← 亚历山太的革利免

杂记

§7.7.43-7.7.44

面向东方的祈祷象征与神对心念的垂听

作者论证神在任何时间与地点都能省察内心意念而无需出声祈祷,阐明祈祷朝向东方的象征意义,并将恶人有害的祈求与真正诺斯替之人自足、德性充沛的祈祷与观照进行对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.7.43

Πᾶς οὖν καὶ τόπος ἱερὸς τῷ ὄντι, ἐν ᾧ τὴν ἐπίνοιαν τοῦ θεοῦ λαμβάνομεν, καὶ χρόνος. ὅταν δὲ ὁ εὐπροαίρετος ὁμοῦ καὶ εὐχάριστος δι᾿ εὐχῆς αἰτῆται, ἁμῇ γέ πῃ συνεργεῖ τι πρὸς τὴν λῆψιν, ἀσμένως δι᾿ ὧν εὔχεται τὸ ποθούμενον λαμβάνων. ἐπὰν γὰρ τὸ παρ᾿ ἡμῶν εὐεπίφορον ὁ τῶν ἀγαθῶν λάβῃ δοτήρ, ἀθρόα πάντα τῇ συλλήψει αὐτῇ ἕπεται τὰ ἀγαθά. ἀμέλει ἐξετάζεται διὰ τῆς εὐχῆς ὁ τρόπος, πῶς ἔχει πρὸς τὸ προσῆκον. εἰ δὲ ἡ φωνὴ καὶ ἡ λέξις τῆς νοήσεως χάριν δέδοται ἡμῖν, πῶς οὐχὶ αὐτῆς τῆς ψυχῆς καὶ τοῦ νοῦ ἐπακούει ὁ θεός, ὅπου γε ἤδη ψυχὴ ψυχῆς καὶ νοῦς νοὸς ἐπαΐει; ὅθεν τὰς πολυφώνους γλώσσας οὐκ ἀναμένει ὁ θεὸς καθάπερ οἱ παρὰ ἀνθρώπων ἑρμηνεῖς, ἀλλ᾿ ἁπαξαπλῶς ἁπάντων γνωρίζει τὰς νοήσεις, καὶ ὅπερ ἡμῖν ἡ φωνὴ σημαίνει, τοῦτο τῷ θεῷ ἡ ἔννοια ἡμῶν λαλεῖ, ἣν καὶ πρὸ τῆς δημιουργίας εἰς νόησιν ἥξουσαν ἠπίστατο. ἔξεστιν οὖν μηδὲ φωνῇ τὴν εὐχὴν παραπέμπειν, συντείνοντα1 μόνον [δ᾿] ἔνδοθεν τὸ πνευματικὸν πᾶν εἰς φωνὴν τὴν νοητὴν κατὰ τὴν ἀπερίσπαστον πρὸς τὸν θεὸν ἐπιστροφήν. Ἐπεὶ δὲ γενεθλίου ἡμέρας εἰκὼν ἡ ἀνατολὴ κἀκεῖθεν τὸ φῶς αὔξεται »ἐκ σκότους λάμψαν« τὸ πρῶτον, ἀλλὰ καὶ τοῖς ἐν ἀγνοίᾳ κυλινδουμένοις ἀνέτειλεν γνώσεως ἀληθείας ἡμέρα κατὰ λόγον τοῦ ἡλίου, πρὸς τὴν ἑωθινὴν ἀνατολὴν αἱ εὐχαί.2 ὅθεν καὶ τὰ παλαίτατα τῶν ἱερῶν πρὸς δύσιν ἔβλεπεν, ἵνα οἱ ἀπαντιπρόσωπον τῶν ἀγαλμάτων ἱστάμενοι πρὸς ἀνατολὴν τρέπεσθαι διδάσκωνται. »κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου, ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή«, οἱ ψαλμοὶ λέγουσιν.

因此,凡是我们领受对神的观念的处所与时间,在实在中皆为圣洁。每当心志良善且同时心怀感恩的人借由祈祷祈求时,他在某种程度上都在促成接纳,欣然通过所祈求之事领受所渴望之物。因为善物的赐予者一旦从我们这里接纳了顺应的准备,一切善物便立刻伴随这接纳本身而来。诚然,通过祈祷,人的品性得以被省察,看其面对合宜之事处于何种状态。如果声音与言语是为了思考而赐予我们的,那么神又怎会听不到灵魂本身与理智呢?既然此时灵魂已知晓灵魂,理智已知晓理智。因此神并不像人间的译官那样等待繁杂多音的舌头,而是单纯绝对地知晓所有人的思想;对我们而言声音所表明的,我们的意念便向神言说,而神在造世之前就已知晓这意念必将进入思想。因此,甚至不必用声音发出祈祷,只需依循向着神毫无杂念的回转,在内心将一切属灵之物集中为理智的声音即可。 由于东方是诞生日的象征,光芒从那里初次“照耀出幽暗”而逐渐增强,并且真理知识的白昼也如太阳一般升起照耀那些在无知中打滚的人,因此祈祷是朝向晨曦的东方。正因如此,最古老的神庙也是朝向西方,以便伫立在塑像对面的人们受到教导转向东方。诗篇说:“愿我的祷告如香陈列在你面前,愿我举手如献晚祭。”

§7.7.44

Τοῖς μοχθηροῖς τοίνυν τῶν ἀνθρώπων ἡ εὐχὴ οὐ μόνον εἰς τοὺς ἄλλους, ἀλλὰ καὶ εἰς σφᾶς αὐτοὺς βλαβερωτάτη. εἰ γοῦν καὶ ἅ φασιν εὐτυχήματα αἰτησάμενοι λάβοιεν, βλάπτει λαβόντας αὐτούς, ἀνεπιστήμονας τῆς χρήσεως αὐτῶν ὑπάρχοντας. οἳ μὲν γὰρ ἃ οὐκ ἔχουσιν εὔχονται κτήσασθαι, καὶ τὰ δοκοῦντα ἀγαθά. οὐ τὰ ὄντα, αἰτοῦνται. ὁ γνωστικὸς δὲ ὧν μὲν κέκτηται παραμονήν, ἐπιτηδειότητα δὲ εἰς ἃ μέλλει ὑπερβαίνειν, καὶ † ἀιδιότητα ὧν οὐ λήψεται, αἰτήσεται.3 τὰ δὲ ὄντως ἀγαθὰ τὰ περὶ ψυχὴν εὔχεται εἶναί τε αὐτῷ καὶ παραμεῖναι. ταύτῃ οὐδὲ ὀρέγεταί τινος τῶν ἀπόντων, ἀρκούμενος τοῖς παροῦσιν. οὐ γὰρ ἐλλιπὴς τῶν οἰκείων ἀγαθῶν, ἱκανὸς ὢν ἤδη ἑαυτῷ ἐκ τῆς θείας χάριτός τε καὶ γνώσεως· ἀλλὰ αὐτάρκης μὲν γενόμενος ἀνενδεής τε τῶν ἄλλων, τὸ παντοκρατορικὸν δὲ βούλημα ἐγνωκώς, καὶ ἔχων ἅμα καὶ εὐχόμενος, προσεχὴς τῇ πανσθενεῖ δυνάμει γενόμενος, πνευματικὸς εἶναι σπουδάσας διὰ τῆς ἀορίστου ἀγάπης ἥνωται τῷ πνεύματι. οὗτος ὁ μεγαλόφρων, ὁ τὸ πάντων τιμιώτατον, ὁ τὸ πάντων ἀγαθώτατον κατὰ τὴν ἐπιστήμην κεκτημένος, εὔθικτος μὲν κατὰ τὴν προσβολὴν τῆς θεωρίας, ἔμμονον δὲ τὴν τῶν θεωρητῶν δύναμιν ἐν τῇ ψυχῇ κεκτημένος, τουτέστι τὴν διορατικὴν τῆς ἐπιστήμης δριμύτητα. ταύτην δὲ ὡς ἔνι μάλιστα βιάζεται κτήσασθαι τὴν δύναμιν, ἐγκρατὴς γενόμενος »τῶν ἀντιστρατευομένων τῷ νῷ« καὶ τῇ μὲν θεωρίᾳ ἀδιαλείπτως προσεδρεύων, τῇ ἐφεκτικῇ δὲ τῶν ἡδέων καὶ τῇ κατορθωτικῇ τῶν πρακτέων ἐγγυμνασάμενος ἀσκήσει· πρὸς τούτοις ἐμπειρίᾳ πολλῇ χρησάμενος τῇ κατὰ τὴν μάθησίν τε καὶ τὸν βίον, παρρησίαν ἔχει, οὐ τὴν ἁπλῶς οὕτως ἀθυρόγλωσσον δύναμιν, δύναμιν δὲ ἁπλῷ λόγῳ χρωμένην, μηδὲν τῶν λεχθῆναι δυναμένων κατὰ τὸν προσήκοντα καιρόν, ἐφ᾿ ὧν μάλιστα χρή. ἐπικρυπτομένην μήτε διὰ χάριν μήτε διὰ φόβον.4

因此,对于邪恶之人而言,祈祷不仅对他人,而且对他们自身也是极其有害的。即使他们祈求并领受了所谓的侥幸福祉,这福祉也会在领受之后伤害他们,因为他们对于善用的方式毫无认知。因为他们祈求获得自己所没有的,并且祈求那表象的善物,而非实在的善物。然而诺斯替之人将祈求自己所拥有之物的持久,祈求对即将超越之事物的适应能力,以及祈求那将不会领受之事的永恒性。他祈求关乎灵魂的真正善物归他所有并长久存留。因此他丝毫不渴求不在场之物,满足于现存之事。因为他并不匮乏自身的善物,凭着神圣的恩典与知识已然自足;相反,他既已自足且毫无他求,认识了全能者的旨意,在拥有的同时祈祷,亲近于全能的力量,竭力成为属灵之人,通过无尽的爱与圣灵合而为一。这位心志高尚之人,依循科学知识获得了万物中最尊贵者、万物中最至善者,在投身观照时敏锐果决,在灵魂中持久拥有被观照之物的力量,即知识的洞察之敏锐。他竭尽全力去获得这种力量,克制了“与心志为敌之事”,持续不断地致力于观照,在抑制愉悦与成全当行之事的操练中锻炼自己;除此以外,他在修学与生活中运用了丰富的经验,拥有坦白直言的自由——这并非单纯饶舌的力量,而是运用质朴言辞的力量,在合宜的时机、尤其在应当向其言说的人面前,既不因讨好也不因恐惧而隐瞒任何可以言说之事。

语法注4 条
  1. 7.7.43συντείνοντα

    该阳性宾格单数分词用作非人称动词 ἔξεστιν 之后的不定式(μὴ παραπέμπειν)的逻辑主语。由于非人称句中未明确给出与格人称,不定式的泛指主语依规则采取宾格。

  2. 7.7.43πρὸς τὴν ἑωθινὴν ἀνατολὴν αἱ εὐχαί

    主句省略了系动词或谓语动词(如 εἰσίν 或 γίνονται)。承接前文由 Ἐπεὶ δέ 引导的原因从句,为了简洁有力地呈现结论而省略了动词。

  3. 7.7.44ὧν μὲν κέκτηται παραμονήν, ἐπιτηδειότητα δὲ εἰς ἃ μέλλει ὑπερβαίνειν, καὶ † ἀιδιότητα ὧν οὐ λήψεται, αἰτήσεται

    动词 αἰτήσεται 统辖三个宾语(παραμονήν、ἐπιτηδειότητα 与 ἀιδιότητα),每个宾语均由关系从句或介词短语修饰。第一分句中的 ὧν 乃是省略先行词(τούτων)且关系代词被吸引为属格。第三短语(† ἀιδιότητα ὧν οὐ λήψεται)在版本学上存在文本问题,此处依照传抄文字字面理解为“将不会领受之事的永恒性”。

  4. 7.7.44δύναμιν δὲ ἁπλῷ λόγῳ χρωμένην, μηδὲν τῶν λεχθῆναι δυναμένων κατὰ τὸν προσήκοντα καιρόν, ἐφ᾿ ὧν μάλιστα χρή, ἐπικρυπτομένην μήτε διὰ χάριν μήτε διὰ φόβον

    名词 δύναμιν 与前文的 παρρησίαν 构成同位语,并列受两个分词 χρωμένην 与 ἐπικρυπτομένην 修饰。分词 ἐπικρυπτομένην 支配直接宾语 μηδὲν τῶν λεχθῆναι δυναμένων(任何能够被言说之事),随后插入时间状语(κατὰ τὸν προσήκοντα καιρόν)与说明言说对象的关系从句(ἐφ᾿ ὧν μάλιστα χρή),最后以原因状语(μήτε διὰ χάριν μήτε διὰ φόβον)收束。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.7.43-7.7.44