- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.6.30-7.6.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引多位喜剧诗人与赫西俄德的作品,指出异教献祭的荒谬性,论证上帝既不需要物质饮食也不需要呼吸。他表明真正的祭坛乃是义人的灵魂与教会同心合意的祈祷,并阐明节制肉食亦是为了持守属灵的纯洁。
Καθάπερ οὖν οὐ περιγράφεται τόπῳ θεὸς οὐδὲ ἀπεικονίζεταί ποτε ζῴου σχήματι. οὕτως οὐδὲ ὁμοιοπαθὴς οὐδὲ ἐνδεὴς καθάπερ τὰ γενητά. ὡς θυσιῶν, δίκην τροφῆς, διὰ λιμὸν ἐπιθυμεῖν. ὧν ἅπτεται πάθος. φθαρτὰ πάντα ἐστί, καὶ τῷ μὴ τρεφομένῳ προσάγειν βορὰν μάταιον. καὶ ὅ γε κωμικὸς ἐκεῖνος Φερεκράτης ἐν Αὐτομόλοις χαριέντως αὐτοὺς πεποίηκεν τοὺς θεοὺς καταμεμφομένους τοῖς ἀνθρώποις τῶν ἱερῶν·1 "ὅτε τοῖσι θεοῖσ[ι] θύετε, πρώτιστα ἀποκρίνετε τοῖς ἱερεῦσιν τὸ νομιζόμενον, κἄπειθ᾿ ὑμῖν, εἶτ᾿ (αἰσχύνη τὸ κατειπεῖν) εὖ τὼ μηρὼ περιλέψαντες [κομιδῇ] μέχρι βουβώνων κρέα πάντα καὶ τὴν ὀσφὺν κομιδῇ ψιλήν, λοιπὸν τὸν σπόνδυλον αὐτὸν ὥσπερ ῥίνῃ ῥινήσαντες νέμεθ᾿ ὥσπερ [καὶ] τοῖς κυσὶν ἡμῖν, εἶτ᾿ ἀλλήλους αἰσχυνόμενοι θυλήμασι κρύπτετε πολλοῖς." Εὔβουλος δὲ ὁ καὶ αὐτὸς κωμικὸς ὧδέ πως περὶ τῶν θυσιῶν γράφει· "αὐτοῖς δὲ τοῖς θεοῖσι τὴν κέρκον μόνην καὶ μηρὸν ὥσπερ παιδερασταῖς θύετε. καὶ παραγαγὼν τὸν Διόνυσον ἐν Σεμέλῃ διαστελλόμενον πεποίηκεν· πρῶτον μὲν ὅταν ἐμοί τι θύωσίν τινες, θύουσιν αἷμα, κύστιν, ἧπαρ, καρδίαν, ὑμέν᾿ ἐπιπόλαιον· οὐδ᾿ ἐγὼ γὰρ ἐσθίω γλυκεῖαν οὐδὲ μηρίαν."
因此,正如上帝不被空间所局限,也绝不被描绘为有生之物的形态,同样,祂既不具有受生之物般的情态,亦非有所匮乏,以至于会因饥饿而像需要食物那样渴求祭品。凡受情态所累之物皆是必朽的,给不进食者提供食物乃是徒劳。那位喜剧诗人费雷克拉特斯在《逃兵》中便风趣地描写了诸神自身因祭品而对人类发出的指责:“当你们向诸神献祭时,首先把合乎规矩的份分给祭司,然后分给你们自己;接着(说出来真令人羞耻!),你们把双腿的肉完全剔净直至腹股沟,把腰部剔得精光,把剩下的脊椎骨本身像用锉刀锉过一样刮净,如同喂狗一般分给我们,随后你们彼此感到羞愧,又用许多祭饼将其遮盖。”同样身为喜剧诗人的欧布鲁斯也对祭祀作了如下记载:“你们向诸神本身献祭,却只献尾巴和大腿,宛如献给娈童一般。”他在《塞墨勒》中引出狄奥尼索斯,描写其吩咐道:“首先,每当有人向我献祭时,他们献上的只是血、膀胱、肝脏、心脏、表面薄膜;因为我既不吃甜肉,也不吃大腿肉。”
Μένανδρός τε "τὴν ὀσφὺν ἄκραν" πεποίηκεν "καὶ τὴν χολὴν ὀστέα τὰ ἄβρωτα (φησί) τοῖς θεοῖς ἐπιθέντες αὐτοὶ τὰ ἄλλα ἀναλίσκουσιν." Ἢ γὰρ οὐχ ἡ τῶν ὁλοκαυτωμάτων κνῖσα καὶ τοῖς θηρίοις φευκτέα; εἰ δὲ τῷ ὄντι ἡ κνῖσα γέρας ἐστὶ θεῶν τῶν παρ᾿ Ἕλλησιν, οὐκ ἂν φθάνοιεν καὶ τοὺς μαγείρους θεοποιοῦντες,2 οἳ τῆς ἴσης εὐδαιμονίας ἀξιοῦνται, καὶ τὸν ἰπνὸν αὐτὸν προσκυνοῦντες προσεχέστερον γινόμενον τῇ κνίσῃ τῇ πολυτιμήτῳ. καί που Ἡσίοδος κατά τινα μερισμὸν κρεῶν ἀπατηθέντα φησὶ πρὸς τοῦ Προμηθέως τὸν Δία λαβεῖν »ὀστέα λευκὰ βοὸς δολίῃ ἐπὶ τέχνῃ« κεκαλυμμένα »ἀργέτι δημῷ«· "ἐκ τοῦ δ᾿ ἀθανάτοισιν ἐπὶ χθονὶ φῦλ᾿ ἀνθρώπων καίουσ᾿ ὀστέα λευκὰ θυηέντων ἐπὶ βωμῶν." ἀλλ᾿ οὐκ ἂν οὐδαμῶς φασι κατὰ τὴν ἐκ τῆς ἐνδείας ἐπιθυμίαν κακούμενον τρέφεσθαι τὸν θεόν. ὅμοιον οὖν αὐτὸν φυτῷ ποιήσουσιν ἀνορέκτως τρεφόμενον καὶ τοῖς φωλεύουσι θηρίοις. φασὶ γοῦν ταῦτα εἴτε ὑπὸ τῆς κατὰ τὸν ἀέρα παχύτητος εἴτ᾿ αὖ καὶ ἐξ αὐτῆς τῆς τοῦ οἰκείου σώματος ἀναθυμιάσεως τρεφόμενα ἀβλαβῶς αὔξειν. καίτοι εἰ ἀνενδεῶς τρέφεται αὐτοῖς τὸ θεῖον, τίς ἔτι χρεία τροφῆς τῷ ἀνενδεεῖ; εἰ δὲ τιμώμενον χαίρει, φύσει ἀνενδεὲς ὑπάρχον, οὐκ ἀπεικότως ἡμεῖς δι᾿ εὐχῆς τιμῶμεν τὸν θεόν, καὶ ταύτην τὴν θυσίαν ἀρίστην καὶ ἁγιωτάτην μετὰ δικαιοσύνης ἀναπέμπομεν, τῷ δικαιοτάτῳ λόγῳ γεραίροντες, δι᾿ οὗ παραλαμβάνομεν τὴν γνῶσιν, διὰ τούτου δοξάζοντες ὃν μεμαθήκαμεν. ἔστι γοῦν τὸ παρ᾿ ἡμῖν θυσιαστήριον ἐνταῦθα τὸ ἐπίγειον [τὸ] ἄθροισμα τῶν ταῖς εὐχαῖς ἀνακειμένων, μίαν ὥσπερ ἔχον φωνὴν τὴν κοινὴν καὶ μίαν γνώμην. Αἱ δὲ διὰ τῆς ὀσφρήσεως. εἰ καὶ θειότεραι τῶν διὰ στόματος. τροφαί. ἀλλὰ ἀναπνοῆς εἰσι δηλωτικαί. τί οὖν φασι περὶ τοῦ θεοῦ;
米南德也曾写道:“他们将腰端”以及“胆囊与不可食的骨头(他说)放在〔祭坛〕上给诸神,自己却把其余的吃尽。”难道全燔祭烟气的恶臭连野兽不也避之不及吗?如果这烟气当真是希腊诸神的尊荣,他们不妨立刻将厨师也奉为神明,因为厨师得享同样的福乐;他们甚至应当敬拜烤炉本身,因为它与那大受尊崇的烟气更为亲近。赫西俄德也曾说,宙斯在某次肉食的分配中受普罗米修斯所欺,接受了“以诡计”用“闪亮油脂”包裹的“牛的白骨”:“从此地上的人类部族,便在芬芳的祭坛上向不朽诸神焚烧白骨。”然而他们声称,上帝绝不会因匮乏引起的欲望受苦而需要滋养。那么,他们便会把上帝贬为像植物一般无欲求地获得滋养,或是像冬眠的野兽;因为他们说这些物类要么靠空气的浓密,要么靠自身肉体的蒸气得到滋养而无损地生长。然而,倘若依他们所言神圣者毫无匮乏地受滋养,那么对毫无匮乏者而言,食物又有何用?如果神圣者在本性毫无匮乏的同时因受敬奉而喜悦,那么我们藉由祈祷敬奉上帝,怀着公义献上这最美善、最圣洁的祭,借着我们由之领受真知的最公义之道来尊荣祂,通过这位道荣耀我们所认识的上帝,岂不是合情合理的吗?事实上,我们在此地上的祭坛,乃是那些委身于祈祷之人的集会,宛如拥有同一共同的声音与同一心意。至于通过嗅觉所获的滋养,纵然看似比口腹之养更为神圣,却依然表明了呼吸的存在。那么,他们关于上帝究竟会怎么说呢?
πότερον διαπνεῖται ὡς τὸ τῶν δαιμόνων γένος; ἢ ἐμπνεῖται μόνον ὡς τὰ ἔνυδρα κατὰ τὴν τῶν βραγχίων διαστολήν; ἢ περιπνεῖται καθάπερ τὰ ἔντομα κατὰ τὴν διὰ τῶν πτερύγων ἐπίθλιψιν τῆς ἐντομῆς; ἀλλ᾿ οὐκ ἄν τινι τούτων ἀπεικάσαιεν. εἴ γε εὖ φρονοῖεν. τὸν θεόν· ὅσα δὲ ἀναπνεῖ, κατὰ τὴν τοῦ πνεύμονος πρὸς τὸν θώρακα ἀντιδιαστολὴν ῥυμουλκεῖ τὸν ἀέρα. εἶτα εἰ σπλάγχνα δοῖεν καὶ ἀρτηρίας καὶ φλέβας καὶ νεῦρα καὶ μόρια τῷ θεῷ, οὐδὲν διαφέροντα εἰσηγήσονται τούτων. ἡ σύμπνοια δὲ ἐπὶ τῆς ἐκκλησίας λέγεται κυρίως. καὶ γάρ ἐστιν ἡ θυσία τῆς ἐκκλησίας λόγος ἀπὸ τῶν ἁγίων ψυχῶν ἀναθυμιώμενος, ἐκκαλυπτομένης ἅμα τῇ θυσίᾳ καὶ τῆς διανοίας ἁπάσης τῷ θεῷ. ἀλλὰ τὸν μὲν ἀρχαιότατον βωμὸν ἐν Δήλῳ ἁγνὸν εἶναι τεθρυλήκασι, πρὸς ὃν δὴ μόνον καὶ Πυθαγόραν προσελθεῖν φασι φόνῳ καὶ θανάτῳ μὴ μιανθέντα, βωμὸν δὲ ἀληθῶς ἅγιον τὴν δικαίαν ψυχὴν καὶ τὸ ἀπ᾿ αὐτῆς θυμίαμα τὴν ὁσίαν εὐχὴν λέγουσιν ἡμῖν ἀπιστήσουσιν; σαρκοφαγιῶν δ᾿, οἶμαι, προφάσει αἱ θυσίαι τοῖς ἀνθρώποις ἐπινενόηνται. ἐξῆν δὲ καὶ ἄλλως ἄνευ τῆς τοιαύτης εἰδωλολατρείας μεταλαμβάνειν κρεῶν τὸν βουλόμενον. αἱ μὲν γὰρ κατὰ τὸν νόμον θυσίαι τὴν περὶ ἡμᾶς εὐσέβειαν ἀλληγοροῦσι, καθάπερ ἡ τρυγὼν καὶ ἡ περιστερὰ ὑπὲρ ἁμαρτιῶν προσφερόμεναι τὴν ἀποκάθαρσιν τοῦ ἀλόγου μέρους τῆς ψυχῆς προσδεκτὴν μηνύουσι τῷ θεῷ. εἰ δέ τις τῶν δικαίων οὐκ ἐπιφορτίζει τῇ τῶν κρεῶν βρώσει τὴν ψυχήν, λόγῳ τινὶ εὐλόγῳ χρῆται. οὐχ ᾧ Πυθαγόρας καὶ οἱ ἀπ᾿ αὐτοῦ τὴν μετένδεσιν ὀνειροπολοῦντες τῆς ψυχῆς. δοκεῖ δὲ Ξενοκράτης ἰδίᾳ πραγματευόμενος Περὶ τῆς ἀπὸ τῶν ζῴων τροφῆς καὶ Πολέμων ἐν τοῖς Περὶ τοῦ κατὰ φύσιν βίου συντάγμασι σαφῶς λέγειν, ὡς ἀσύμφορόν ἐστιν ἡ διὰ τῶν σαρκῶν τροφή, ἣ εἰργασμένη ἤδη καὶ ἐξομοιοῖ ταῖς τῶν ἀλόγων ψυχαῖς.3
上帝是像鬼魔之类通体透气,还是像水生动物那样仅凭鱼鳃的张合吸气?抑或像昆虫那样凭借翅膀对体节的挤压周身呼吸?只要他们神智清明,绝不会把上帝比作其中任何一类;而凡呼吸之物,皆因肺相对于胸廓的张缩而汲取空气。接着,倘若他们赋予上帝内脏、动脉、静脉、筋腱和肢体器官,他们所引入的上帝便与这些物类毫无二致。而同心合气唯独用于教会才是名正言顺的;因为教会的祭乃是从圣洁灵魂中升腾如馨香的话语,全副心思亦随着这祭一同向上帝敞开。世人盛传提洛岛上最古老的祭坛是纯净的,相传唯独毕达哥拉斯因其未受杀戮与死亡的玷污而走近它;那么,当我们说真正圣洁的祭坛是公义的灵魂、从其升起的馨香是虔敬的祈祷时,他们难道会不信吗?依我之见,祭祀乃是人为了吃肉的借口而构想出来的。其实凡想吃肉的人,即便没有此类偶像崇拜,原本也能以其他方式领受肉食。因为律法中的祭祀乃是寓意我们当有的虔敬,正如为赎罪所献的斑鸠与鸽子,表明灵魂中无理性部分的洁净是蒙上帝悦纳的。如果有哪位义人不以食肉使灵魂负重,他所运用的乃是合情合理的论据,而非毕达哥拉斯及其追随者所梦想的灵魂转生之说。色诺克拉底在其专论《论动物性食物》中,以及波莱蒙在《论顺应自然的生活》的著作中,似乎都明确指出:肉类食物是有害的,因其已被消化同化,使灵魂变得与无理性的野兽之魂相似。
- 7.6.30καταμεμφομένους τοῖς ἀνθρώποις τῶν ἱερῶν
动词 καταμέμφομαι(责难、指责)支配受责者的人称与格(τοῖς ἀνθρώποις),以及表示责难缘由的原因属格(τῶν ἱερῶν,“就祭品/祭祀而言”)。
- 7.6.31οὐκ ἂν φθάνοιεν καὶ τοὺς μαγείρους θεοποιοῦντες
“οὐκ ἂν φθάνοι+分词”是古典希腊语的熟语结构,意为“不妨立即……”或“尽早做……也不为过”。结合表示潜在的 ἄν,构成了辛辣的讽刺性夸张,意指他们不妨立时将厨师也奉为神明。
- 7.6.32ἣ εἰργασμένη ἤδη καὶ ἐξομοιοῖ ταῖς τῶν ἀλόγων ψυχαῖς
关系代词 ἣ 的先行词是主语“肉食”(ἡ διὰ τῶν σαρκῶν τροφή)。被动完成分词 εἰργασμένη 意为“已被(体内消化)加工的”。及物动词 ἐξομοιοῖ(使……相似)依据上文省略了直接宾语“灵魂”(τὴν ψυχήν),并支配与格补足语 ταῖς τῶν ἀλόγων ψυχαῖς(“与无理性兽类的灵魂”)。
