← 亚历山太的革利免

杂记

§7.3.19-7.3.21

美德的主动获得与属灵运动员的胜利

克莱门特论证美德与真知并非生而具备或源自世俗技艺,而是基于希腊哲学的预备与对信仰的建构;他将真正的诺斯替者描绘为在宇宙赛场中克胜一切情欲权势的运动员,并强调人的本分在于顺从诫命,主绝不会漠视其虔诚信徒所遭受的伤害。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.3.19

ταύτῃ καὶ μεταδοτικὸς οὗν (??)ν ᾖ κεκτημένος φιλάνθρωπός τε, μισοπονηρότατος ὢν κατὰ τὴν τελείαν ἀποστροφὴν κακουργίας ἁπάσης. μαθεῖν ἄρα δεῖ πιστὸν εἶναι καὶ ἑαυτῷ καὶ τοῖς πέλας καὶ ταῖς ἐντολαῖς ὑπήκοον. οὗτος γάρ ἐστιν »ὁ θεράπων τοῦ θεοῦ« ὁ ἑκὼν ταῖς ἐντολαῖς ὑπαγόμενος. ὁ δὲ ἤδη μὴ διὰ τὰς ἐντολάς. δι᾿ αὐτὴν δὲ τὴν γνῶσιν »καθαρὸς τῇ καρδίᾳ«, »φίλος« οὗτος »τοῦ θεοῦ«. οὔτε γὰρ φύσει τὴν ἀρετὴν γεννώμεθα ἔχοντες. οὔτε γενομένοις. ὥσπερ ἄλλα τινὰ τῶν τοῦ σώματος μερῶν. φυσικῶς ὕστερον ἐπιγίνεται (ἐπεὶ οὐδ᾿ ἂν ἦν ἔθ᾿ ἑκούσιον οὐδὲ ἐπαινετόν) οὐδὲ μὴν ἐκ [τῆς] τῶν συμβάντων καὶ τῆς ἐπιγινομένης συνηθείας, ὃν τρόπον ἡ διάλεκτος, τελειοῦται ἡ ἀρετή (σχεδὸν γὰρ ἡ κακία τοῦτον ἐγγίνεται τὸν τρόπον)· οὐ μὴν οὐδὲ ἐκ τέχνης τινὸς ἤτοι τῶν ποριστικῶν ἢ τῶν περὶ τὸ σῶμα θεραπευτικῶν ἡ γνῶσις περιγίνεται· ἀλλ᾿ οὐδ᾿ ἐκ παιδείας τῆς ἐγκυκλίου· ἀγαπητὸν γὰρ εἰ παρασκευάσαι μόνον τὴν ψυχὴν καὶ διακονῆσαι δύναιτο. οἱ νόμοι γὰρ οἱ πολιτικοὶ μοχθηρὰς ἴσως πράξεις ἐπισχεῖν οἷοί τε, ἀλλ᾿ οὐδὲ αὐτοὶ οὐδὲ οἱ λόγοι οἱ πειστικοὶ ἐπιπόλαιοι ὄντες ἐπιστημονικὴν τῆς ἀληθείας διαμονὴν παράσχοιεν ἄν. φιλοσοφία δὲ ἡ Ἑλληνικὴ οἷον προκαθαίρει καὶ προεθίζει τὴν ψυχὴν εἰς παραδοχὴν πίστεως, ἐφ᾿ ᾗ τὴν γνῶσιν ἐποικοδομεῖ ἡ ἀλήθεια. Οὗτός ἐστιν, οὗτος ὁ ἀθλητὴς ἀληθῶς ὁ ἐν τῷ μεγάλῳ σταδίῳ. τῷ καλῷ κόσμῳ, τὴν ἀληθινὴν νίκην κατὰ πάντων στεφανούμενος τῶν παθῶν.12 ὅ τε γὰρ ἀγωνοθέτης ὁ παντοκράτωρ θεός, ὅ τε βραβευτὴς ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, θεαταὶ δὲ ἄγγελοι καὶ θεοί. καὶ τὸ παγκράτιον τὸ πάμμαχον »οὐ πρὸς αἷμα καὶ σάρκα«, ἀλλὰ τὰς διὰ σαρκῶν ἐνεργούσας »πνευματικὰς ἐξουσίας« ἐμπαθῶν παθῶν. τούτων περιγινόμενος τῶν μεγάλων ἀνταγωνισμάτων. καὶ οἷον ἄθλους τινὰς τοῦ πειράζοντος ἐπαρτῶντος καταγωνισάμενος, ἐκράτησε τῆς ἀθανασίας· ἀπαραλόγιστος γὰρ ἡ τοῦ θεοῦ ψῆφος εἰς τὸ δικαιότατον κρῖμα. κέκληται μὲν οὖν ἐπὶ τὸ ἀγώνισμα τὸ θέατρον, παγκρατιάζουσι δὲ εἰς τὸ στάδιον οἱ ἀθληταί· καὶ δὴ ἐκ τούτων περιγίνεται ὁ πειθήνιος τῷ ἀλείπτῃ γενόμενος. πᾶσι γὰρ πάντα ἴσα κεῖται παρὰ τοῦ θεοῦ καὶ ἔστιν αὐτὸς ἀμεμφής, ἑλεῖται δὲ ὁ δυνάμενος καὶ ὁ βουληθεὶς ἰσχύσει· ταύτῃ καὶ τὸν νοῦν εἰλήφαμεν, ἵνα εἰδῶμεν ὃ ποιοῦμεν, καὶ τὸ »γνῶθι σαυτὸν« ἐνταῦθα, εἰδέναι ἐφ᾿ ᾧ γεγόναμεν. γεγόναμεν δὲ ἐπὶ τῷ εἶναι πειθήνιοι ταῖς ἐντολαῖς, εἰ τὸ βούλεσθαι σῴζεσθαι ἑλοίμεθα. αὕτη που ἡ Ἀδράστεια, καθ᾿ ἣν οὐκ ἔστι διαδρᾶναι τὸν θεόν.

因此在这一方面,他分享自己所拥有的事物并爱护人类,通过对一切恶行彻底的摒弃而极度憎恶邪恶。因此,人应当学会对自己和邻舍皆忠实,并顺服诫命。因为那自愿顺服诫命之人乃是“神的仆人”;而那不再是为了诫命、而是为了知识本身而“清心”的人,此人乃是“神的朋友”。因为我们既不是生来就天然具有美德,美德也不是像身体的其他某些部分那样在我们出生后自然地衍生出来的(否则美德便既不再是自愿的,亦非值得称赞的了);美德更不是如同语言那样,由遭遇之事和后天的习惯所成全的(因为恶德几乎正是以这种方式产生的);再者,真知并非来自于任何技艺,无论是营利之技艺还是关于身体调理之技艺;真知甚至也不来自通识教育,因为通识教育若仅仅能够预备并服侍灵魂,便已是值得庆幸的了。城邦的法律或许能够制止邪恶的行为,但无论是法律本身还是那些浮浅而具说服力的言辞,都无法提供对真理的科学性恒久把握。然而希腊哲学宛如预先洁净灵魂,使灵魂预先适应于接受信仰,而真理便在信仰之上构筑知识。 正是此人,正是这位在伟大的竞技场即美好的世界中,因战胜一切情欲而被授予真正胜利桂冠的真正斗士。因为竞技的主办者乃是全能的上帝,裁判者乃是上帝的独生子,观众乃是天使与诸神,而这场全面对抗的综合格斗“并非与属血气的争战”,乃是与那通过肉体运作的、充满情欲之冲动的“属灵权势”争战。他克服了这些强大的对手,并如同战胜了诱惑者所设下的某些艰险磨难一般,赢得了永生;因为上帝的判决在其至公至义的裁决中是绝无差错的。因此,剧场看台受召来观看比赛,斗士们则进入赛场参与格斗;而在这些人之中,顺从教练者必然获胜。因为万事万物皆由上帝平等地赋予众人,上帝本身亦无可指责;但能够者必将选取,凡愿意者必得力量。为此我们也领受了理智,以便明了我们所行之事;这里的“认识你自己”,正是要明了我们是为何而生的。如果我们选择愿意得救,我们正是为了顺从诫命而生的。这或许正是阿德剌斯忒亚(不可逃避之命运),依照它,人绝不可能逃脱上帝。

§7.3.21

Τὸ ἄρα ἀνθρώπειον ἔργον εὐπείθεια θεῷ σωτηρίαν κατηγγελκότι ποικίλην δι᾿ ἐντολῶν, εὐαρέστησις δὲ ὁμολογία. ὁ μὲν γὰρ εὐεργέτης προκατάρχει τῆς εὐποιίας, ὁ δὲ μετὰ τῶν δεόντων λογισμῶν παραδεξάμενος προθύμως καὶ φυλάξας τὰς ἐντολὰς πιστὸς οὗτος, ὁ δὲ καὶ εἰς δύναμιν ἀμειβόμενος δι᾿ ἀγάπης τὴν εὐποιίαν ἤδη φίλος. μία δὲ ἀμοιβὴ κυριωτάτη παρὰ ἀνθρώπων, ταῦτα δρᾶν ἅπερ ἀρεστὰ τῷ θεῷ· καὶ καθάπερ ἂν ἰδίου γεννήματος καὶ κατά τι συγγενοῦς ἀποτελέσματος ὁ διδάσκαλος καὶ σωτὴρ ἀναδέχεται τὰς ὠφελείας τε καὶ ἐπανορθώσεις τῶν ἀνθρώπων εἰς ἰδίαν χάριν τε καὶ τιμήν, [καθάπερ καὶ τὰς εἰς τοὺς πεπιστευκότας αὐτῷ βλάβας ἰδίας ἀχαριστίας τε καὶ ἀτιμίας ἡγούμενος. (τίς γὰρ ἄλλη ἅπτοιτ᾿ ἂν ἀτιμία θεοῦ;) διόπερ ἄλλην τοσοῦδε οὐδὲ ἔστιν ἀμοιβὴν κατ᾿ ἀξίαν σωτηρίας ἀποδιδόναι πρὸς τὴν παρὰ τοῦ κυρίου ὠφέλειαν. ὡς δὲ οἱ τὰ κτήματα κακοῦντες τοὺς δεσπότας ὑβρίζουσι, καὶ ὡς οἱ τοὺς στρατιώτας τὸν τούτων ἡγούμενον, οὕτως τοῦ κυρίου ἐστὶν ἀνεπιστρεψία ἡ περὶ τοὺς καθωσιωμένους αὐτῷ κάκωσις.3 ὅνπερ γὰρ τρόπον ὁ ἥλιος οὐ μόνον τὸν οὐρανὸν καὶ τὸν ὅλον κόσμον φωτίζει γῆν τε καὶ θάλασσαν ἐπιλάμπων, ἀλλὰ καὶ διὰ θυρίδων καὶ μικρᾶς ὀπῆς πρὸς τοὺς μυχαιτάτους οἴκους ἀποστέλλει τὴν αὐγήν, οὕτως ὁ λόγος πάντῃ κεχυμένος καὶ τὰ σμικρότατα τῶν τοῦ βίου πράξεων ἐπιβλέπει.

因此,人的本分乃是顺服那位通过诫命以多种方式宣告救恩的上帝,而使祂喜悦则在于见证与认信。因为行善的恩主率先施恩,而那怀着当有的思量欣然领受并遵守诫命者乃是忠信之人,至于那按照能力借着爱来报答善行者,则已是朋友。人类所能给予的唯一的、最根本的报答,便是行上帝所喜悦之事。正如对待自己的产儿并在某种程度上如同对待同类的结果一样,导师与救主将人类所获的益处与矫正视作归于自己的恩典与荣耀,[正如祂将加于信靠祂之人身上的伤害视为针对自身的忘恩与侮辱一样。(因为还有何种侮辱能触及上帝呢?)因此,对于从主而来的恩惠,人绝不可能献上与救恩相称的其他同等报答。正如那些损坏财产之人侮辱了主人,伤害士兵之人侮辱了指挥官一样,针对奉献于主的人之伤害,乃是对主的漠视。因为正如太阳不仅照亮诸天与整个宇宙、普照陆地与海洋,亦通过窗户与微小的缝隙将光芒射入房屋最深幽的内室,照样,那弥漫各处的道(罗格斯)亦鉴察生命中最微小琐碎的作为。

语法注3 条
  1. 7.3.20τὴν ἀληθινὴν νίκην κατὰ πάντων στεφανούμενος τῶν παθῶν

    动词 στεφανόω 使用中间态,意为“(为自己)加冠”或“获得桂冠”,常接内动宾格或同族宾格(στεφανοῦμαί τι,即“被授予……桂冠”)。此处 τὴν ἀληθινὴν νίκην(真实的胜利)作为宾格宾语,并统辖介词短语 κατὰ πάντων ... τῶν παθῶν(战胜一切情欲),构成了竞技比赛的隐喻。

  2. 7.3.20καὶ τὸ παγκράτιον τὸ πάμμαχον »οὐ πρὸς αἷμα καὶ σάρκα«, ἀλλὰ τὰς διὰ σαρκῶν ἐνεργούσας »πνευματικὰς ἐξουσίας« ἐμπαθῶν παθῶν

    此处暗引以弗所书6:12(“因我们并不是与属血气的争战……”)。前半句使用了介词短语 πρὸς αἷμα καὶ σάρκα,而在 ἀλλά 之后省略了介词 πρός,或者直接以宾格形式 τὰς ... ἐξουσίας 出现。在句法上应当承前补出介词 πρός,理解为“与通过肉体运作的属灵权势抗争”。

  3. 7.3.21τοῦ κυρίου ἐστὶν ἀνεπιστρεψία ἡ περὶ τοὺς καθωσιωμένους αὐτῷ κάκωσις

    句子的核心骨架为“ἡ κάκωσις(主语)+ ἐστίν + ἀνεπιστρεψία(表语名词)”。名词 ἀνεπιστρεψία 字面意为“不顾及、忽视、置之不理”。结合上文伤害士兵即侮辱统帅的比喻,以及下文太阳洞察幽微的隐喻,此处 τοῦ κυρίου 为客观属格(对应动词 ἐπιστρέφομαι 接属格“顾念、敬重”),意指“这是对主本身的漠视/轻慢”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.3.19-7.3.21