- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.7.40-7.7.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论述了祈祷时的身体姿态以及诺斯替之人持续祈祷的真意,驳斥了否定祈祷的异端,并阐明真正的侍奉乃是神自愿的恩赐与人自由意志的回应相结合的协同过程。
Ταύτῃ καὶ προσανατείνομεν τὴν κεφαλὴν1 καὶ τὰς χεῖρας εἰς οὐρανὸν αἴρομεν τούς τε πόδας ἐπεγείρομεν κατὰ τὴν τελευταίαν τῆς εὐχῆς συνεκφώνησιν, ἐπακολουθοῦντες τῇ προθυμίᾳ τοῦ πνεύματος εἰς τὴν νοητὴν οὐσίαν, καί, συναφιστάνειν τῷ λόγῳ τὸ σῶμα τῆς γῆς πειρώμενοι, μετάρσιον ποιησάμενοι »τὴν ψυχὴν ἐπτερωμένην« τῷ πόθῳ τῶν κρειττόνων, ἐπὶ »τὰ ἅγια« χωρεῖν βιαζόμεθα, τοῦ δεσμοῦ καταμεγαλοφρονοῦντες τοῦ σαρκικοῦ. ἴσμεν γὰρ εὖ μάλα τὸν γνωστικὸν τὴν ὑπέκβασιν παντὸς τοῦ κόσμου, ὥσπερ ἀμέλει τῆς Αἰγύπτου οἱ Ἰουδαῖοι, ἑκουσίως ποιούμενον, ἐνδεικνύμενον ἐναργῶς παντὸς μᾶλλον ὡς ὅτι μάλιστα σύνεγγυς ἔσοιτο τοῦ θεοῦ. εἰ δέ τινες καὶ ὥρας τακτὰς ἀπονέμουσιν εὐχῇ, ὡς τρίτην φέρε καὶ ἕκτην καὶ ἐνάτην, ἀλλ᾿ οὖν γε ὁ γνωστικὸς παρὰ ὅλον εὔχεται τὸν βίον, δι᾿ εὐχῆς συνεῖναι μὲν σπεύδων θεῷ, καταλελοιπέναι δέ, συνελόντι εἰπεῖν, πάντα ὅσα μὴ χρησιμεύει γενομένῳ ἐκεῖ, ὡς ἂν ἐνθένδε ἤδη τὴν τελείωσιν ἀπειληφὼς τοῦ κατὰ ἀγάπην δρωμένου. ἀλλὰ καὶ τὰς τῶν ὡρῶν διανομὰς τριχῇ διεσταμένας καὶ ταῖς ἴσαις εὐχαῖς τετιμημένας ἴσασιν οἱ γνωρίζοντες τὴν μακαρίαν τῶν ἁγίων τριάδα μονῶν.
为此,我们也在祈祷的最后齐声唱和时挺起头来,举手向天,抬起双脚,跟随着灵朝向理智实体的切望;我们尝试以理性使肉体脱离大地,因对更美之事的渴求而让“生出双翼的灵魂”升入高处,俯视肉身的羁绊,奋力迈向“至圣之所”。因为我们深知,诺斯替之人正如当年的犹太人走出埃及一般,自愿脱离整个世界,比任何人都更为清晰地表明他将与神最为亲近。即使有人将固定的时间分配给祈祷,例如第三时、第六时和第九时,然而诺斯替之人却在整个一生中祈祷;他渴望通过祈祷与神同在,并且简而言之,彻底舍弃对于到达彼处者毫无用处的一切,如同在此处便已领受了依循仁爱而行之事的圆满。然而,那些认识圣居之受福三一者,也通晓这三分的、被均等祈祷尊荣的时刻划分。
Ἐνταῦθα γενόμενος ὑπεμνήσθην τῶν περὶ τοῦ μὴ δεῖν εὔχεσθαι πρός τινων ἑτεροδόξων, τουτέστιν τῶν ἀμφὶ τὴν Προδίκου αἵρεσιν, παρεισαγομένων δογμάτων. ἵνα οὖν μηδὲ ἐπὶ ταύτῃ αὐτῶν τῇ ἀθέῳ σοφίᾳ ὡς ξένῃ ὀγκύλλωνται αἱρέσει, μαθέτωσαν προειλῆφθαι μὲν ὑπὸ τῶν Κυρηναϊκῶν λεγομένων φιλοσόφων· ἀντιρρήσεως δ᾿ ὅμως τεύξεται κατὰ καιρὸν ἡ τῶν ψευδωνύμων τούτων ἀνόσιος γνῶσις, ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον,2 δεικνύντων ἡμῶν μόνον ὄντως ὅσιον καὶ θεοσεβῆ τὸν τῷ ὄντι κατὰ τὸν ἐκκλησιαστικὸν κανόνα γνωστικόν, ᾧ μόνῳ ἡ αἴτησις κατὰ τὴν τοῦ θεοῦ βούλησιν ἀπονενεμημένη γίνεται καὶ αἰτήσαντι καὶ ἐννοηθέντι. ὥσπερ γὰρ πᾶν ὃ βούλεται, δύναται ὁ θεός, οὕτως »πᾶν ὃ ἂν [ὁ] αἰτήσῃ«, ὁ γνωστικὸς »λαμβάνει«. καθόλου γὰρ ὁ θεὸς οἶδεν τούς τε ἀξίους τῶν ἀγαθῶν καὶ μή· ὅθεν τὰ προσήκοντα ἑκάστοις δίδωσιν. διὸ πολλάκις μὲν αἰτήσασιν ἀναξίοις οὐκ ἂν δοίη, δοίη δὲ ἀξίοις δηλονότι ὑπάρχουσιν. οὐ μὴν παρέλκει ἡ αἴτησις, κἂν χωρὶς ἀξιώσεως διδῶται τὰ ἀγαθά. αὐτίκα ἥ τε εὐχαριστία ἥ τε τῶν πέλας εἰς ἐπιστροφὴν αἴτησις ἔργον ἐστὶ τοῦ γνωστικοῦ. ᾗ καὶ ὁ κύριος ηὔχετο, εὐχαριστῶν μὲν ἐφ᾿ οἷς ἐτελείωσεν τὴν διακονίαν, εὐχόμενος δὲ ὡς πλείστους ὅσους ἐν ἐπιγνώσει γενέσθαι, ἵν᾿ ἐν τοῖς σῳζομένοις διὰ τῆς σωτηρίας κατ᾿ ἐπίγνωσιν ὁ θεὸς δοξάζηται καὶ ὁ μόνος ἀγαθὸς καὶ ὁ μόνος σωτὴρ δι᾿ υἱοῦ ἐξ αἰῶνος εἰς αἰῶνα ἐπιγινώσκηται. καίτοι καὶ ἡ πίστις τοῦ λήψεσθαι εἶδος εὐχῆς ἐναποκειμένης γνωστικῶς.
行文至此,我想起了某些异端,即普罗狄科宗派周围之人所潜入的关于不应当祈祷的教义。因此,为了不让他们就连对自己这种无神的学问也当作新奇的异端教派而自夸,他们应当知道这早已被所谓的昔兰尼派哲学家们所先占。然而,这些冒名之徒的不敬知识将在合宜之时受到反驳,免得对他们的抨击因篇幅不小,如今潜入备忘录而打断眼前的论述;我们正在表明,唯有真正依循教会规范的诺斯替之人才是真正圣洁和敬虔的,唯有对他而言,依照神的旨意所分配的祈求,无论在他求时还是在心思萌动时,都得以实现。因为正如神能成就他所愿的一切,诺斯替之人同样“凡所祈求的,都必得着”。总的来说,神知晓谁配得善物,谁不配得;因此他将相称之物赐给各人。所以对于不配得之人的求取,他往往不会赐予,但显然会赐予相配之人。然而,即便善物在未经请求时便已赐下,祈求也绝非多余。例如,感恩以及祈求邻人回转,正是诺斯替之人的作为。主也正是这样祈祷的:他为自己完成了职分之事而感恩,并祈求尽可能多的人进入真知识,以便在藉着依循真知识的得救而蒙拯救的人中,神得着荣耀,唯一的至善者与唯一的救主藉着圣子世世代代为人所认知。再者,深信必将得着的信心,也是一种诺斯替式深藏于内的祈祷形式。
ἀλλ᾿ εἰ ἀφορμή τις ὁμιλίας τῆς πρὸς τὸν θεὸν γίνεται ἡ εὐχή, οὐδεμίαν ἀφορμὴν παραλειπτέον τῆς προσόδου τῆς πρὸς τὸν θεόν. ἀμέλει συμπλακεῖσα τῇ μακαρίᾳ προνοίᾳ ἡ τοῦ γνωστικοῦ ὁσιότης κατὰ τὴν ἑκούσιον ὁμολογίαν τελείαν τὴν εὐεργεσίαν ἐπιδείκνυσι τοῦ θεοῦ. οἱονεὶ γὰρ ἀντεπιστροφή τίς ἐστι τῆς προνοίας ἡ τοῦ γνωστικοῦ ὁσιότης καὶ ἀντίστροφος εὔνοια τοῦ φίλου τοῦ θεοῦ. οὔτε γὰρ ὁ θεὸς ἄκων ἀγαθὸς ὃν τρόπον τὸ πῦρ θερμαντικὸν (ἑκούσιος δὲ ἡ τῶν ἀγαθῶν μετάδοσις αὐτῷ. κἂν προλαμβάνῃ τὴν αἴτησιν) οὔτε μὴν ἄκων σωθήσεται ὁ σῳζόμενος· οὐ γάρ ἐστιν ἄψυχος, ἀλλὰ παντὸς μᾶλλον ἑκουσίως καὶ προαιρετικῶς σπεύσει πρὸς σωτηρίαν. διὸ καὶ τὰς ἐντολὰς ἔλαβεν ὁ ἄνθρωπος ὡς ἂν ἐξ αὑτοῦ ὁρμητικὸς πρὸς ὁπότερον ἂν καὶ βούλοιτο τῶν τε αἱρετῶν καὶ τῶν φευκτῶν. οὔκουν ὁ θεὸς ἀνάγκῃ ἀγαθοποιεῖ, κατὰ προαίρεσιν δὲ εὖ ποιεῖ τοὺς ἐξ αὑτῶν ἐπιστρέφοντας. οὐ γὰρ ὑπηρετική γέ ἐστιν [ἡ] εἰς ἡμᾶς θεόθεν ἥκουσα. οἷον ἐκ χειρόνων εἰς κρείττονας προϊοῦσα. ἡ πρόνοια,3 κατ᾿ ἔλεον δὲ τῆς ἡμετέρας ἀσθενείας αἱ προσεχεῖς τῆς προνοίας ἐνεργοῦνται οἰκονομίαι. καθάπερ καὶ ἡ τῶν ποιμένων εἰς τὰ πρόβατα καὶ ἡ τοῦ βασιλέως πρὸς τοὺς ἀρχομένους, καὶ ἡμῶν αὐτῶν πειθηνίως πρὸς τοὺς ἡγουμένους ἐχόντων τοὺς τεταγμένως διέποντας καθ᾿ ἣν ἐνεχειρίσθησαν τάξιν ἐκ θεοῦ. θεράποντες ἄρα καὶ θεραπευταὶ τοῦ θείου οἱ ἐλευθερικωτάτην καὶ βασιλικωτάτην θεραπείαν προσάγοντες, τὴν διὰ τῆς θεοσεβοῦς γνώμης τε καὶ γνώσεως.
既然祈祷成了与神交谈的契机,那么接近神的契机就一个也不可放弃。诚然,诺斯替之人因自愿的承认而与受福的摄理交织在一起的圣洁,彰显出神完全的恩德。因为诺斯替之人的圣洁,可以说是摄理的某种回转响应,是神之友相呼应的厚意。因为神绝非如火发热那样不由自主地良善(他对善物的分赐是出于自愿,纵使他先于祈求),蒙拯救者也绝非不由自主地得救;因为他不是无生气的,而是比任何事物都更为自愿且依凭抉择而奔向救恩。因此,人领受了诫命,乃是能够由自身出发、冲动地趋向他所愿选择或回避的任一方面。所以神并非出于必然性而行善,而是依凭抉择向那些由自身回转的人行善。因为从神临到我们的摄理绝非仆从式的——仿佛是从劣质者走向优越者——相反,摄理临近的经纶乃是依凭对我们软弱的怜悯而施展的,正如牧人对待羊群,君王对待治下臣民,同时我们自身也顺从地对待那些依照神所托付的职分井然有序治理的掌权者。因此,那些献上最自由、最合乎君王之事的侍奉——即通过敬虔心志与知识所作的侍奉——的人,才是神圣者的真正侍从与敬奉者。
- 7.7.40Ταύτῃ καὶ προσανατείνομεν τὴν κεφαλὴν
Ταύτῃ 为阴性与格作指示副词用,表示原因“为此”“因此”,承接上文所论“祈祷是与神的交谈和内在呼求”,引出身体动作(挺起头、举手、垫脚等)的根据。虽然语法上亦可理解为方式状语“以这种方式”,但与紧随其后的 καί 呼应时,取作表明内心真实状态在外部动作上体现之因果联系更为自然。
- 7.7.41ὡς μὴ νῦν παρεισδυομένη τὸ ὑπόμνημα, οὐκ ὀλίγη οὖσα ἡ τούτων καταδρομὴ διακόπτῃ τὸν ἐν χερσὶ λόγον
该句的句法骨架为 ὡς μή 引导带有虚拟式 διακόπτῃ 的目的从句(“免得……打断”)。从句的主语是后置的 ἡ τούτων καταδρομή(对他们的攻击/抨击),阴性单数分词 παρεισδυομένη 与该主语在语法上保持一致。夹在其中的 οὐκ ὀλίγη οὖσα(并非篇幅狭小的)则是表示原因或附带情况的分词短语。由于修辞上的语序倒置(hyperbaton),分词被置于前部,其核心结构为“免得潜入笔记的对彼之大篇幅反驳打断眼前的论述”。
- 7.7.42οὐ γὰρ ὑπηρετική γέ ἐστιν [ἡ] εἰς ἡμᾶς θεόθεν ἥκουσα, οἷον ἐκ χειρόνων εἰς κρείττονας προϊοῦσα, ἡ πρόνοια
句首的 ὑπηρετική 为表语形容词(“仆从式的”),主语则是置于句末的 ἡ πρόνοια(“摄理”)。冠词短语 [ἡ] εἰς ἡμᾶς θεόθεν ἥκουσα 修饰主语,插入的分词短语 οἷον ἐκ χειρόνων εἰς κρείττονας προϊοῦσα(“仿佛由劣等者走向优等者”)则进一步界定了 ὑπηρετική 的实质特征。此处旨在对比说明:从神临到人的摄理并非下位者服务上位者那种意义上的“仆役”,而是如同下文比喻中牧人对待羊群、君王对待臣民一样,由上位者出于怜悯而施予下位者的看顾性经纶(οἰκονομία)。
