- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.7.37-7.7.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中阐明神无需肉体感官即可完全洞察人的意念与内在祈求,并论证真正的祈祷乃是与神的内在交谈,旨在寻求灵魂的至善与德行而非外在事物。
Οὔκουν ἀνθρωποειδὴς ὁ θεὸς τοῦδ᾿ ἕνεκα, [καὶ] ἵνα ἀκούσῃ, οὐδὲ αἰσθήσεων αὐτῷ δεῖ, καθάπερ ἤρεσεν τοῖς Στωικοῖς, μάλιστα ἀκοῆς καὶ ὄψεως, μὴ γὰρ δύνασθαί ποτε ἑτέρως ἀντιλαβέσθαι·1 ἀλλὰ καὶ τὸ εὐπαθὲς τοῦ ἀέρος καὶ ἡ ὀξυτάτη συναίσθησις τῶν ἀγγέλων ἥ τε τοῦ συνειδότος ἐπαφωμένη τῆς ψυχῆς δύναμις δυνάμει τινὶ ἀρρήτῳ καὶ ἄνευ τῆς αἰσθητῆς ἀκοῆς ἅμα νοήματι πάντα γινώσκει· κἂν μὴ τὴν φωνήν τις ἐξικνεῖσθαι πρὸς τὸν θεὸν λέγῃ κάτω περὶ τὸν ἀέρα κυλινδουμένην, ἀλλὰ τὰ νοήματα τῶν ἁγίων τέμνει οὐ μόνον τὸν ἀέρα, ἀλλὰ καὶ τὸν ὅλον κόσμον. φθάνει δὲ ἡ θεία δύναμις, καθάπερ φῶς, ὅλην διιδεῖν τὴν ψυχήν. τί δ᾿; οὐχὶ καὶ αἱ προαιρέσεις φθάνουσι πρὸς τὸν θεὸν προϊεῖσαι τὴν φωνὴν τὴν ἑαυτῶν; οὐχὶ δὲ καὶ ὑπὸ τῆς συνειδήσεως πορθμεύονται; τίνα καὶ φωνὴν ἀναμείναι ἂν ὁ κατὰ πρόθεσιν τὸν ἐκλεκτὸν καὶ πρὸ τῆς γενέσεως τό τε ἐσόμενον ὡς ἤδη ὑπάρχον ἐγνωκώς; ἢ οὐχὶ πάντῃ εἰς τὸ βάθος τῆς ψυχῆς ἁπάσης τὸ φῶς τῆς δυνάμεως ἐκλάμπει, »τὰ ταμιεῖα ἐρευνῶντος«, ᾗ φησιν ἡ γραφή. »τοῦ λύχνου2« τῆς δυνάμεως; ὅλος γὰρ ἀκοὴ καὶ ὅλος ὀφθαλμός, ἵνα τις τούτοις χρήσηται τοῖς ὀνόμασιν, ὁ θεός.
因此,神绝非为了听闻的缘故而具有人的形体,他也无需如斯多亚派所主张的那样拥有感官,尤其是听觉与视觉,他们以为神若非如此便绝不能感知。然而,无论是空气的高度感应性、天使们极敏锐的共同感知,还是触及良知的灵魂能力,都在无需感官听觉的情况下,凭借某种不可言说的权能与思想同步知晓万事。即便有人说声音在下方的空气中回荡而不能达于神,圣徒的心意却不仅穿透空气,而且穿透整个宇宙。神圣的权能犹如光芒,早已洞察整个灵魂。难道不是这样吗?内心的抉择本身不也发出自己的声音而达于神吗?它们难道不正是由良知所传递的吗?那位按着既定意旨早在创世之前就认识蒙选拔者、将将要发生之事视作已然存在而加以知晓的主,还能等待什么声音呢?难道不是如圣经所说,其权能的光辉普照于一切灵魂的深处,而其权能的“灯”正在“鉴察隐秘之处”吗?因为神若可以用这些名称来表达的话,乃是全耳、全目。
Καθόλου τοίνυν οὐδεμίαν σῴζει θεοσέβειαν οὔτε ἐν ὕμνοις οὔτε ἐν λόγοις, ἀλλ᾿ οὐδὲ ἐν γραφαῖς ἢ δόγμασιν ἡ μὴ πρέπουσα περὶ τοῦ θεοῦ ὑπόληψις, ἀλλ᾿ εἰς ταπεινὰς καὶ ἀσχήμονας ἐκτρεπομένη ἐννοίας τε καὶ ὑπονοίας. ὅθεν ἡ τῶν πολλῶν εὐφημία δυσφημίας οὐδὲν διαφέρει διὰ τὴν τῆς ἀληθείας ἄγνοιαν. ὧν μὲν οὖν αἱ ὀρέξεις εἰσὶ καὶ ἐπιθυμίαι καὶ ὅλως εἰπεῖν αἱ ὁρμαί, τούτων εἰσὶ καὶ αἱ εὐχαί.3 διόπερ οὐδεὶς ἐπιθυμεῖ πόματος, ἀλλὰ τοῦ πιεῖν τὸ ποτόν, οὐδὲ μὴν κληρονομίας, ἀλλὰ τοῦ κληρονομῆσαι, οὑτωσὶ δὲ οὐδὲ γνώσεως. ἀλλὰ τοῦ γνῶναι· οὐδὲ γὰρ πολιτείας ὀρθῆς, ἀλλὰ τοῦ πολιτεύεσθαι. τούτων οὖν αἱ εὐχαὶ ὧν καὶ αἰτήσεις, καὶ τούτων αἱ αἰτήσεις ὧν καὶ ἐπιθυμίαι. τὸ δὲ εὔχεσθαι καὶ ὀρέγεσθαι καταλλήλως γίνεται εἰς τὸ ἔχειν τὰ ἀγαθὰ καὶ τὰ παρακείμενα ὠφελήματα τῇ κτήσει. ἀεὶ τοίνυν ὁ γνωστικὸς τὴν εὐχὴν καὶ τὴν αἴτησιν τῶν ὄντως ἀγαθῶν τῶν περὶ ψυχὴν ποιεῖται, καὶ εὔχεται συνεργῶν ἅμα καὶ αὐτὸς εἰς ἕξιν ἀγαθότητος ἐλθεῖν, ὡς μηκέτι ἔχειν τὰ ἀγαθὰ καθάπερ μαθήματά τινα παρακείμενα, εἶναι δὲ ἀγαθόν.
因此总的来说,对神若怀有不相称的观念,偏离而陷入卑劣且不成体统的念头与揣度,那么无论在赞美诗、言语,抑或经文或教义中,都绝不能保全任何敬虔。所以,众人的赞美因对真理的无知而与诽谤无异。凡是意欲、渴望以及总括而言的冲动所指向的事物,也就是祈祷的对象。因此,无人仅渴望饮料本身,而是渴望饮用这饮料;无人仅渴望产业,而是渴望继承产业;同样,无人仅渴望知识,而是渴望认知;亦非仅渴望良好的城邦政制,而是渴望参与政事。因而祈祷所求之事即为祈请之事,而祈请之事即为欲望之事。祈祷与渴望乃是相应地为了拥有善物以及伴随占有而来的益处。因此,诺斯替之人始终为了关乎灵魂的真正善物而祈祷祈求;他祈祷并同时亲身协力进入善的稳固品性,以致不再将善物视为某些外在附着的学科,而是使自身成为良善。
διὸ καὶ τούτοις μάλιστα προσήκει εὔχεσθαι τοῖς εἰδόσι τε τὸ θεῖον ὡς χρὴ καὶ τὴν πρόσφορον ἀρετὴν ἔχουσιν αὐτῷ, οἳ ἴσασι τίνα τὰ ὄντως ἀγαθὰ καὶ τίνα αἰτητέον καὶ πότε καὶ πῶς ἕκαστα. ἐσχάτη δὲ ἀμαθία παρὰ τῶν μὴ θεῶν ὡς θεῶν αἰτεῖσθαι ἢ τὰ μὴ συμφέροντα αἰτεῖσθαι, φαντασίᾳ ἀγαθῶν κακὰ αἰτουμένους σφίσιν. ὅθεν εἰκότως ἑνὸς ὄντος τοῦ ἀγαθοῦ θεοῦ παρ᾿ αὐτοῦ μόνου τῶν ἀγαθῶν τὰ μὲν δοθῆναι, τὰ δὲ παραμεῖναι εὐχόμεθα ἡμεῖς τε καὶ οἱ ἄγγελοι. ἀλλ᾿ οὐχ ὁμοίως. οὐ γάρ ἐστι ταὐτὸν αἰτεῖσθαι παραμεῖναι τὴν δόσιν ἢ τὴν ἀρχὴν σπουδάζειν λαβεῖν. καὶ ἡ ἀποτροπὴ δὲ τῶν κακῶν εἶδος εὐχῆς. ἀλλ᾿ οὐκ ἐπὶ τῇ τῶν ἀνθρώπων βλάβῃ τῇ τοιᾷδε συγχρηστέον εὐχῇ ποτε, πλὴν εἰ μὴ τὴν ἐπιστροφὴν τῆς δικαιοσύνης τεχναζόμενος τοῖς [δ᾿] »ἀπηλγηκόσιν« ὁ γνωστικὸς οἰκονομοίη τὴν αἴτησιν. ἔστιν οὖν. ὡς εἰπεῖν τολμηρότερον, ὁμιλία πρὸς τὸν θεὸν ἡ εὐχή· κἂν ψιθυρίζοντες ἄρα μηδὲ τὰ χείλη ἀνοίγοντες μετὰ σιγῆς προσλαλῶμεν, ἔνδοθεν κεκράγαμεν· πᾶσαν γὰρ τὴν ἐνδιάθετον ὁμιλίαν ὁ θεὸς ἀδιαλείπτως ἐπαΐει.
所以,祈祷最适合于那些既如其所应当地认识神圣者、又拥有与神相称之德行的人,他们知晓何为真正的善物,应当求什么,以及在何时、以何种方式祈求各样事物。然而,向非神之物如同向神祈求,或是祈求于己无益之事,在善的表象下为自己祈求恶事,乃是极度的无知。因此理所当然,既然至善的神只有一位,我们与天使便只向他祈求赐予某些善物,并使另一些善物得以存留。但这并非以同样的方式;因为祈求恩赐得以存留,与起初竭力获取恩赐并不是一回事。驱除灾祸亦是祈祷的一种形式。然而这种祈祷绝不可用于损害人类,除非诺斯替之人为那些麻木不仁者筹划使其归向公义,方能审慎处置这一祈求。因此,更大胆地说,祈祷乃是与神的交谈。即便我们低语,甚至不张开嘴唇而在静默中倾谈,我们也是从内在呼喊;因为神毫不停息地垂听一切内心的交谈。
- 7.7.37μὴ γὰρ δύνασθαί ποτε ἑτέρως ἀντιλαβέσθαι
不定词 δύνασθαι 承接前文的 καθάπερ ἤρεσεν τοῖς Στωικοῖς(“正如斯多亚派所主张的”),作间接引语。在由 γάρ 引导的原因从句中使用不定词,是表示转述他人观点的构文标记,表明“若非如此便绝不能感知”是斯多亚派的理论依据而非作者自身的立论。
- 7.7.37τὰ ταμιεῖα ἐρευνῶντος ... τοῦ λύχνου
此句是化用七十士译本《箴言》20:27的独立属格结构。对应主句主语 τὸ φῶς 与谓语动词 ἐκλάμπει,该独立属格表达伴随状况:“在其权能之灯鉴察(深处)之时”。句中 τοῦ λύχνου τῆς δυνάμεως 为逻辑主语,ἐρευνῶντος 为属格分词。
- 7.7.38ὧν μὲν οὖν αἱ ὀρέξεις εἰσὶ ... τούτων εἰσὶ καὶ αἱ εὐχαί
关系代词 ὧν 与指示代词 τούτων 均由名词 αἱ ὀρέξεις、αἱ ἐπιθυμίαι 与 αἱ εὐχαί 所统辖,充当宾格性属格(objective genitive)。正如后文 διόπερ οὐδεὶς ἐπιθυμεῖ πόματος, ἀλλὰ τοῦ πιεῖν(“无人渴望饮料本身,而是渴望饮用”)所示,属格表示渴望与祈求所指向的客体目标,构成了“欲求所指之物亦为祈祷所向之物”的逻辑对应。
