- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.6.33-7.6.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门借由动物的习性及其对身心的影响,考察了禁食及宰杀猪、羊等动物的规条,进而指出真正的祭祀绝非物质焚烧,而是圣洁祈祷与藉明辨之火对灵魂的净化。
Ταύτῃ καὶ μάλιστα Ἰουδαῖοι χοιρείου ἀπέχονται, ὡς ἂν τοῦ θηρίου τούτου μιαροῦ ὄντος, ἐπεὶ μάλιστα τῶν ἄλλων τοὺς καρποὺς ἀνορύσσει καὶ φθείρει. ἐὰν δὲ λέγωσι τοῖς ἀνθρώποις δεδόσθαι τὰ ζῷα, καὶ ἡμεῖς συνομολογοῦμεν, πλὴν οὐ πάντως εἰς βρῶσιν οὐδὲ μὴν πάντα, ἀλλ᾿ ὅσα ἀεργά. διόπερ οὐ κακῶς ὁ κωμικὸς Πλάτων ἐν ταῖς Ἑορταῖς τῷ δράματί φησιν· "τῶν γὰρ τετραπόδων οὐδὲν ἀποκτείνειν ἔδει ἡμᾶς τὸ λοιπόν, πλὴν ὑῶν. τὰ γὰρ κρέα ἥδιστα ἔχουσιν, καὶ οὐδὲν ἀφ᾿ ὑὸς γίγνεται πλὴν ὕστριχες καὶ πηλὸς ἡμῖν καὶ βοή." ὅθεν καὶ ὁ Αἴσωπος οὐ κακῶς ἔφη τοὺς ὗς κεκραγέναι μέγιστον, ὅταν ἕλκωνται· συνειδέναι γὰρ αὑτοῖς εἰς οὐδὲν ἄλλο χρησίμοις πλὴν εἰς τὴν θυσίαν.1 διὸ καὶ Κλεάνθης φησὶν ἀνθ᾿ ἁλῶν αὐτοὺς ἔχειν τὴν ψυχήν, ἵνα μὴ σαπῇ τὰ κρέα. οἳ μὲν οὖν ὡς ἄχρηστον ἐσθίουσιν, οἳ δ᾿ ὡς λυμαντικὸν τῶν καρπῶν καὶ ἄλλοι διὰ τὸ κατωφερὲς εἰς συνουσίαν εἶναι τὸ ζῷον οὐκ ἐσθίουσιν. ταύτῃ οὐδὲ τὸν τράγον ὁ νόμος θύει πλὴν ἐπὶ μόνῃ τῇ διοπομπήσει τῶν κακῶν, ἐπεὶ μητρόπολις κακίας ἡδονή. αὐτίκα καὶ συμβάλλεσθαι τὴν τῶν τραγείων κρεῶν βρῶσιν πρὸς ἐπιληψίαν λέγουσι. φασὶ δὲ πλείστην ἀνάδοσιν ἐκ χοιρείων γίνεσθαι κρεῶν, διὸ τοῖς μὲν ἀσκοῦσι τὸ σῶμα χρησιμεύει. τοῖς δὲ αὐτὴν τὴν ψυχὴν αὔξειν ἐπιχειροῦσι διὰ τὴν νωθρίαν τὴν ἀπὸ τῆς κρεοφαγίας ἐγγινομένην οὐκέτι. τάχ᾿ ἄν τις τῶν γνωστικῶν καὶ ἀσκήσεως χάριν σαρκοφαγίας ἀπόσχοιτο καὶ τοῦ μὴ σφριγᾶν περὶ τὰ ἀφροδίσια τὴν σάρκα. »οἶνος« γάρ, φησὶν Ἀνδροκύδης, »καὶ σαρκῶν ἐμφορήσεις σῶμα μὲν ῥωμαλέον ἀπεργάζονται, ψυχὴν δὲ νωχαλεστέραν.« ἄθετος οὖν ἡ τοιαύτη τροφὴ πρὸς σύνεσιν ἀκριβῆ. διὸ καὶ Αἰγύπτιοι ἐν ταῖς κατ᾿ αὐτοὺς ἁγνείαις οὐκ ἐπιτρέπουσι τοῖς ἱερεῦσι σιτεῖσθαι σάρκας ὀρνιθείοις τε ὡς κουφοτάτοις χρῶνται καὶ ἰχθύων οὐχ ἅπτονται καὶ δι᾿ ἄλλους μέν τινας μύθους, μάλιστα δὲ ὡς πλαδαρὰν τὴν σάρκα τῆς τοιᾶσδε κατασκευαζούσης βρώσεως.
正因如此,犹太人尤其禁绝猪肉,认为此兽不洁,因为它比其他动物更能掘起并糟蹋农作物。若有人说动物是赐给人类的,我们也赞同,只是并非完全为了食用,更非所有动物皆可食用,而仅仅是那些于劳作无用的动物。因此,喜剧诗人柏拉图在戏剧《节日》中所说并非无理: “在四足兽中,今后我们本不该杀戮任何兽类,除了猪。因为它们的肉最为甘美,而且我们从猪身上除了刚毛、泥泞以及嚎叫之外,别无所获。” 由此伊索也曾贴切地说,猪在被拖拉时叫声最为凄厉;因为它们自知除作为祭牲外别无用处。因此克莱安西斯也说,猪之所以拥有灵魂是代替盐,免得肉质腐烂。有些人因其无用而食之,有些人因其践踏作物而不食,另有些人则因该兽沉溺于交合而不食。出于同样的原因,律法除了唯一用于禳解灾异之外,也不献公山羊为祭,因为享乐乃是诸般恶行的母体。例如,人们也说,吃山羊肉有助于诱发癫痫。他们又说猪肉产生的营养分布最为充盛,因而对锻炼身体者有用;但对于那些致力于增进灵魂本身的人而言,因食肉所生的迟钝,它便不再适用了。或许诺斯替之人中也有人为了操练以及不使肉体在情欲之事上过于张扬而禁绝肉食。正如安德罗库德斯所言:“酒与暴食肉类虽使身体强健,却使灵魂更为迟钝。”因此,此类食物对于精微的理智是不适宜的。所以埃及人在其专属的洁净礼中也不许祭司进食肉类;他们选用禽肉因其最为轻淡,却不沾游鱼,这固然是因为某些神话,更是因为此类饮食会使肉体变得松软。
ἤδη δὲ τὰ μὲν χερσαῖα καὶ τὰ πτηνὰ τὸν αὐτὸν ταῖς ἡμετέραις ψυχαῖς ἀναπνέοντα ἀέρα τρέφεται, συγγενῆ τῷ ἀέρι τὴν ψυχὴν κεκτημένα. τοὺς δὲ ἰχθῦς οὐδὲ ἀναπνεῖν φασι τοῦτον τὸν ἀέρα, ἀλλ᾿ ἐκεῖνον ὃς ἐγκέκραται τῷ ὕδατι εὐθέως κατὰ τὴν πρώτην γένεσιν, καθάπερ καὶ τοῖς λοιποῖς στοιχείοις, ὃ καὶ δεῖγμα τῆς ὑλικῆς διαμονῆς. Δεῖ τοίνυν »θυσίας προσφέρειν τῷ θεῷ μὴ πολυτελεῖς, ἀλλὰ θεοφιλεῖς«. καὶ τὸ θυμίαμα ἐκεῖνο τὸ σύνθετον τὸ ἐν τῷ νόμῳ2 τὸ ἐκ πολλῶν γλωσσῶν τε καὶ φωνῶν κατὰ τὴν εὐχὴν συγκείμενον, μᾶλλον δὲ τὸ ἐκ διαφόρων ἐθνῶν τε καὶ φύσεων τῇ κατὰ τὰς διαθήκας δόσει σκευαζόμενον »εἰς τὴν ἑνότητα τῆς πίστεως« καὶ κατὰ τοὺς αἴνους συναγόμενον, καθαρῷ μὲν τῷ νῷ, δικαίᾳ δὲ καὶ ὀρθῇ τῇ πολιτείᾳ, ἐξ ὁσίων ἔργων εὐχῆς τε δικαίας· ἐπεὶ "τίς ὧδε μῶρος," κατὰ τὴν ποιητικὴν χάριν, "καὶ λίαν ἀνειμένως εὔπειστος ἀνδρῶν, ὅστις ἐλπίζει θεοὺς ὀστῶν ἀσάρκων καὶ χολῆς πυρουμένης, ἃ καὶ κυσὶν πεινῶσιν οὐχὶ βρώσιμα, χαίρειν ἅπαντας καὶ γέρας λαχεῖν τόδε χάριν τε τούτων τοῖσι δρῶσιν ἐκτίνειν," κἂν πειραταὶ κἂν λῃσταὶ κἂν τύραννοι τύχωσιν; φαμὲν δ᾿ ἡμεῖς ἁγιάζειν τὸ πῦρ οὐ τὰ κρέα, ἀλλὰ τὰς ἁμαρτωλοὺς ψυχάς, πῦρ οὐ τὸ παμφάγον καὶ βάναυσον, ἀλλὰ τὸ φρόνιμον λέγοντες,3 τὸ »διικνούμενον διὰ ψυχῆς« τῆς διερχομένης τὸ πῦρ.
再者,陆生动物与飞禽因吸入与我们灵魂相同的空气而受滋养,具有与空气同类的灵魂;然而据说鱼类甚至不呼吸这空气,而是呼吸在最初创生时便即刻与水相融的空气,如同与其他元素相融一般,这也是物质性存续的明证。 因此,“向神献祭应当不是奢华的,而是神所喜悦的”。律法中那调和的香,乃是在祈祷中由诸多语言和声音调配而成的,更确切地说,乃是由不同的民族和本性藉着顺应诸约的恩赐“归于信仰的一致”,在赞美中汇聚而成,带着洁净的心灵、公义而正直的生活方式,出自圣洁的作为与公义的祈祷。因为正如诗人之雅趣所云: “人中谁会如此愚蠢, 且如此毫无节制地轻信,竟指望诸神全都在无肉之骨与被焚之胆——这连饥饿的狗也不屑一顾之物——中欢喜,将其领受为尊荣之份,并为了这些而向行此祭者报恩,”哪怕这些人恰是海贼、盗匪或僭主?而我们说,火所圣化的不是肉食,而是有罪的灵魂;我们所说的火并非那吞噬一切的粗俗之火,而是那明辨之火,即“穿透那经过火的灵魂”之火。
- 7.6.33συνειδέναι γὰρ αὑτοῖς εἰς οὐδὲν ἄλλο χρησίμοις πλὴν εἰς τὴν θυσίαν
这是 σύνοιδα ἐμαυτῷ 与与格表语(χρησίμοις,与反身代词 αὑτοῖς 在性、数、格上一致)连用的古典希腊语惯用构词,意为“自知……”。不定式 συνειδέναι 由上文间接引语动词 ἔφη 统辖。
- 7.6.34καὶ τὸ θυμίαμα ἐκεῖνο τὸ σύνθετον τὸ ἐν τῷ νόμῳ
该宾格名词短语承接前文“Δεῖ τοίνυν θυσίας προσφέρειν...”。在句法上,它既可视为由非人称动词 δεῖ 统辖的不定式(或承前省略的动词如 νοεῖν/προσφέρειν)的宾语,也可看作破格构句(anacoluthon),用来引出对律法中馨香之气的属灵诠释。
- 7.6.34πῦρ οὐ τὸ παμφάγον καὶ βάναυσον, ἀλλὰ τὸ φρόνιμον λέγοντες
分词 λέγοντες 为主格阳性复数,与主句主语(φαμὲν ἡμεῖς)一致,表解说或伴随情况(“当我们谈及火时,意指……”)。它带有双重宾格,将物质性吞噬一切的粗糙之火与净化灵魂的灵性、明辨之火(φρόνιμον)作对比。
