← 亚历山太的革利免

杂记

§7.3.16-7.3.18

诺斯替者的主宰地位与美德实践

克莱门特阐述了诺斯替者作为自身与他人的虔敬主宰,是受神圣道(罗格斯)印刻的活造像,并论述了洞悉神人事务的真知,以及勇敢、节制与公义等美德的具体践行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.3.16

Εὐσεβὴς ἄρα ὁ γνωστικός, ὁ πρῶτον ἑαυτοῦ ἐπιμελόμενος. ἔπειτα τῶν πλησίον. ἵν᾿ ὡς ἄριστοι γενώμεθα· καὶ γὰρ ὁ υἱὸς πατρὶ ἀγαθῷ χαρίζεται σπουδαῖον ἑαυτὸν καὶ ὅμοιον τῷ πατρὶ παρεχόμενος. καὶ ἄρχοντι ὁ ἀρχόμενος· ὅτι τὸ πιστεύειν τε καὶ πείθεσθαι ἐφ᾿ ἡμῖν· κακῶν δὲ αἰτίαν καὶ ὕλης ἄν τις ἀσθένειαν ὑπολάβοι καὶ τὰς ἀβουλήτους τῆς ἀγνοίας ὁρμὰς τάς τε ἀλόγους δι᾿ ἀμαθίαν ἀνάγκας· ὧν ὑπεράνω καθάπερ θηρίων διὰ μαθήσεως ὁ γνωστικὸς γενόμενος. τὴν θείαν προαίρεσιν μιμούμενος, εὖ ποιεῖ τοὺς ἐθέλοντας τῶν ἀνθρώπων κατὰ δύναμιν· κἂν εἰς ἀρχὴν καταστῇ ποτε, καθάπερ ὁ Μωσῆς, ἐπὶ σωτηρίᾳ τῶν ἀρχομένων ἡγήσεται καὶ τὸ ἄγριον καὶ ἄπειστον ἐξημερώσεται τιμῇ μὲν τῶν ἀρίστων, κολάσει δὲ τῶν μοχθηρῶν. τῇ κατὰ λόγον εἰς παιδείαν ἐγγραφομένῃ. μάλιστα γὰρ "ἄγαλμα θεῖον καὶ θεῷ προσεμφερὲς" ἀνθρώπου δικαίου ψυχή, ἐν ᾗ διὰ τῆς τῶν παραγγελμάτων ὑπακοῆς τεμενίζεται καὶ ἐνιδρύεται ὁ πάντων ἡγεμὼν θνητῶν τε καὶ ἀθανάτων. βασιλεύς τε καὶ γεννήτωρ τῶν καλῶν, νόμος ὢν ὄντως καὶ θεσμὸς καὶ λόγος αἰώνιος, ἰδίᾳ τε ἑκάστοις καὶ κοινῇ πᾶσιν εἷς ὢν σωτήρ. οὗτος ὁ τῷ ὄντι μονογενής, ὁ τῆς τοῦ παμβασιλέως καὶ παντοκράτορος πατρὸς δόξης χαρακτήρ. ἐναποσφραγιζόμενος τῷ γνωστικῷ τὴν τελείαν θεωρίαν κατ᾿ εἰκόνα τὴν ἑαυτοῦ, ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα1 τὴν ὅση δύναμις ἐξομοιουμένην πρὸς τὸ δεύτερον αἴτιον, πρὸς τὴν ὄντως ζωήν, δι᾿ ἣν ζῶμεν τὴν ἀληθῆ ζωήν, οἷον ἀπογράφοντες τὸν γνωστικὸν τύπον γινόμενον ἡμῖν. περὶ τὰ βέβαια καὶ παντελῶς ἀναλλοίωτα ἀναστρεφόμενον.

因此,诺斯替者是虔诚的,他首先顾恤自己,其次顾恤邻舍,以便我们成为至善之人。因为儿子通过将自己表现得勤勉并与父亲相像来取悦良善的父亲,受统治者取悦统治者亦是如此;因为信从与顺服皆取决于我们自身。有人或许会设想恶的成因在于物质的软弱、无知所致的不自主冲动,以及因缺乏学识而来的非理性强逼;诺斯替者通过学习凌驾于这些事物之上,正如凌驾于野兽之上,并效仿神圣的旨意,在能力所及之处善待凡愿意的人类。假若他何时身居统治之位,正如摩西那样,他亦将为了受统治者的得救而实行引导,并通过奖掖至善之人,以及用依照理性为施教而载明的惩戒来制裁邪恶之人,从而感化驯服野蛮与悖逆之人。因为最重要的是,“神圣的造像且与神相仿者”乃是义人的灵魂;借着对诫命的顺从,统领必朽者与不朽者的万有元首被祝圣并奉安在其中——祂是美善之物的君王与生养者,是真实的律法、规条与永恒的道(罗格斯),在个别上对各人、在普遍上对众人而言皆是唯一的救主。这位独一者乃是真实的独生子,是全权全能之父荣耀的印记,祂依照自身的形象将完美的观照烙印于诺斯替者心中,以至于那尽其所能同化于第二原因、同化于真实生命的第三重神圣形象已经形成;通过那生命,我们得享真实的生命,宛如将那在我们身上生成的、围绕着稳固且全然不变更之物而运转的诺斯替式范式临摹记录下来。

§7.3.17

Ἄρχων οὖν ἑαυτοῦ καὶ τῶν ἑαυτοῦ, βεβαίαν κατάληψιν τῆς θείας ἐπιστήμης κεκτημένος, τῇ ἀληθείᾳ γνησίως πρόσεισιν. ἡ γὰρ τῶν νοητῶν γνῶσις καὶ κατάληψις βεβαία δεόντως ἂν λέγοιτο ἐπιστήμη. ἧς τὸ μὲν περὶ τὰ θεῖα ἔργον ἔχει σκοπεῖν2 τί μὲν τὸ πρῶτον αἴτιον. τί δέ. δι᾿ οὗ τὰ πάντα ἐγένετο καὶ χωρὶς οὗ γέγονεν οὐδέν·« τίνα τε αὖ τὰ μὲν ὡς διήκοντα, τὰ δὲ ὡς περιέχοντα, καὶ τίνα μὲν συνημμένα, τίνα δὲ διεζευγμένα, καὶ τίνα τούτων ἕκαστον ἔχει τὴν τάξιν καὶ ἣν δύναμιν καὶ ἣν λειτουργίαν εἰσφέρεται ἕκαστον. ἐν δὲ αὖ τοῖς ἀνθρωπίνοις τί τε αὐτός ἐστιν ὁ ἄνθρωπος καὶ τί αὐτῷ κατὰ φύσιν ἢ παρὰ φύσιν ἐστίν, πῶς τε αὖ ποιεῖν ἢ πάσχειν προσήκει, τίνες τε ἀρεταὶ τούτου καὶ κακίαι τίνες, περί τε ἀγαθῶν καὶ κακῶν καὶ τῶν μέσων, ὅσα τε περὶ ἀνδρείας καὶ φρονήσεως καὶ σωφροσύνης τῆς τε ἐπὶ πᾶσι παντελοῦς ἀρετῆς δικαιοσύνης. ἀλλὰ τῇ μὲν φρονήσει καὶ δικαιοσύνῃ εἰς τὴν τῆς σοφίας κατακέχρηται κτῆσιν, τῇ δὲ ἀνδρείᾳ οὐκ ἐν τῷ τὰ περιστατικὰ ὑπομένειν μόνον, ἀλλὰ κἀν τῷ ἡδονῆς τε καὶ ἐπιθυμίας, λύπης τε αὖ καὶ ὀργῆς κρατεῖν καὶ καθόλου πρὸς πᾶν ἤτοι τὸ μετὰ βίας ἢ μετὰ ἀπάτης τινὸς ψυχαγωγοῦν ἡμᾶς ἀντιτάσσεσθαι. οὐ γὰρ ὑπομένειν δεῖ τὰς κακίας καὶ τὰ κακά. ἀλλ᾿ ἀπωθεῖσθαι, καὶ τὰ φοβερὰ ὑπομένειν. χρήσιμος οὖν καὶ ἡ ἀλγηδὼν εὑρίσκεται κατά τε τὴν ἰατρικὴν καὶ παιδευτικὴν καὶ κολαστικήν, καὶ διὰ ταύτης ἤθη διορθοῦνται εἰς ὠφέλειαν ἀνθρώπων.

因此,他作为自身及其所属之物的主宰,获得了对神圣学识的稳固把握,真诚地切近真理。因为对可理知之物的认知与稳固把握,理应被称为真知。此真知在关乎神圣事物的职责在于考查:何为第一原因,以及何为那“借由祂万物得以受造,且没有祂就毫无一物得造”者;进而哪些是贯通的,哪些是包容的,哪些是结合的,哪些是分离的,以及它们之中的每一个具有何种秩序,各自带来何种力量与职能。而在关乎人事方面,则考查人自身为何,何为顺乎其本性或反乎其本性,应当如何行事或承受,其美德为何,恶德为何,以及关于善、恶与中性之事,还有关于勇敢、明智、节制,以及凌驾于万德之上的完全美德——公义的一切。然而,他一方面将明智与公义充分运用于智慧的获取,另一方面将勇敢不仅用于忍耐周遭的逆境,更用于克制享乐与欲望、悲痛与愤怒,且普遍地用于抵抗一切无论是借暴力还是借欺骗来蛊惑我们的力量。因为人不应当忍受恶德与恶事,反而应当摒弃之,而应当忍受可怖之事。因此,痛苦在医术、教育与惩戒中亦被发现是有益的,且通过痛苦,品行得以矫正以利于人类。

§7.3.18

εἴδη δὲ τῆς ἀνδρείας καρτερία, μεγαλοφροσύνη, μεγαλοψυχία, ἐλευθεριότης καὶ μεγαλοπρέπεια. [καὶ] δι᾿ ἣν αἰτίαν οὔτε μέμψεως οὔτε κακοδοξίας τῆς ἐκ τῶν πολλῶν ἀντιλαμβάνεται ὁ γνωστικὸς οὔτε δόξαις οὔτε κολακείαις ὑποβέβληται, ἔν τε τῷ ὑπομένειν πόνους, διαπραττόμενος ἅμα τι τῶν προσηκόντων καὶ ἀνδρείως ὑπεράνω πάντων τῶν περιστατικῶν γινόμενος, ἀνὴρ τῷ ὄντι ἐν τοῖς ἄλλοις ἀναφαίνεται ἀνθρώποις· σῴζων τε αὖ τὴν φρόνησιν σωφρονεῖ ἐν ἡσυχιότητι τῆς ψυχῆς, παραδεκτικὸς τῶν ἐπαγγελλομένων καλῶν ὡς οἰκείων κατὰ τὴν ἀποστροφὴν τῶν αἰσχρῶν ὡς ἀλλοτρίων, γενόμενος κόσμιος καὶ ὑπερκόσμιος, ἐν κόσμῳ καὶ τάξει πάντα πράσσων καὶ οὐδὲν οὐδαμῇ πλημμελῶν, πλουτῶν μὲν ὡς ὅτι μάλιστα ἐν τῷ μηδενὸς ἐπιθυμεῖν, ἅτε ὀλιγοδεὴς ὢν καὶ ἐν περιουσίᾳ παντὸς ἀγαθοῦ διὰ τὴν γνῶσιν τἀγαθοῦ. δικαιοσύνης γὰρ αὐτοῦ πρῶτον ἔργον τὸ μετὰ τῶν ὁμοφύλων φιλεῖν διάγειν καὶ συνεῖναι τούτοις ἔν τε γῇ καὶ οὐρανῷ.

勇敢的属类包括忍耐、壮志、阔达、慷慨与崇高。因着这一缘故,诺斯替者既不在意众人的责难或恶名,亦不屈从于声誉或谄媚;他在忍受劳苦之际,同时履行应当履行的本分,并勇敢地超越一切周遭的逆境,在众人之中显明为真正的男子汉;他又保守明智,在灵魂的宁静中保持节制,依照将可耻之事视为异己而加以摒弃的态度,接纳那被应许的美善之事为己所固有;他成为端庄且超凡绝俗的,在井然秩序中行一切事,绝不在任何事上有丝毫失误;他在一无所欲中达到最大的富足,因他所求甚少,且通过对至善的认知而丰盈地拥有了一切美善。因为他的公义的首要职责,乃是乐于与同类之人共同生活,并在地上与天上皆与他们同在。

语法注2 条
  1. 7.3.16ὡς εἶναι τρίτην ἤδη τὴν θείαν εἰκόνα

    连词 ὡς 后接不定词 εἶναι 表结果。此处表示三层位阶关系的结果:作为第一原因的父(原像)、作为第二原因的罗格斯(第一造像),以及由罗格斯烙印观照的诺斯替者灵魂(“第三重神圣造像”)。

  2. 7.3.17ἧς τὸ μὲν περὶ τὰ θεῖα ἔργον ἔχει σκοπεῖν

    关系代词 ἧς 是属格,先行词为前文的 ἐπιστήμη。整句骨架由 τὸ μὲν περὶ τὰ θεῖα ἔργον 与后文的 ἐν δὲ αὖ τοῖς ἀνθρωπίνοις 的对比构成,并由一系列间接疑问从句(τί μὲν... τί δέ... τίνα τε...)充当 ἔχει σκοπεῖν(具有考查之职责)的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.3.16-7.3.18