- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.4.22-7.4.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者批判了希腊人对神明的拟人化及情欲投射,并通过神话实例、喜剧和哲人逸事反驳了将神性矮小化的迷信之荒谬。
Ἕλληνες δὲ ὥσπερ ἀνθρωπομόρφους οὕτως καὶ ἀνθρωποπαθεῖς τοὺς θεοὺς ὑποτίθενται. καὶ καθάπερ τὰς μορφὰς αὐτῶν ὁμοίας ἑαυτοῖς ἕκαστοι διαζωγραφοῦσιν. ὥς φησιν ὁ Ξενοφάνης, »Αἰθίοπές τε μέλανας σιμούς τε Θρᾷκές τε πυρροὺς καὶ γλαυκούς«. οὕτως καὶ τὰς ψυχὰς ὁμοίους ἑαυτοῖς αὐτοὺς ἀναπλάττουσιν, αὐτίκα βάρβαροι [οἱ] μὲν θηριώδεις καὶ ἀγρίους τὰ ἤθη, ἡμερωτέρους δὲ Ἕλληνες, πλὴν ἐμπαθεῖς. διὸ (??)εὐλόγως τοῖς μὲν μοχθηροῖς φαύλας ἔχειν τὰς περὶ θεοῦ διανοήσεις ἀνάγκη, τοῖς δὲ σπουδαίοις ἀρίστας. καὶ διὰ τοῦτο ὁ τῷ ὄντι »βασιλικὸς τὴν ψυχὴν« καὶ γνωστικὸς οὗτος καὶ θεοσεβὴς καὶ ἀδεισιδαίμων [ὤν]. τίμιον, σεμνόν, μεγαλοπρεπῆ, εὐποιητικόν, εὐεργετικόν, ἁπάντων ἀρχηγὸν ἀγαθῶν, κακῶν δὲ ἀναίτιον μόνον εἶναι τὸν μόνον θεὸν πεπεισμένος. καὶ περὶ μὲν τῆς Ἑλληνικῆς δεισιδαιμονίας ἱκανῶς, οἶμαι. ἐν τῷ Προτρεπτικῷ ἐπιγραφομένῳ ἡμῖν λόγῳ παρεστήσαμεν κατακόρως τῇ κατεπειγούσῃ συγκαταχρώμενοι ἱστορίᾳ. οὔκουν χρὴ »αὖθις τὰ ἀριδήλως εἰρημένα μυθολογεῖν«.
希腊人假定诸神不仅具有人形,而且同样具有人类的情欲。正如各族人民将神明的形貌描摹得与自身相似——如色诺芬尼所说:“埃塞俄比亚人将神明塑造成黑肤而塌鼻,色雷斯人则塑造成红发而碧眼”——照样,他们也将神明的心灵塑造成与自己一样:例如蛮族人将神塑造为兽性且性格野蛮,希腊人虽将神塑造成较为温和,但仍充斥着情欲。因此,恶人对上帝必然抱有鄙陋的观念,而善人则抱有至善的见解,这是理所当然的。为此,那真正“在心灵上如王者一般的”诺斯替主义者,既敬畏上帝又毫无迷信,坚信唯有独一的上帝是尊贵的、崇高的、恢弘的、乐善好施的、赐福的、一切善事的创始者,且绝非恶因。关于希腊人的迷信,我想我们已在题为《劝勉篇》的论著中,借助切近的史料充分予以展示了;所以无需“将已经阐明之事再次重述一遍”。
ὅσον δὲ ἐπισημήνασθαι κατὰ τὸν τόπον γενομένους ὀλίγα ἐκ πολλῶν.1 ἀπόχρη καὶ τάδε εἰς ἔνδειξιν τοῦ ἀθέους παραστῆσαι τοὺς τοῖς κακίστοις ἀνθρώποις τὸ θεῖον ἀπεικάζοντας.2 ἤτοι γὰρ βλάπτονται πρὸς ἀνθρώπων αὐτοῖς οἱ θεοὶ3 καὶ χείρους τῶν ἀνθρώπων ὑφ᾿ ἡμῶν βλαπτόμενοι δείκνυνται, ἢ εἰ μὴ τοῦτο, πῶς ἐφ᾿ οἷς οὐ βλάπτονται. καθάπερ ὀξύχολον γραΐδιον εἰς ὀργὴν ἐρεθιζόμενον, ἐκπικραίνονται, ᾗ φασι τὴν Ἄρτεμιν δι᾿ Οἰνέα Αἰτωλοῖς ὀργισθῆναι. πῶς γὰρ οὐκ ἐλογίσατο θεὸς οὖσα ὡς οὐ καταφρονήσας ὁ Οἰνεύς, ἀλλ᾿ ἤτοι λαθόμενος ἢ ὡς τεθυκὼς ἠμέλησεν; εὖ δὲ καὶ ἡ Αὔγη δικαιολογουμένη πρὸς τὴν Ἀθηνᾶν ἐπὶ τῷ χαλεπαίνειν αὐτῇ τετοκυίᾳ ἐν τῷ ἱερῷ λέγει· "σκῦλα μὲν βροτοφθόρα χαίρεις ὁρῶσα καὶ νεκρῶν ἐρείπια, καὶ οὐ μιαρά σοι ταῦτ᾿ ἔστιν· εἰ δ᾿ ἐγὼ τεκον, δεινὸν τόδ᾿ ἡγῇ·" καίτοι καὶ τὰ ἄλλα ζῷα ἐν τοῖς ἱεροῖς τίκτοντα οὐδὲν ἀδικεῖ.
不过,既然行文至此,略提万一,仅凭以下事实亦足以证明那些将神性比作最恶之人的人乃是无神论者。因为在他们看来,诸神要么被人类伤害,从而因受制于我们而显出劣于人类;要么若非如此,诸神为何会因未曾受损之事而怨恨恼怒,宛如暴躁的老妪动辄发怒一样——正如人们所说,阿耳忒弥斯因俄纽斯而向埃托利亚人发怒?因为她既身为女神,为何竟未思量俄纽斯并非出于蔑视,而是要么由于遗忘、要么以为自己已经献祭才有所疏忽呢?奥革面对因她在神庙中分娩而向她发怒的雅典娜,自辩之词亦甚为巧妙: “你喜见残害生灵的战利品与死者的残骸,且不以为污秽;但我若诞下婴孩,你却视此为可畏之恶事。” 然而其他在神圣场所生产的动物亦未曾有过任何不义之举。
Εἰκότως τοίνυν δεισιδαίμονες περὶ τοὺς εὐοργήτους γινόμενοι πάντα σημεῖα ἡγοῦνται εἶναι τὰ συμβαίνοντα καὶ κακῶν αἴτια· "ἐὰν μῦς διορύξῃ βωμὸν ὄντα πήλινον κἂν μηδὲν ἄλλο ἔχων διατράγῃ θύλακον, ἀλεκτρυὼν τρεφόμενος ἐὰν ἀπὸ ἑσπέρας ᾄσῃ, τιθέμενοι τοῦτο σημεῖόν τινος." Τοιοῦτόν τινα ἐν τῷ Δεισιδαίμονι ὁ Μένανδρος διακωμῳδεῖ· "ἀγαθόν τι γένοιτό μοι, ὦ πολυτίμητοι θεοί, ὑποδούμενος τὸν ἱμάντα γὰρ τῆς δεξιᾶς ἐμβάδος διέρρηξα. Εἰκότως, ὦ φλήναφε· σαπρὸς γὰρ ἦν, σὺ δὲ σμικρολόγος οὐ θέλων καινὰς πρίασθαι." Χαρίεν τὸ τοῦ Ἀντιφῶντος· οἰωνισαμένου τινός, ὅτι κατέφαγεν ὗς τὰ δελφάκια, θεασάμενος αὐτὴν ὑπὸ λιμοῦ διὰ μικροψυχίαν τοῦ τρέφοντος κατισχναμένην, »χαῖρε«, εἶπεν, »ἐπὶ τῷ σημείῳ, ὅτι οὕτω πεινῶσα τὰ σὰ οὐκ ἔφαγεν τέκνα.« »Τί δὲ καὶ θαυμαστόν, εἰ ὁ μῦς«, φησὶν ὁ Βίων, »τὸν θύλακον διέτραγεν. οὐχ εὑρὼν ὅ τι φάγῃ; τοῦτο γὰρ ἦν θαυμαστόν, εἰ. ὥσπερ Ἀρκεσίλαος παίζων ἐνεχείρει. τὸν μῦν ὁ θῦλαξ κατέφαγεν.«
因此,那些对易怒之神心怀迷信之人,自然把发生的一切事都视为预兆和祸端的缘由: “若有老鼠凿穿泥造的祭坛,并因无物可食而啃破袋子,或是所饲养的公鸡从傍晚啼叫,他们便将此当作某种兆头。” 米南德在《迷信者》中亦戏谑了这样的人: “尊贵的诸神啊,愿有某件好事临到我!因为我在穿鞋时扯断了右靴的系带。”——“活该,你这胡言乱语的家伙;因为带子本来就朽烂了,而你吝啬小气,不肯买双新的。” 安提丰的妙语亦甚风趣:当有人把母猪吃掉猪崽视为不祥之兆时,安提丰见那母猪因饲养者的吝啬而饥饿消瘦,便说:“对于这个预兆你该庆幸才是,因它饿成这般模样,竟没有吃掉你自己的孩子。” 比昂亦说道:“老鼠找不到吃的而咬破袋子,有什么值得惊奇的呢?唯有如阿尔克西劳开玩笑所尝试论证的那样,若是袋子把老鼠吃掉了,那才真是奇事呢。”
- 7.4.23ὅσον δὲ ἐπισημήνασθαι κατὰ τὸν τόπον γενομένους ὀλίγα ἐκ πολλῶν
ὅσον 与不定词 ἐπισημήνασθαι 连用,构成表限定的绝对不定词副词短语,意为“就简要指出……而言”。宾格分词 γενομένους 充当不定词的逻辑主语,指代泛指的“我们”。
- 7.4.23εἰς ἔνδειξιν τοῦ ἀθέους παραστῆσαι τοὺς τοῖς κακίστοις ἀνθρώποις τὸ θεῖον ἀπεικάζοντας
带属格冠词的不定词 τοῦ παραστῆσαι 修饰名词 ἔνδειξιν。分词短语 τοὺς ... ἀπεικάζοντας 作 παραστῆσαι 的直接宾语,而 ἀθέους 则作为谓语性宾格(“把那些将神性比作最恶之人的人证明为无神论者”),构成双重宾格结构。
- 7.4.23ἤτοι γὰρ βλάπτονται πρὸς ἀνθρώπων αὐτοῖς οἱ θεοὶ
与格 αὐτοῖς 用作判断与格(dativus iudicantis)或关涉与格,意为“在他们(迷信的希腊人)看来”或“按照他们的说法”。
