- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.7.35-7.7.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
革利免阐述了真正的诺斯替之人如何不受限于特定的时间与地点,而将整个人生作为献给神的节期,拒绝世俗享乐,在节制与感恩中度日。
Σέβειν δὲ δεῖν ἐγκελευόμεθα καὶ τιμᾶν τὸν [αὐτὸν καὶ] λόγον, σωτῆρά τε αὐτὸν καὶ ἡγεμόνα εἶναι πεισθέντες, καὶ δι᾿ αὐτοῦ τὸν πατέρα, οὐκ ἐν ἐξαιρέτοις ἡμέραις, ὥσπερ ἄλλοι τινές, ἀλλὰ συνεχῶς τὸν ὅλον βίον τοῦτο πράττοντες καὶ κατὰ πάντα τρόπον. ἀμέλει »τὸ γένος τὸ ἐκλεκτὸν« »ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι« φησί, κατ᾿ ἐντολὴν δικαιούμενον. ὅθεν οὔτε ὡρισμένον τόπον * οὔτε ἐξαίρετον ἱερὸν οὐδὲ μὴν ἑορτάς τινας καὶ ἡμέρας ἀποτεταγμένας,1 ἀλλὰ τὸν πάντα βίον ὁ γνωστικὸς ἐν παντὶ τόπῳ, κἂν καθ᾿ ἑαυτὸν μόνος ὢν τυγχάνῃ καὶ ὅπου τινὰς ἂν τῶν ὁμοίως πεπιστευκότων ἔχῃ, τιμᾷ τὸν θεόν, τουτέστιν χάριν ὁμολογεῖ τῆς γνώσεως καὶ τῆς πολιτείας. εἰ δὲ ἡ παρουσία τινὸς ἀνδρὸς ἀγαθοῦ διὰ τὴν ἐντροπὴν καὶ τὴν αἰδῶ πρὸς τὸ κρεῖττον ἀεὶ σχηματίζει τὸν ἐντυγχάνοντα, πῶς οὐ μᾶλλον ὁ συμπαρὼν ἀεὶ διὰ τῆς γνώσεως καὶ τοῦ βίου καὶ τῆς εὐχαριστίας ἀδιαλείπτως τῷ θεῷ οὐκ εὐλόγως ἂν ἑαυτοῦ παρ᾿ ἕκαστα κρείττων εἴη2 εἰς πάντα καὶ τὰ ἔργα καὶ τοὺς λόγους καὶ τὴν διάθεσιν; τοιοῦτος ὁ πάντῃ παρεῖναι τὸν θεὸν πεπεισμένος, οὐχὶ δὲ ἐν τόποις τισὶν ὡρισμένοις κατακεκλεισμένον ὑπολαβών, ἵνα δὴ χωρὶς αὐτοῦ ποτε οἰηθεὶς εἶναι καὶ νύκτωρ καὶ μεθ᾿ ἡμέραν ἀκολασταίνῃ. πάντα τοίνυν τὸν βίον ἑορτὴν ἄγοντες, πάντῃ πάντοθεν παρεῖναι τὸν θεὸν πεπεισμένοι, γεωργοῦμεν αἰνοῦντες, πλέομεν ὑμνοῦντες. κατὰ τὴν ἄλλην πολιτείαν ἐντέχνως ἀναστρεφόμεθα. προσεχέστερον δὲ ὁ γνωστικὸς οἰκειοῦται θεῷ σεμνὸς ὢν ἅμα καὶ ἱλαρὸς ἐν πᾶσι. σεμνὸς μὲν διὰ τὴν ἐπὶ τὸ θεῖον ἐπιστροφήν. ἱλαρὸς δὲ διὰ τὸν ἐπιλογισμὸν τῶν ἀνθρωπείων ἀγαθῶν ὧν ἔδωκεν ἡμῖν ὁ θεός. Φαίνεται δὲ τὸ ἔξοχον τῆς γνώσεως ὁ προφήτης ὧδε παριστάς·
我们奉命应当敬拜并尊崇道自身,深信他是救主与引领者,并藉着他尊崇父,不是如某些其他人那样仅在特定的日子里,而是在整个生命中不断地、以一切方式如此行。诚然,“蒙选拔的族类”遵照诫命得称为义,说:“我一天七次赞美你。”因此,诺斯替之人既不执着于特定的地点,也不执着于特定的圣殿,更不拘泥于某些节期与既定的日子,而是在一切地方、贯穿一生尊崇神,无论他是独处自身,还是在与同样信从之人同处之处;也就是说,他因知识与生活品行而认信感恩。如果一位善人的在场因着敬重与畏怯总能塑造与他相遇之人趋向更善,那么通过知识、生活与感恩而与神恒常同在之人,岂不更有理由在各样事物、言行与心志上,处处超越自己而变得更为优秀吗?确信神无所不在之人正是如此,他绝不会以为神被禁锢在某些特定的地方,以致妄想自己有时能脱离神,而在夜间与白昼放荡不羁。因此,我们将整个生命作为节期来度过,深信神在各处全方位地临在,我们一边赞美一边耕作,一边歌咏一边航行。在其他的日常行事中,我们也运用艺术般的智慧生活。诺斯替之人更为亲近地归属于神,在一切事上既庄重又喜乐:庄重是因归向神圣之事,喜乐则是因默想神赐予我们的人类福祉。 先知似乎正是这样显明知识的卓绝:
»χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με·« κατ᾿ ἐπανάβασιν αὐξήσας τὸ ἡγεμονικὸν τῆς τελειότητος. οὗτος ἄρα ὄντως ὁ βασιλικὸς ἄνθρωπος, οὗτος ἱερεὺς ὅσιος τοῦ θεοῦ. ὅπερ ἔτι καὶ νῦν παρὰ τοῖς λογιωτάτοις τῶν βαρβάρων σῴζεται τὸ ἱερατικὸν γένος εἰς βασιλείαν προσαγόντων.3 οὗτος οὖν οὐδαμῇ μὲν ἑαυτὸν εἰς ὀχλοκρασίαν τὴν τῶν θεάτρων δεσπότιν ἐνδίδωσιν. τὰ λεγόμενα δὲ καὶ πραττόμενα καὶ ὁρώμενα ἡδονῆς ἀσώτου χάριν οὐδὲ ὄναρ προσίεται· οὔτ᾿ οὖν ταύτας τὰς ἡδονὰς τῆς θέας οὔτε τὰς διὰ τῶν ἄλλων ἀπολαυσμάτων ποικιλίας, οἷον θυμιαμάτων πολυτέλειαν τὴν ὄσφρησιν γοητεύουσαν ἢ βρωμάτων συγκαττύσεις καὶ τὰς ἐξ οἴνων διαφόρων ἀπολαύσεις δελεαζούσας τὴν γεῦσιν, οὐδὲ τὰς πολυανθεῖς καὶ εὐώδεις πλοκὰς ἐκθηλυνούσας δι᾿ αἰσθήσεως τὴν ψυχήν· πάντων δὲ τὴν σεμνὴν ἀπόλαυσιν ἐπὶ τὸν θεὸν ἀναγαγὼν ἀεὶ καὶ τῆς βρώσεως καὶ τοῦ πόματος καὶ τοῦ χρίσματος τῷ δοτῆρι τῶν ὅλων ἀπάρχεται, χάριν ὁμολογῶν καὶ [διὰ] τῆς δωρεᾶς καὶ τῆς χρήσεως διὰ λόγου τοῦ δοθέντος αὐτῷ. σπανίως εἰς τὰς ἑστιάσεις τὰς συμποτικὰς ἀπαντῶν. πλὴν εἰ μὴ τὸ φιλικὸν καὶ ὁμονοητικὸν ἐπαγγελλόμενον αὐτῷ τὸ συμπόσιον ἀφικέσθαι προτρέψαι. πέπεισται γὰρ εἰδέναι πάντα τὸν θεὸν καὶ ἐπαΐειν, οὐχ ὅτι τῆς φωνῆς μόνον, ἀλλὰ καὶ τῆς ἐννοίας, ἐπεὶ καὶ ἡ ἀκοὴ ἐν ἡμῖν, διὰ σωματικῶν πόρων ἐνεργουμένη, οὐ διὰ τῆς σωματικῆς δυνάμεως ἔχει τὴν ἀντίληψιν, ἀλλὰ διά τινος ψυχικῆς αἰσθήσεως καὶ τῆς διακριτικῆς τῶν σημαινουσῶν τι φωνῶν νοήσεως.
“求你将良善、训诲与知识教导我”,以阶梯式的上升提升了完全的统领之境。因此,这人才是真正具备王者风范的人,是神圣洁的祭司;在蛮族中最为博学的人中间,这一传统至今仍有留存,他们使祭司家族登临王位。所以,这个人绝不让自己委身于统治剧场的暴民喧嚣。为了放荡的享乐而说的、行的与看的事物,他连在梦中也不容许其进入:他既不接纳这些观戏的快感,也不接纳其他各色享乐,例如诱惑嗅觉的奢华香料、诱惑味觉的精细烹饪食物与各色美酒的享乐,亦不容许繁花飘香的花环借着感官使灵魂变得柔弱;而是始终将对万物的庄重享用归于神,将饮食与涂油的初熟之物献给万物的赐予者,藉着所赐给他的道,为着恩赐与享用而献上感恩。他极少赴宴饮之会,除非那承诺带来亲睦与谐同的宴席促使他前往。因为他深信神知道一切,且不仅垂听声音,更能省察心意,因为我们体内的听觉虽经由身体的孔窍运作,其感知却不是靠着身体的权能,而是靠着某种灵魂的感官与明辨表意声音的理智。
- 7.7.35ὅθεν οὔτε ὡρισμένον τόπον * οὔτε ἐξαίρετον ἱερὸν οὐδὲ μὴν ἑορτάς τινας καὶ ἡμέρας ἀποτεταγμένας
此处宾格短语(ὡρισμένον τόπον 等)在抄本中缺失了直接支配它的分词或动词(以星号标示),或可视为与后文主动词 τιμᾷ 构成结合修辞(zeugma),抑或省略了如 προτιμῶν 之类的分词。其文意表达明确的对比:不执守特定的场所或节日,而是在一切地方、贯穿一生敬奉神。
- 7.7.35πῶς οὐ μᾶλλον ὁ συμπαρὼν ἀεὶ διὰ τῆς γνώσεως καὶ τοῦ βίου καὶ τῆς εὐχαριστίας ἀδιαλείπτως τῷ θεῷ οὐκ εὐλόγως ἂν ἑαυτοῦ παρ᾿ ἕκαστα κρείττων εἴη
此处出现了冗余双重否定:修辞疑问句首已有 πῶς οὐ(怎能不),而在谓语部分又重复出现否定词 οὐκ(οὐκ εὐλόγως ἂν ... εἴη),实际表达强烈的肯定含义(“理所当然会……”)。此外,比较级 κρείττων 与比较属格 ἑαυτοῦ 连用,是表示“战胜自我 / 比以往的自我更为卓越”的惯用表达。
- 7.7.36προσαγόντων
此为属格复数现在分词,但在语法上前面并无直接呼应的属格名词,而是依意合(constructio ad sensum)与介词短语 παρὰ τοῖς λογιωτάτοις τῶν βαρβάρων 所蕴含的逻辑主语相呼应(即“因他们将祭司家族擢升为王”),起到类似独立属格的作用。
