- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.4.25-7.4.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引哲学家与喜剧诗人的话语,斥责迷信的兆象观察与江湖术士的外在净化礼,指出真正的纯洁乃是道德良知与弃绝罪恶,唯有预先洁净灵魂方能研习教义。
Εὖ γοῦν καὶ Διογένης πρὸς τὸν θαυμάζοντα. ὅτι εὗρεν τὸν ὄφιν ἐν τῷ ὑπέρῳ περιειλημένον. »μὴ θαύμαζε« ἔφη· »ἦν γὰρ παραδοξότερον ἐκεῖνο, εἰ τὸ ὕπερον περὶ ὀρθῷ τῷ ὄφει κατειλημένον ἐθεάσω.1« Δεῖ γὰρ καὶ τὰ ἄλογα τῶν ζῴων τρέχειν καὶ θεῖν καὶ μάχεσθαι καὶ τίκτειν καὶ ἀποθνῄσκειν, ἃ δή. ἐκείνοις ὄντα κατὰ φύσιν, οὐκ ἄν ποτε ἡμῖν γένοιτο παρὰ φύσιν· "ὄρνιθες δέ τε πολλοὶ ὑπ᾿ αὐγὰς ἠελίοιο φοιτῶσιν." Ὁ κωμικὸς δὲ Φιλήμων καὶ τὰ τοιαῦτα κωμῳδεῖ· "ὅταν ἴδω (φησί) παρατηροῦντα, τίς ἔπταρεν ἢ τίς ἐλάλησεν. ἤ, τίς ἐστιν ὁ προϊών. σκοποῦντα, πωλῶ τοῦτον εὐθὺς ἐν ἀγορᾷ. αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται ἕκαστος ἡμῶν. οὐχὶ τοῖς ἐν τῇ πόλει.2 τὰ πράγματα ὡς πέφυκεν, οὕτως γίγνεται." Εἶτα νήφοντες μὲν ὑγείαν αἰτοῦνται. ὑπερεμπιπλάμενοι δὲ καὶ μέθαις ἐγκυλιόμενοι κατὰ τὰς ἑορτὰς νόσους ἐπισπῶνται.
因此,第欧根尼对那个因发现蛇盘绕在杵上而惊叹不已的人说得极为巧妙:“不要惊叹,”他说,“因为要是你看到杵盘绕在直立的蛇身上,那才更不可思议呢。” 因为无理性的动物也必须奔跑、疾驰、战斗、生育和死亡;这些事对于它们而言既合乎天性,对我们来说就绝非违反天性: “诸多飞鸟在日光之下翱翔。” 喜剧诗人腓利蒙也嘲弄了此类行径: “每当我看见(他说)有人在细心留意谁打了喷嚏、谁说了话,或者观望谁走了过去,我立刻就把他在市场上卖掉。我们每个人行走、说话、打喷嚏都是为了自己,而不是为了城里的人。事物依其本性如何,便如何发生。” 再者,他们清醒时祈求健康,但在节日期间过度饱食、沉溺于醉饮,从而招致疾病。
Πολλοὶ δὲ καὶ τὰς γραφὰς δεδίασι τὰς ἀνακειμένας. ἀστείως πάνυ ὁ Διογένης, ἐπὶ οἰκίᾳ μοχθηροῦ τινος εὑρὼν ἐπιγεγραμμένον· "ὁ καλλίνικος Ἡρακλῆς ἐνθάδε κατοικεῖ· μηδὲν εἰσίτω κακόν," »καὶ πῶς« ἔφη »ὁ κύριος εἰσελεύσεται τῆς οἰκίας;« Οἱ αὐτοὶ δ᾿ οὗτοι πᾶν ξύλον καὶ πάντα λίθον, τὸ δὴ λεγόμενον. λιπαρὸν προσκυνοῦντες, ἔρια πυρρὰ καὶ ἁλῶν χόνδρους καὶ δᾷδας σκίλλαν τε καὶ θεῖον δεδίασι, πρὸς τῶν γοήτων καταγοητευθέντες κατά τινας ἀκαθάρτους καθαρμούς. θεὸς δέ, ὁ τῷ ὄντι θεός, ἅγιον μόνον οἶδεν τὸ τοῦ δικαίου ἦθος, ὥσπερ ἐναγὲς τὸ ἄδικον καὶ μοχθηρόν. ὁρᾶν γοῦν ἔστι τὰ ὠὰ τὰ ἀπὸ τῶν περικαθαρθέντων, εἰ θαλφθείη, ζωογονούμενα. οὐκ ἂν δὲ τοῦτο ἐγίνετο, εἰ ἀνελάμβανεν τὰ τοῦ περικαθαρθέντος κακά. Χαριέντως γοῦν καὶ ὁ κωμικὸς Δίφιλος κωμῳδεῖ τοὺς γόητας διὰ τῶνδε· "Προιτίδας ἁγνίζων κούρας καὶ τὸν πατέρα αὐτῶν Προῖτον Ἀβαντιάδην καὶ γραῦν πέμπτην ἐπὶ τοῖσδε δᾳδὶ μιᾷ σκίλλῃ τε μιᾷ, τόσα σώματα φωτῶν, θείῳ τε ἀσφάλτῳ τε πολυφλοίσβῳ τε θαλάσσῃ ἐξ ἀκαλαρρείταο βαθυρρόου Ὠκεανοῖο. ἀλλὰ μάκαρ Ἀὴρ διὰ τῶν νεφέων διάπεμψον Ἀντικύραν, ἵνα τόνδε κόριν κηφῆνα ποιήσω."
许多人还害怕立起的铭文。第欧根尼在某个恶徒的宅邸上看到写着: “大获全胜的赫拉克勒斯居住于此;任何恶物不得入内。” 他便极其风趣地说道:“那么这家主人又该如何进去呢?” 正是这同一群人,如常言所说,敬拜每一根木头和每一块抹了油的石头,对红羊毛、粗盐粒、火把、海葱和硫黄战战兢兢,在某些不洁的净化仪式中受制于江湖巫医的蛊惑。然而上帝,那真正的上帝,唯独知晓正直者的品性是圣洁的,正如祂视不义与卑劣为污秽一样。事实上,人们可以看到用于净化的禽蛋若是保温孵育,依然能够孵化出生命;如果它们吸附了受净化之人的罪恶,这种情况本绝不会发生。 喜剧诗人狄菲鲁斯亦借下列诗句巧妙地讥讽了这些术士: “他用一支火把、一株海葱,去净化普洛托斯的女儿们及其父亲阿巴斯之子普洛托斯,外加这之上的第五人老妪——凡人竟有如此之多的躯体!——还用了硫黄、沥青,以及取自平缓流淌、水流深邃的大洋之喧嚣海水。然而,福乐的天空啊,请穿过云层送来安提基拉(嚏根草),好让我将这只臭虫变成无用的雄蜂。”
Εὖ γὰρ καὶ ὁ Μένανδρος· "εἰ μέν τι κακὸν ἀληθὲς εἶχες. Φειδία. ζητεῖν ἀληθὲς φάρμακον τούτου σ᾿ ἔδει. νῦν δ᾿ οὐκ ἔχεις· κενὸν εὑρὲ καὶ τὸ φάρμακον πρὸς τὸ κενόν· οἰήθητι δὲ ὠφελεῖν τί σε. περιμαξάτωσάν σε αἱ γυναῖκες ἐν κύκλῳ καὶ περιθεωσάτωσαν· ἀπὸ κρουνῶν τριῶν ὕδατι περίρραναι ἐμβαλὼν ἅλας, φακούς." πᾶς ἁγνός ἐστιν ὁ μηδὲν ἑαυτῷ κακὸν συνειδώς. Αὐτίκα ἡ τραγῳδία λέγει· "Ὀρέστα. τίς σε ἀπόλλυσιν νόσος; Ἡ σύνεσις. ὅτι σύνοιδα δεινὰ εἰργασμένος." τῷ γὰρ ὄντι ἡ ἁγνεία οὐκ ἄλλη τίς ἐστιν πλὴν ἡ τῶν ἁμαρτημάτων ἀποχή. Καλῶς ἄρα καὶ Ἐπίχαρμός φησι· "καθαρὸν ἂν τὸν νοῦν ἔχῃς, ἅπαν τὸ σῶμα καθαρὸς εἶ." Αὐτίκα καὶ τὰς ψυχὰς προκαθαίρειν χρεών φαμεν ἀπὸ τῶν φαύλων καὶ μοχθηρῶν δογμάτων διὰ τοῦ λόγου τοῦ ὀρθοῦ, καὶ τότε οὕτως ἐπὶ τὴν τῶν προηγουμένων κεφαλαίων ὑπόμνησιν τρέπεσθαι, ἐπεὶ καὶ πρὸ τῆς τῶν μυστηρίων παραδόσεως καθαρμούς τινας προσάγειν τοῖς μυεῖσθαι μέλλουσιν ἀξιοῦσιν, ὡς δέον τὴν ἄθεον ἀποθεμένους δόξαν ἐπὶ τὴν ἀληθῆ τρέπεσθαι παράδοσιν.3
米南德也说得极好: “腓狄亚斯,如果你真有什么实在的灾疾,你就应当为之寻找真正的良药;但如今你并无实疾,那就去为虚妄的病痛找寻虚妄的药方,并假想它对你大有益处吧。让女人们绕着你周身擦拭,用硫黄熏蒸;再用三处泉水,投入盐和扁豆,往自己周身洒水吧。” 凡不自知有任何罪恶的人,便都是洁净的。 正如悲剧随即所言: “奥瑞斯忒斯,什么疾病在毁灭你?”“是良知:自知犯下了可怕的罪行。” 因为事实上,纯洁无非就是远离罪恶。 因此埃庇卡摩斯说得极妙: “你若存着纯洁的心灵,你全身便都是洁净的。” 因此我们也断言,必须先借着正确的理性,预先洁净灵魂脱离卑劣而恶毒的教条,然后方可进而重温那些首要的纲领,因为在传授秘仪之前,他们也认为应当对将要入教者施以某种洁净礼,以为理应先抛弃无神论的成见,再转向真正的传统。
- 7.4.25ἦν γὰρ παραδοξότερον ἐκεῖνο, εἰ τὸ ὕπερον περὶ ὀρθῷ τῷ ὄφει κατειλημένον ἐθεάσω
与过去事实相反的虚拟条件句(反事实条件句)。归结句中的动词 ἦν 为未完成过去时且省略了 ἄν,用以表达结论的确定性或必然性(“那才更不可思议呢”);条件从句则由 εἰ 接不定过去时直陈式 ἐθεάσω 构成。
- 7.4.25αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται ἕκαστος ἡμῶν, οὐχὶ τοῖς ἐν τῇ πόλει
与格 αὑτῷ 及 τοῖς ἐν τῇ πόλει 属于利益与格(或关涉与格),表示动作是为谁或就谁而言发生(“每个人都是为了自己行走、说话、打喷嚏,而不是为了城里的人”)。
- 7.4.27ὡς δέον τὴν ἄθεον ἀποθεμένους δόξαν ἐπὶ τὴν ἀληθῆ τρέπεσθαι παράδοσιν
带有连词 ὡς 的宾格绝对结构,使用了无人称动词 δεῖ 的中性分词 δέον,表示主观认定的理由或应当遵行的准则(“既然应当……”)。不定式 τρέπεσθαι 由 δέον 支配,其逻辑主语与分词 ἀποθεμένους 保持一致,为泛指的宾格复数。
