← 亚历山太的革利免

杂记

§7.5.28-7.5.29

弃绝人手所造之殿与作为真圣所的教会

作者论证上帝绝不可能被局限于物质庙宇或偶像之中;真正的圣殿并非具体的物理场所,而是蒙选之人的集会(教会),已蒙洁净并拥有真知的灵魂才是上帝真正的圣像。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5.28

Ἢ γὰρ οὐ καλῶς καὶ ἀληθῶς οὐκ ἐν τόπῳ τινὶ περιγράφομεν τὸν ἀπερίληπτον οὐδ᾿ ἐν ἱεροῖς καθείργνυμεν »χειροποιήτοις« τὸ πάντων περιεκτικόν; τί δ᾿ ἂν καὶ οἰκοδόμων καὶ λιθοξόων καὶ βαναύσου τέχνης ἅγιον εἴη ἔργον; οὐχὶ ἀμείνους τούτων οἱ τὸν ἀέρα καὶ τὸ περιέχον, μᾶλλον δὲ τὸν ὅλον κόσμον καὶ τὸ σύμπαν ἄξιον ἡγησάμενοι τῆς τοῦ θεοῦ ὑπεροχῆς; γελοῖον μεντἂν εἴη, ὡς αὐτοί φασιν οἱ φιλόσοφοι, ἄνθρωπον, ὄντα »παίγνιον θεοῦ«, θεὸν ἐργάζεσθαι καὶ γίγνεσθαι παιδιὰν τέχνης τὸν θεόν.1 ἐπεὶ τὸ γινόμενον ταὐτὸν καὶ ὅμοιον τῷ ἐξ οὗ γίνεται, ὡς τὸ ἐξ ἐλέφαντος ἐλεφάντινον καὶ τὸ ἐκ χρυσοῦ χρυσοῦν· τὰ δὲ πρὸς ἀνθρώπων βαναύσων κατασκευαζόμενα ἀγάλματά τε καὶ ἱερὰ ἐκ τῆς ὕλης τῆς ἀργῆς γίνεται, ὥστε καὶ αὐτὰ ἂν εἴη ἀργὰ καὶ ὑλικὰ καὶ βέβηλα. κἂν τὴν τέχνην ἐκτελέσῃς, τῆς βαναυσίας μετείληφεν· οὐκέτ᾿ οὖν ἱερὰ καὶ θεῖα τῆς τέχνης τὰ ἔργα. τί δ᾿ ἂν καὶ ἱδρύοιτο μηδενὸς ἀνιδρύτου τυγχάνοντος. ἐπεὶ πάντα ἐν τόπῳ; ναὶ μὴν τὸ ἱδρυμένον ὑπό τινος ἱδρύεται πρότερον ἀνίδρυτον ὄν. εἴπερ οὖν ὁ θεὸς ἱδρύεται πρὸς ἀνθρώπων, ἀνίδρυτός ποτε ἦν καὶ οὐδ᾿ ὅλως ἦν. τοῦτο γὰρ ἂν εἴη ἀνίδρυτον, τὸ οὐκ ὄν· ἐπειδήπερ πᾶν τὸ μὴ ὂν ἱδρύεται. τὸ δὲ ὂν ὑπὸ τοῦ μὴ ὄντος οὐκ ἂν ἱδρυνθείη, ἀλλ᾿ οὐδ᾿ ὑπ᾿ ἄλλου ὄντος· ὂν γάρ ἐστι καὶ αὐτό.

我们不把那不可容纳者局限于任何地方,也不把容纳万有者关进“人手所造”的庙宇中,不是合宜而真实的吗?建筑工、石匠和鄙俗技艺的作为,又怎会是圣洁的呢?那些认为空气与周围环境,更确切地说是整个世界与宇宙才配得上上帝的超越性之人,岂不比这些人更胜一筹吗?正如哲学家们自己所说,人作为“上帝的玩物”,竟然去造作上帝,而使上帝成为技艺的玩物,这确实是荒谬可笑的。因为所产生的事物,必然与其所由产生的原料同一且相似,正如用象牙制成的便是象牙制品,用黄金制成的便是黄金制品;而由鄙俗之人建造的雕像和殿宇,乃是由惰性的物质生成的,因而它们自身也是惰性、物质性且世俗的。即使你将技艺发挥至极,它依然染有鄙俗性;因此,该技艺的产物便不再是圣洁与神圣的了。再者,既然万物皆在空间之中,若本无任何未经奠立之物,又如何能有所奠立呢?诚然,凡由某者所奠立的,都是先为未经奠立者,然后才被奠立。因此,若上帝是由人所奠立的,祂便曾一度是未经奠立的,甚至根本未曾存在过;因为未经奠立之物恰恰就是不存在者,既然一切非存在者都要被奠立。然而,存在者不可能由非存在者所奠立,也不可能由另一个存在者所奠立,因为它自身亦是存在者。

§7.5.29

λείπεται δὴ ὑφ᾿ ἑαυτοῦ. καὶ πῶς αὐτὸ ἑαυτό τι γεννήσει; ἢ πῶς αὐτὸ τὸ ὂν ἑαυτὸ τῷ εἶναι ἐνιδρύσει; πότερον ἀνίδρυτον ὂν πρότερον ἵδρυσεν ἑαυτό; ἀλλ᾿ οὐκ ἂν οὐδ᾿ ἦν, ἐπεὶ τὸ μὴ ὂν ἀνίδρυτον· καὶ τὸ ἱδρῦσθαι νομισθὲν πῶς, ὃ φθάσαν εἶχεν ὄν, τοῦθ᾿ ἑαυτὸ ὕστερον ἂν ποιοίη;2 οὗ δὲ πάντα τὰ ὄντα, πῶς [οὖν] τοῦτ᾿ ἂν δέοιτό τινος; ἀλλ᾿ εἰ καὶ ἀνθρωποειδὲς τὸ θεῖον, τῶν ἴσων δεήσεται τῷ ἀνθρώπῳ, τροφῆς τε καὶ σκέπης οἰκίας τε καὶ τῶν ἀκολούθων πάντων. οἱ ὁμοιοσχήμονες γὰρ καὶ ὁμοιοπαθεῖς τῆς ἴσης δεήσονται διαίτης. εἰ δὲ τὸ ἱερὸν διχῶς ἐκλαμβάνεται, ὅ τε θεὸς αὐτὸς καὶ τὸ εἰς τιμὴν αὐτοῦ κατασκεύασμα, πῶς οὐ κυρίως τὴν εἰς τιμὴν τοῦ θεοῦ κατ᾿ ἐπίγνωσιν ἁγίαν γενομένην ἐκκλησίαν ἱερὸν ἂν εἴποιμεν θεοῦ τὸ πολλοῦ ἄξιον3 καὶ οὐ βαναύσῳ κατεσκευασμένον τέχνῃ. ἀλλ᾿ οὐδὲ ἀγύρτου χειρὶ δεδαιδαλμένον, βουλήσει δὲ τοῦ θεοῦ εἰς νεὼν πεποιημένον; οὐ γὰρ νῦν τὸν τόπον, ἀλλὰ τὸ ἄθροισμα τῶν ἐκλεκτῶν ἐκκλησίαν καλῶ. ἀμείνων ὁ νεὼς οὗτος εἰς παραδοχὴν μεγέθους ἀξίας τοῦ θεοῦ. τὸ γὰρ [περὶ] πολλοῦ ἄξιον ζῷον τῷ τοῦ παντὸς ἀξίῳ. μᾶλλον δὲ οὐδενὸς ἀνταξίῳ. δι᾿ ὑπερβολὴν ἁγιότητος καθιέρωται. εἴη δ᾿ ἂν οὗτος ὁ γνωστικὸς ὁ πολλοῦ ἄξιος ὁ τίμιος τῷ θεῷ, ἐν ᾧ ὁ θεὸς ἐνίδρυται. τουτέστιν ἡ περὶ τοῦ θεοῦ γνῶσις καθιέρωται. ἐνταῦθα καὶ τὸ ἀπεικόνισμα εὕροιμεν ἄν, τὸ θεῖον καὶ ἅγιον ἄγαλμα, ἐν τῇ δικαίᾳ ψυχῇ, ὅταν μακαρία μὲν αὐτὴ τυγχάνῃ. ἅτε προκεκαθαρμένη. μακάρια δὲ διαπραττομένη ἔργα. ἐνταῦθα καὶ τὸ ἐνίδρυτον καὶ τὸ ἐνιδρυόμενον, τὸ μὲν ἐπὶ τῶν ἤδη γνωστικῶν, τὸ δὲ ἐπὶ τῶν οἵων τε γενέσθαι, κἂν μηδέπω ὦσιν ἄξιοι ἀναδέξασθαι ἐπιστήμην θεοῦ. πᾶν γὰρ τὸ μέλλον πιστεύειν πιστὸν ἤδη τῷ θεῷ καὶ καθιδρυμένον εἰς τιμὴν ἄγαλμα ἐνάρετον, ἀνακείμενον θεῷ.

剩下的可能,便是由它自身所奠立。可是,任何事物又怎能自我产生呢?或者,存在者本身又怎能把自身奠立于存在之中呢?它是先前作为未经奠立者而奠立了自身吗?但那样它甚至不会存在,因为非存在者才是未经奠立者;而已被认为受奠立者,又怎能在其后为自身造出它早已作为存在者所拥有的东西呢?既然万有皆属于祂,这同一位又怎会需要任何事物呢?倘若神圣者与人同形,祂便需要与人相同之物:食物、遮蔽、房屋以及所有相随之物。因为形体相似且具有相同情状者,必需要同等的生活方式。倘若“圣所”可作两重理解——即上帝自身,以及为荣耀祂而建的造物——那么,我们岂不应当恰当地把那因真知而在荣耀上帝中成为圣洁的教会,称为极其宝贵的上帝之圣殿吗?它并非由鄙俗技艺所建造,亦非由江湖术士之手所雕饰,而是依上帝的旨意被制作为圣殿的。因为我此刻所称的教会并非指地方,而是指蒙选者的聚集。对于领受上帝尊荣之伟大而言,这座圣殿更为优越。因为这极有价值的活物,因着圣洁的无上卓越,已被奉献给配受万有、或者说无物可与之相提并论的上帝。而这极有价值、在上帝面前极为尊贵者,当是那位有真知者(诺斯替者),上帝安居在他里面,亦即关于上帝的真知已被奉献于其中。在此,我们亦能在正直的灵魂中寻得那作为神圣肖像的圣像,只要这灵魂本身因预先得到洁净而享福乐,并力行福乐的善工。在此既有已稳固奠立者,亦有正在被奠立者;前者见于已是有真知者的人,后者则见于有能力成为如此之人,纵然他们尚且不配领受关于上帝的真知。因为凡将要信者,在上帝看来已是忠信的,且是一尊为了荣耀上帝而被奠立、奉献于上帝的有德圣像。

语法注3 条
  1. 7.5.28γελοῖον μεντἂν εἴη, ὡς αὐτοί φασιν οἱ φιλόσοφοι, ἄνθρωπον, ὄντα »παίγνιον θεοῦ«, θεὸν ἐργάζεσθαι καὶ γίγνεσθαι παιδιὰν τέχνης τὸν θεόν

    非人称结构 γελοῖον εἴη ἄν(潜在祈愿语气,“将是可笑的”)带有两个并列的“宾格加不定式”短语作为主语。在前一个短语中,ἄνθρωπον 为逻辑主语,θεόν 为宾语(“人去造作上帝”);在后一个短语中,τὸν θεόν 为逻辑主语,παιδιὰν τέχνης 为表语宾格(“上帝成为技艺的玩物”),鲜明对照出人与上帝地位的颠倒。

  2. 7.5.29καὶ τὸ ἱδρῦσθαι νομισθὲν πῶς, ὃ φθάσαν εἶχεν ὄν, τοῦθ᾿ ἑαυτὸ ὕστερον ἂν ποιοίη;

    该句的骨干结构为 πῶς τὸ ἱδρῦσθαι νομισθὲν τοῦτο ἑαυτὸ ὕστερον ἂν ποιοίη(“已被认为受奠立者,怎能在此后为自身造出此物?”)。关系代词 ὃ 引导的定语从句先置于其指代对象 τοῦτο;φθάσαν εἶχεν ὄν 运用了 φθάνω 的分词 φθάσαν 与限定动词 εἶχεν(及分词 ὄν)连用的结构,表示“先前作为存在者早已拥有的事物”。

  3. 7.5.29πῶς οὐ κυρίως τὴν εἰς τιμὴν τοῦ θεοῦ κατ᾿ ἐπίγνωσιν ἁγίαν γενομένην ἐκκλησίαν ἱερὸν ἂν εἴποιμεν θεοῦ τὸ πολλοῦ ἄξιον

    动词 εἴποιμεν 构成的双宾格结构(“称 A 为 B”)。直接宾语为 τὴν... ἐκκλησίαν(“因真知而在荣耀上帝中成为圣洁的教会”),表语宾格为 ἱερὸν... θεοῦ τὸ πολλοῦ ἄξιον(“极其宝贵的上帝圣殿”)。修辞疑问句 πῶς οὐ... ἂν εἴποιμεν(“我们岂不应当称……”)有力地肯定了唯有真正的教会才是合宜的神殿。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.5.28-7.5.29