πάντα καὶ εἰς τὸ ἄμεινον ἀεὶ τὴν προκοπὴν προϊέναι ταῖς ἀρετὴν ἑλομέναις ψυχαῖς, ἔστ᾿ ἂν ἐπ᾿ αὐτὸ ἀφίκωνται τὸ ἀγαθόν, »ἐπὶ προθύροις« ὡς εἰπεῖν τοῦ πατρὸς προσεχεῖς τῷ μεγάλῳ ἀρχιερεῖ γενόμεναι. Οὗτος ἡμῖν ὁ γνωστικὸς ὁ πιστός, ὁ πεπεισμένος ἄριστα διοικεῖσθαι τὰ κατὰ τὸν κόσμον. ἀμέλει πᾶσιν εὐαρεστεῖται τοῖς συμβαίνουσιν.

因此,凡以相称的方式领会关乎神之事、受教于真理本身的奥秘歌队之人,便运用劝勉人追求德性之伟大的言辞,这言辞按其价值彰显德性自身及由之所生之物;他借着祈祷的神圣飞扬,以最合乎诺斯替的方式尽可能使自己同化于理智界与属灵之物。因此,他始终温良柔顺、易于接近、平易近人、容忍宽厚、明达通情、克尽良知而又严峻笃实;我们这位严峻笃实之人,不仅在于不可败坏,亦在于无可试探(因为他决不让自己的灵魂向快乐与痛苦屈服或投降)。若道(逻各斯)召他,他便成为不偏不倚的审判官,丝毫不顺从激情,坚定不移地行走在正义本然当行之路上,深信万事皆被极尽美好地治理,且深信对于拣选德性的灵魂而言,进境始终朝向更美善之事发展,直至抵达至善本身,可谓在父的“门廊上”亲近于伟大的大祭司。 我们这位信实的诺斯替之人,坚信世间之事皆被极尽完善地治理;诚然,他对所发生的一切皆心满意足。

§7.7.46

εὐλόγως οὖν οὐδὲν ἐπιζητεῖ τῶν κατὰ τὸν βίον εἰς τὴν ἀναγκαίαν χρῆσιν εὐθέτων, πεπεισμένος ὡς ὁ τὰ πάντα εἰδὼς θεὸς ὅ τι ἂν συμφέρῃ καὶ οὐκ αἰτουμένοις τοῖς ἀγαθοῖς χορηγεῖ. καθάπερ γάρ, οἶμαι, τῷ τεχνικῷ τεχνικῶς καὶ τῷ ἐθνικῷ ἐθνικῶς, οὕτω καὶ τῷ γνωστικῷ γνωστικῶς ἕκαστα ἀποδίδοται. καὶ ὁ μὲν ἐξ ἐθνῶν ἐπιστρέφων τὴν πίστιν, ὁ δὲ εἰς γνῶσιν ἐπαναβαίνων »τῆς ἀγάπης τὴν τελειότητα« αἰτήσεται. κορυφαῖος δ᾿ ἤδη ὁ γνωστικὸς θεωρίαν εὔχεται αὔξειν τε καὶ παραμένειν, καθάπερ ὁ κοινὸς ἄνθρωπος τὸ συνεχὲς ὑγιαίνειν. ναὶ μὴν μηδὲ ἀποπεσεῖν ποτε τῆς ἀρετῆς αἰτήσεται, συνεργῶν μάλιστα πρὸς τὸ ἄπτωτος διαγενέσθαι. οἶδεν γὰρ καὶ τῶν ἀγγέλων τινὰς ὑπὸ ῥᾳθυμίας ὀλισθήσαντας αὖθις χαμαὶ μηδέπω τέλεον εἰς τὴν μίαν ἐκείνην ἕξιν ἐκ τῆς εἰς τὴν διπλόην ἐπιτηδειότητος ἐκθλίψαντας ἑαυτούς. τῷ δὲ ἐνθένδε εἰς γνώσεως ἀκρότητα καὶ τὸ ἐπαναβεβηκὸς ὕψος ἀνδρὸς ἐντελοῦς γεγυμνασμένῳ πρὸ ὁδοῦ τὰ κατὰ χρόνον καὶ τόπον ἅπαντα,2 ἀμεταπτώτως βιοῦν ἑλομένῳ καὶ ἀσκοῦντι διὰ τὴν τῆς γνώμης πάντοθεν μονότονον ἑδραιότητα· ὅσοις δὲ βρίθουσά τις ἔτι ὑπολείπεται † γωνία κάτω ῥέπουσα, [καὶ] κατασπᾶται τὸ διὰ τῆς πίστεως ἀναγόμενον. τῷ ἄρα ἀναπόβλητον τὴν ἀρετὴν ἀσκήσει γνωστικῇ πεποιημένῳ φυσιοῦται ἡ ἕξις, καὶ καθάπερ τῷ λίθῳ τὸ βάρος, οὕτως τῷδε ἡ ἐπιστήμη ἀναπόβλητος οὐκ ἀκουσίως, ἀλλ᾿ ἑκουσίως, δυνάμει λογικῇ καὶ γνωστικῇ καὶ προνοητικῇ, καθίσταται.

因此,他理所当然丝毫不寻求生活中适合必需之用的任何事物,因为他深信无所不知的神必将有益之事供给善人,即便他们并不祈求。因为正如我认为的,工匠以工匠的方式、异教徒以异教徒的方式得其报应,每个事物同样也以诺斯替的方式报还给诺斯替之人。由异教回头之人将祈求信心,而进升于知识之人将祈求“爱的完满”。至于已臻巅峰的诺斯替之人,则祈求观照得以增长并持久存留,正如平常之人祈求持续的健康。不仅如此,他更将祈求永不从德性中失落,尽己所能协作以达至免于跌倒。因为他知道,甚至有些天使也因怠惰而重新滑落于尘世,未能完全从偏向二元状态的倾向中将自己提炼升华至那唯一的稳固品态。然而,对于从今世受操练以至于知识巅峰与完全人挺拔高度之人而言,顺应时间与空间的一切事物皆是其前行之路的助益,因他凭借思想在各方面的纯一坚固,选择并操练不屈不挠地生活;而在那些仍残留有下坠之沉重边角的人身上,借着信心被引向高处者便被拉扯下来。因此,对于借由诺斯替操练而使德性不可剥夺之人,这种品质便成为第二天性;正如重量之于石头,知识对于他也同样以不可剥夺之势确立下来,这并非出于被迫,而是出于自愿,凭借理性、知性与前瞻的力量。

§7.7.47

Ἐπεὶ δὲ τὸ μὴ ἀποβληθὲν δι᾿ εὐλαβείας δι᾿ εὐλογιστίας ἀναπόβλητον γίνεται, τῆς μὲν εὐλαβείας πρὸς τὸ μὴ ἁμαρτάνειν, τῆς δὲ εὐλογιστίας πρὸς τὸ ἀναπόβλητον τῆς ἀρετῆς ἀνθέξεται. ἡ γνῶσις δὲ ἔοικεν τὴν εὐλογιστίαν παρέχειν, διορᾶν διδάσκουσα τὰ βοηθεῖν πρὸς τὴν παραμονὴν τῆς ἀρετῆς δυνάμενα. μέγιστον ἄρα ἡ γνῶσις τοῦ θεοῦ. διὸ καὶ ταύτῃ σῴζεται τὸ ἀναπόβλητον τῆς ἀρετῆς. ὁ δὲ ἐγνωκὼς τὸν θεὸν ὅσιος καὶ εὐσεβής. μόνος ἄρα ὁ γνωστικὸς εὐσεβὴς ἡμῖν εἶναι δέδεικται. οὗτος χαίρει μὲν ἐπὶ τοῖς παροῦσιν ἀγαθοῖς, γέγηθεν δὲ ἐπὶ τοῖς ἐπηγγελμένοις, ὡς ἤδη παροῦσιν. οὐ γὰρ λέληθεν αὐτὸν ὡς ἂν ἀπόντα ἔτι, δι᾿ ὧν ἔγνω φθάσας οἷά ἐστιν.3 τῇ γνώσει οὖν πεπεισμένος [καὶ] ὡς ἔστιν ἕκαστον τῶν μελλόντων κέκτηται τοῦτο. τὸ γὰρ ἐνδεὲς καὶ ἐπιδεὲς πρὸς τὸ ἐπιβάλλον μετρεῖται. εἰ γοῦν σοφίαν κέκτηται καὶ θεῖον ἡ σοφία, ὁ ἀνενδεοῦς μετέχων ἀνενδεὴς εἴη ἄν. οὐ γὰρ ἡ τῆς σοφίας μετάδοσις κινούντων καὶ ἰσχόντων ἀλλήλους τῆς τε ἐνεργείας καὶ τοῦ μετέχοντος γίνεται, οὐδὲ ἀφαιρουμένου τινὸς οὐδὲ ἐνδεοῦς γινομένου· ἀμείωτος δ᾿ οὖν ἡ ἐνέργεια δι᾿ αὐτῆς τῆς μεταδόσεως δείκνυται. οὕτως οὖν πάντα ἔχει τὰ ἀγαθὰ ὁ γνωστικὸς ἡμῖν κατὰ τὴν δύναμιν, οὐδέπω δὲ καὶ κατὰ τὸν ἀριθμόν, ἐπεὶ κἂν ἀμετάθετος ἦν4 κατὰ τὰς ὀφειλομένας ἐνθέους προκοπάς τε καὶ διοικήσεις. Τούτῳ συλλαμβάνει καὶ ὁ θεὸς προσεχεστέρᾳ τιμήσας ἐπισκοπῇ.

既然借由谨慎而未被舍弃之物,是通过明智的深思熟虑而成为不可剥夺的,那么为了不犯罪,他必执守谨慎;为了德性的不可剥夺,他必坚持深思熟虑。而知识似乎能提供这等深思熟虑,因其教导人看清能辅助德性持久存留的事物。因此,认识神乃是至大之事;德性的不可剥夺亦借此得以保全。认识神的人是圣洁与虔敬的;因此,唯独诺斯替之人对我们而言已被证明是虔敬的。此人因现存的善物而喜乐,并因所应许的善物而欢欣,仿佛这些善物已然临在;因借着预先知晓它们是何等事物,它们便不曾像仍不在场一般瞒过他。因此,他在知识的确信中,将未来的每一件事物当作现存而予以拥有。因为匮乏与不足,乃是对照于所应得的分量而被衡量的;假若他拥有智慧,且智慧是属神的,那么分有无缺乏者的人便当是无缺乏的。因为智慧的传授并非通过活动与分有者彼此推挤制约而发生,亦非通过某物被剥离或变得匮乏而成就;相反,活动借由传授本身而被显明是毫无减损的。如此看来,我们的诺斯替之人按潜能拥有一切善物,但尚未按数量拥有全部,否则他在应得的神圣进境与治理中就已成固定不可变易的了。 神亦以更为亲近的眷顾垂青于他,助他一臂之力。

语法注4 条
  1. 7.7.45λόγῳ τῷ προτρέποντι ἐπὶ τὸ μέγεθος τῆς ἀρετῆς, κατ᾿ ἀξίαν αὐτήν τε καὶ τὰ ἀπ᾿ αὐτῆς ἐνδεικνυμένῳ, χρῆται

    动词 χρῆται 支配与格,在此以前置的与格短语 λόγῳ τῷ προτρέποντι ... ἐνδεικνυμένῳ 作为其直接宾语。句子的主语是由句首主格分词 διειληφώς 与 δεδιδαγμένος 所修饰的诺斯替之人。

  2. 7.7.46πρὸ ὁδοῦ τὰ κατὰ χρόνον καὶ τόπον ἅπαντα

    此处使用了惯用短语 πρὸ ὁδοῦ(意为“对前行有益”、“助益进境”),系动词 ἐστί 被省略。中性复数主语 τὰ κατὰ χρόνον καὶ τόπον ἅπαντα 作其主语,与前文的与格分词短语 τῷ ... γεγυμνασμένῳ 构成指涉关系(“对于受操练者而言,……一切皆是有益的”)。

  3. 7.7.47οὐ γὰρ λέληθεν αὐτὸν ὡς ἂν ἀπόντα ἔτι, δι᾿ ὧν ἔγνω φθάσας οἷά ἐστιν

    动词 λανθάνω(意为“未被察觉”、“向……隐瞒”)支配宾格 αὐτόν。其主语承前指代被应许的善物;ὡς ἂν ἀπόντα ἔτι 表达“仿佛它们仍未临在”的样态。在随后的 διʼ ὧν 关系从句中,分词 φθάσας 起到“抢先、预先”的副词性作用。

  4. 7.7.47ἐπεὶ κἂν ἀμετάθετος ἦν

    连词 ἐπεί 在此起“否则(otherwise)”的作用,与 κἂν (= καὶ ἄν) 以及未完成过去时直陈式 ἦν 连用,构成与事实相反的虚拟结果主句(“否则他在……中就会变得固定不可改变了”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.7.45-7.7.47