- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.3.13-7.3.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段描述了诺斯替式的灵魂如何超越一切阶层达到对神的直接观照与永恒喜乐,指出真正的祭祀并非外在的牺牲,而是内在的纯洁、对神的同化以及对人的爱心侍奉。进而阐明神一无所缺且不为供物所动,驳斥了怀疑神圣旨意与企图以祭品贿赂神明的错误见解。
»Τὰ δ᾿ ἄλλα σιγῶ«, δοξάζων τὸν κύριον. πλὴν ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς. τῇ μεγαλοπρεπείᾳ τῆς θεωρίας ὑπερβαινούσας ἑκάστης ἁγίας τάξεως τὴν πολιτείαν. καθ᾿ ἃς αἱ μακάριαι θεῶν οἰκήσεις διωρισμέναι διακεκλήρωνται, ἁγίας ἐν ἁγίοις λογισθείσας καὶ μετακομισθείσας ὅλας ἐξ ὅλων, εἰς ἀμείνους ἀμεινόνων τόπων τόπους ἀφικομένας, οὐκ ἐν κατόπτροις ἢ διὰ κατόπτρων ἔτι τὴν θεωρίαν ἀσπαζομένας τὴν θείαν, ἐναργῆ δὲ ὡς ἔνι μάλιστα καὶ ἀκριβῶς εἰλικρινῆ τὴν ἀκόρεστον ὑπερφυῶς ἀγαπώσαις ψυχαῖς ἑστιωμένας θέαν. ἀιδίως ἀίδιον εὐφροσύνην [ἀκόρεστον] καρπουμένας εἰς τοὺς ἀτελευτήτους αἰῶνας, ταυτότητι τῆς ὑπεροχῆς ἁπάσας τετιμημένας διαμένειν.1 αὕτη τῶν »καθαρῶν τῇ καρδίᾳ« ἡ καταληπτικὴ θεωρία. αὕτη τοίνυν ἡ ἐνέργεια τοῦ τελειωθέντος γνωστικοῦ, προσομιλεῖν τῷ θεῷ διὰ τοῦ μεγάλου ἀρχιερέως, ἐξομοιούμενον εἰς δύναμιν τῷ κυρίῳ2 διὰ πάσης τῆς εἰς τὸν θεὸν θεραπείας, ἥτις εἰς τὴν τῶν ἀνθρώπων διατείνει σωτηρίαν κατὰ κηδεμονίαν τῆς εἰς ἡμᾶς εὐεργεσίας κατά τε αὖ τὴν λειτουργίαν κατά τε τὴν διδασκαλίαν κατά τε τὴν δι᾿ ἔργων εὐποιίαν. ναὶ μὴν ἑαυτὸν κτίζει καὶ δημιουργεῖ, πρὸς δὲ καὶ τοὺς ἐπαΐοντας αὐτοῦ κοσμεῖ ἐξομοιούμενος θεῷ ὁ γνωστικός, τῷ φύσει τὸ ἀπαθὲς κεκτημένῳ τὸ ἐξ ἀσκήσεως εἰς ἀπάθειαν συνεσταλμένον ὡς ἔνι μάλιστα ἐξομοιῶν, καὶ ταῦτα »ἀπερισπάστως« προσομιλῶν τε καὶ συνὼν τῷ κυρίῳ. ἡμερότης δ᾿. οἶμαι, καὶ φιλανθρωπία καὶ μεγαλοπρεπὴς θεοσέβεια γνωστικῆς ἐξομοιώσεως κανόνες.
“其余之事我且缄默”,赞美着主。但我坚称,那些诺斯替式的灵魂,凭着观照的崇高,超越了每一个神圣阶层的公民秩序——神明那些至福的居所正是依照这些阶层而受界定与分配的——它们在圣者之中被算为圣洁,完完全全地从整个万有中被迁移出来,到达更优之地中更为优越的处所,不再在镜中或通过镜子去迎接神圣的观照,而是饱享那至为明晰、确凿纯粹,对超乎寻常地热爱的灵魂而言永不厌足的异象,在无尽的世代中永恒地领受永恒的欢欣,因着卓越的同一性而全部得享尊荣,恒久存留。这就是“清心之人”的确实观照。因此,这便是得以完全的诺斯替者的作为:借由至高的大祭司与神交谈,通过对神的一切事奉在能力所及之处同化于主;而这一事奉依照临到我们的恩惠之顾恤,顺着侍奉职分、教训以及借行为所行的善举,延伸至人类的拯救。诚然,诺斯替者在同化于神的过程中,不仅建立塑造自身,而且也修整那些听从他的人,尽可能将那通过修炼而收摄归于无情欲的自己,同化于本性上拥有无情欲的那一位,并且是在“毫无挂碍”地与主交谈并同在之中如此行。依我看,温和、博爱与崇高的敬虔,乃是诺斯替式同化的准则。
ταύτας φημὶ τὰς ἀρετὰς »θυσίαν δεκτὴν« εἶναι παρὰ θεῷ. τὴν ἄτυφον καρδίαν μετ᾿ ἐπιστήμης ὀρθῆς »ὁλοκάρπωμα τοῦ θεοῦ« λεγούσης τῆς γραφῆς. ἐκφωτιζομένου εἰς ἕνωσιν ἀδιάκριτον παντὸς τοῦ ἀναληφθέντος εἰς ἁγιωσύνην ἀνθρώπου· σφᾶς γὰρ αὐτοὺς αἰχμαλωτίζειν καὶ ἑαυτοὺς ἀναιρεῖν »τὸν παλαιὸν ἄνθρωπον τὸν κατὰ τὰς ἐπιθυμίας φθειρόμενον« ἀποκτιννύντας καὶ »τὸν καινὸν« ἀνιστάντας ἐκ τοῦ θανάτου τῆς παλαιᾶς διαστροφῆς τό τε εὐαγγέλιον ὅ τε ἀπόστολος κελεύουσι, τὰ μὲν πάθη ἀποτιθεμένους, ἀναμαρτήτους δὲ γινομένους. τοῦτ᾿ ἦν ἄρα ὃ ᾐνίσσετο καὶ ὁ νόμος τὸν ἁμαρτωλὸν ἀναιρεῖσθαι κελεύων. τὸ μετατίθεσθαι ἐκ θανάτου εἰς ζωήν, τὴν ἐκ πίστεως ἀπάθειαν. ὃ μὴ συνιέντες οἱ νομοδιδάσκαλοι, φιλόνικον ἐκδεξάμενοι τὸν νόμον, ἀφορμὰς τοῖς μάτην διαβάλλειν ἐπιχειροῦσι παρεσχήκασι. δι᾿ ἣν αἰτίαν οὐ θύομεν εἰκότως ἀνενδεεῖ τῷ θεῷ τῷ τὰ πάντα τοῖς πᾶσι παρεσχημένῳ, τὸν δ᾿ ὑπὲρ ἡμῶν ἱερευθέντα δοξάζομεν σφᾶς αὐτοὺς ἱερεύοντες εἴς τε τὸ ἀνενδεὲς ἐκ τοῦ ἀνενδεοῦς καὶ εἰς τὸ ἀπαθὲς ἐκ τοῦ ἀπαθοῦς.3 μόνῃ γὰρ τῇ ἡμετέρᾳ σωτηρίᾳ ὁ θεὸς ἥδεται. εἰκότως ἄρα τῷ μὴ νικωμένῳ ἡδοναῖς θυσίαν οὐ προσάγομεν. κάτω που καὶ οὐδὲ μέχρι νεφῶν τῶν παχυτάτων. μακρὰν δὲ καὶ τούτων, τῆς διὰ τοῦ καπνοῦ ἀναθυμιάσεως φθανούσης εἰς οὓς καὶ φθάνει.
我坚称这些美德在神面前乃是“可悦纳的祭物”,因为圣经将那伴有正确认知的无虚饰之心称为“神的燔祭”,此时凡被提升至圣洁的人都被照亮,进入不可分割的合一之中。因为福音书与使徒皆吩咐人要制伏自身、消灭自我,治死“那顺着私欲而败坏的旧人”,并从往昔败坏的死亡中复活“新人”,脱去诸般情欲,成为无罪之人。因此,律法吩咐治死罪人时同样隐喻的,正是从死到生的迁徙,即出于信心的无情欲境界。律法师们未能领会这一点,反将律法理解为好争斗的,遂为那些徒然企图毁谤之人提供了口实。因此,我们理所当然地不向一无所缺、且向万物赐予万有的神献祭,而是通过将我们自身献为祭,荣耀那为我们受献为祭者,从不虞匮乏之源迈向一无所缺,从无情欲之本达于无情欲。因为神惟独喜悦我们的拯救。因此,我们理所当然地不向那不为享乐所屈服者呈献祭物,因烟气所化之蒸腾仅散布于低处某地,甚至无法触及最浓厚的云层,反而在云层之下极远之处,仅仅到达它所能到达的对象那里。
οὔτ᾿ οὖν ἐνδεὲς οὐδὲ μὴν φιλήδονον φιλοκερδές τε ἢ φιλοχρήματον τὸ θεῖον. πλῆρες ὂν καὶ πάντα παρέχον παντὶ τῷ γενητῷ καὶ ἐνδεεῖ, οὔτε θυσίαις οὐδὲ μὴν ἀναθήμασιν οὐδ᾿ αὖ δόξῃ καὶ τιμῇ κηλεῖται [τὸ θεῖον] ἢ παράγεται τοιούτοις τισίν, ἀλλ᾿ ὅμοιον τοῖς καλοῖς κἀγαθοῖς ἀνδράσι φαίνεται, οἳ τὸ δίκαιον οὐκ ἄν ποτε προδῷεν ἢ φόβου ἕνεκεν ἀπειλουμένου ἢ δώρων ὑποσχέσει μειζόνων. ὅσοι δ᾿ οὐ καθεοράκασι τὸ αὐθαίρετον τῆς ἀνθρωπίνης ψυχῆς καὶ ἀδούλωτον πρὸς ἐκλογὴν βίου, δυσχεραίνοντες τοῖς γινομένοις πρὸς τῆς ἀπαιδεύτου ἀδικίας. οὐ νομίζουσιν εἶναι θεόν. ἴσοι τούτοις κατὰ τὴν δόξαν οἵ. τῇ τῶν ἡδονῶν ἀκρασίᾳ καὶ ταῖς ἐξαισίοις λύπαις καὶ ταῖς ἀβουλήτοις τύχαις περιπίπτοντες καὶ πρὸς τὰς συμφορὰς ἀπαυδῶντες, οὔ φασιν εἶναι θεόν, ἢ ὄντα μὴ εἶναι πανεπίσκοπον. ἄλλοι δέ εἰσιν οἳ πεπεισμένοι παραιτητοὺς εἶναι θυσίαις καὶ δώροις τοὺς νομιζομένους θεούς. συναιρομένους ὡς εἰπεῖν αὐτῶν ταῖς ἀκολασίαις. καὶ οὐδ᾿ ἐθέλουσι πιστεύειν μόνον εἶναι τὸν ὄντως θεὸν τὸν ἐν ταυτότητι τῆς δικαίας ἀγαθωσύνης ὄντα.
因此,神圣之物既不匮乏,亦不贪图享乐、贪爱利益或钱财;祂自足完备,供应一切受造与匮乏之物,既不为祭物,也不为还愿之奉献,更不为荣耀与尊崇所迷惑,或为此类事物所诱导;相反,祂显现如同高尚纯良之士,绝不会因受威胁的恐惧或因更大礼物的许诺而背弃公义。然而,凡未能看清人类灵魂在生活的抉择上具有自主且不受奴役之本性的人,因对蒙昧之不义所致的诸事深感愤懑,便认为神并不存在。在见解上与这些人相同的是:那些陷入情欲的无节制、莫大的悲痛与非己所愿的命运中,并在灾祸面前心灰意冷的人,声称神并不存在,或者即使存在亦非无所不察。还有一些人深信,所谓的众神是可以通过祭物与礼物被说情通融的,可以说成了他们放纵行径的同谋;他们甚至不愿相信,唯有在公义之美善的同一性中长存的真神才是独一的主宰。
- 7.3.13ἐκείνας φημὶ τὰς γνωστικὰς ψυχάς... διαμένειν
由主动词 φημί 所支配的“宾格加不定式”结构(AcI)。宾格主语 ἐκείνας τὰς γνωστικὰς ψυχάς 与它所支配的主不定式 διαμένειν 之间,插入了一长串修饰该主语的主动与被动分词短语(ὑπερβαινούσας, λογισθείσας, μετακομισθείσας, ἀφικομένας, ἀσπαζομένας, ἑστιωμένας, καρπουμένας, τετιμημένας)。全句的核心骨架为:“我坚称那些诺斯替式的灵魂……得以恒久存留”。
- 7.3.13ἐξομοιούμενον εἰς δύναμιν τῷ κυρίῳ
阳性单数宾格分词 ἐξομοιούμενον 并非在语法上一致于前面的属格 τοῦ τελειωθέντος γνωστικοῦ,而是一致于不定式 προσομιλεῖν 的逻辑宾格主语(即“完全的诺斯替者”)。在语义上表示“完全的诺斯替者在尽力同化于主的同时与神交谈”。
- 7.3.14εἴς τε τὸ ἀνενδεὲς ἐκ τοῦ ἀνενδεοῦς καὶ εἰς τὸ ἀπαθὲς ἐκ τοῦ ἀπαθοῦς
由介词短语 ἐκ... εἰς... 构成的对仗结构,使用了中性实质化的形容词(τὸ ἀνενδεές 与 τὸ ἀπαθές)。它表达了从神圣源头(一无所缺的神/无情欲的神)迈向信徒所追求的境界(无匮乏的境界/无情欲的境界)之演进与提升。
