- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.2.9-7.2.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特论述了神圣摄理对全宇宙直至最微小之物的阶梯式治理,说明律法与希腊哲学皆是引导人借由信心达到完全的神圣准备,并阐明灵魂如何通过自主的美德抉择与矫正性的训导而迈向完全。
οὐδὲ τὸ μικρότατον ἀπολείπων τῆς ἑαυτοῦ διοικήσεως ἀφρόντιστον· οὐδὲ γὰρ ἂν ἔτι ἦν αὐτῷ τὸ ὅλον εὖ εἰργασμένον. δυνάμεως δ᾿, οἶμαι, τῆς μεγίστης1 ἡ πάντων τῶν μερῶν καὶ μέχρι τοῦ μικροτάτου προήκουσα δι᾿ ἀκριβείας ἐξέτασις, πάντων εἰς τὸν πρῶτον διοικητὴν τῶν ὅλων ἐκ θελήματος πατρὸς κυβερνῶντα τὴν πάντων σωτηρίαν ἀφορώντων, ἑτέρων ὑφ᾿ ἑτέρους ἡγουμένους τεταγμένων, ἔστ᾿ ἄν τις ἐπὶ τὸν μέγαν ἀφίκηται ἀρχιερέα. ἀπὸ μιᾶς γὰρ ἄνωθεν ἀρχῆς τῆς κατὰ τὸ θέλημα ἐνεργούσης ἤρτηται τὰ πρῶτα καὶ δεύτερα καὶ τρίτα· εἶτα ἐπὶ τέλει τοῦ φαινομένου τῷ ἄκρῳ ἡ μακαρία ἀγγελοθεσία, καὶ δὴ μέχρις ἡμῶν αὐτῶν ἄλλοι ὑπ᾿ ἄλλοις ἐξ ἑνὸς καὶ δι᾿ ἑνὸς σῳζόμενοί τε καὶ σῴζοντες διατετάχαται. ὡς οὖν συγκινεῖται καὶ μακροτάτη σιδήρου μοῖρα τῷ τῆς Ἡρακλείας λίθου πνεύματι2 διὰ πολλῶν τῶν σιδηρῶν ἐκτεινομένῳ δακτυλίων, οὕτω καὶ τῷ ἁγίῳ πνεύματι ἑλκόμενοι οἱ μὲν ἐνάρετοι οἰκειοῦνται τῇ πρώτῃ μονῇ, ἐφεξῆς δ᾿ ἄλλοι μέχρι τῆς τελευταίας, οἱ δὲ ὑπὸ ἀσθενείας κακοί, δι᾿ ἀπληστίαν ἄδικον καχεξίᾳ περιπεπτωκότες, οὔτε κρατοῦντες οὔτε κρατούμενοι περικαταρρέουσιν ἑλιχθέντες τοῖς πάθεσι καὶ ἀποπίπτουσι χαμαί. νόμος γὰρ ἄνωθεν οὗτος, αἱρεῖσθαι τὸν βουλόμενον ἀρετήν.
主在自己的治理中,甚至连最微小的事物也绝不任其无人照管;否则,整个万有对祂而言就不再是全然妥善造就的了。依我看,对所有部分、直至最微小之物的周密察验,乃属于至高的大能。因为万有都仰望着万有的首要治理者,祂依照父的意旨掌舵统领万有的救恩,众生一位在另一位领袖之下依次受编排,直至到达那至高的大祭司。因为从上面那依从神圣意旨而运作的单一本原出发,悬系着第一等、第二等与第三等;接着在可见世界的顶峰尽头,有至福的天使阶层,且直至我们自身,众生一位在另一位之下,由那独一者并借由那独一者,得蒙拯救亦拯救他人,井然受命布列。正如因赫拉克勒亚之石的气息贯穿诸多铁环,乃至极远处的铁块亦随之同动;照样,借由圣灵的牵引,有德行的人归属于最初的居所,其余的人则顺次直至最后的居所;至于那些因软弱而作恶、因不义的贪婪而陷入卑劣境况之人,既不抓住什么也不被抓住,反被情欲缠绕而从周围崩解倾颓,坠落于地。因为自上而来的律法正是如此:“凡愿意者,当自选美德。”
διὸ καὶ αἱ ἐντολαὶ αἱ κατὰ νόμον τε καὶ αἱ πρὸ τοῦ νόμου οὐκ ἐννόμοις (»δικαίῳ γὰρ νόμος οὐ κεῖται«) τὸν μὲν ἑλόμενον ζωὴν ἀίδιον καὶ μακάριον γέρας λαμβάνειν ἔταξαν, τὸν δ᾿ αὖ κακίᾳ ἡσθέντα συνεῖναι οἷς εἵλετο συνεχώρησαν, πάλιν τε αὖ τὴν βελτιουμένην ἑκάστοτε ψυχὴν εἰς ἀρετῆς ἐπίγνωσιν καὶ δικαιοσύνης αὔξησιν βελτίονα ἀπολαμβάνειν ἐν τῷ παντὶ τὴν τάξιν, κατὰ προκοπὴν ἑκάστην »ἐπεκτεινομένην« εἰς ἕξιν ἀπαθείας, ἄχρις ἂν »καταντήσῃ εἰς ἄνδρα τέλειον«, τῆς γνώσεώς τε ὁμοῦ καὶ κληρονομίας ὑπεροχήν. αὗται αἱ σωτήριοι περιτροπαὶ κατὰ τὴν τῆς μεταβολῆς τάξιν ἀπομερίζονται καὶ χρόνοις καὶ τόποις καὶ τιμαῖς καὶ γνώσεσι καὶ κληρονομίαις καὶ λειτουργίαις, καθ᾿ ἑκάστην ἑκάστη ἕως τῆς ἐπαναβεβηκυίας καὶ προσεχοῦς τοῦ κυρίου ἐν ἀιδιότητι θεωρίας. ἀγωγὸν δὲ τὸ ἐραστὸν πρὸς τὴν ἑαυτοῦ θεωρίαν παντὸς3 τοῦ ὅλον ἑαυτὸν τῇ τῆς γνώσεως ἀγάπῃ ἐπιβεβληκότος τῇ θεωρίᾳ.
因此,律法之下的诫命,以及律法之前针对不在律法之下的人(因为“律法不是为义人设立的”)的诫命,规定那做出选择的人领受永生与至福的奖赏,却任凭那沉溺于邪恶的人与自己所选择的事物同在;并且规定,那每次向着美德的全知与公义的增长而向善的长进灵魂,在万有中领受更佳的位阶,依照每一次的长进“向前伸展”达于无情欲的境界,直到它“达到完全长成的人”,即知识与基业兼备的卓越境界。这些拯救性的周流演变,按照转化的秩序,分赐于不同的时间、地点、荣耀、知识、基业与职分,环环相扣,直至在永恒中得以进入对主更高、更直接的亲近观照。而那令人爱慕的对象,对于凡因知识的爱而将整个自我全心投入于观照之人,自然会将其引向对自身的观照。
διὸ καὶ τὰς ἐντολὰς [ἃς] ἔδωκεν τάς τε προτέρας τάς τε δευτέρας ἐκ μιᾶς ἀρυτόμενος πηγῆς ὁ κύριος, οὔτε τοὺς πρὸ νόμου ἀνόμους εἶναι ὑπεριδὼν οὔτ᾿ αὖ τοὺς μὴ ἐπαΐοντας τῆς βαρβάρου φιλοσοφίας ἀφηνιάσαι συγχωρήσας. τοῖς μὲν γὰρ ἐντολάς, τοῖς δὲ φιλοσοφίαν παρασχὼν »συνέκλεισεν« τὴν ἀπιστίαν εἰς τὴν παρουσίαν,4 ὅθεν ἀναπολόγητός ἐστι πᾶς ὁ μὴ πιστεύσας. ἄγει γὰρ ἐξ ἑκατέρας προκοπῆς Ἑλληνικῆς τε καὶ βαρβάρου ἐπὶ τὴν διὰ πίστεως τελείωσιν. εἰ δέ τις Ἑλλήνων ὑπερβὰς τὸ προηγούμενον τῆς φιλοσοφίας τῆς Ἑλληνικῆς εὐθέως ὥρμησεν ἐπὶ τὴν ἀληθῆ διδασκαλίαν, ὑπερεδίσκευσεν οὗτος, κἂν ἰδιώτης ᾖ, τὴν ἐπίτομον τῆς σωτηρίας διὰ πίστεως εἰς τελείωσιν ἑλόμενος.
因此,主从同一个源泉汲取泉水,赐下了前者的诫命与后者的诫命,既没有无视律法之前的人以致任其无法无天,也没有准许那些不通晓蛮族哲学的人脱缰放纵。因为祂向一方赐予诫命,向另一方赐予哲学,将不信“圈住”直到降临,因此凡不信的人皆无可推诿。因为祂从希腊的和蛮族的这两种长进中,皆引向借着信心的完全。若有希腊人跨越希腊哲学的初阶引导,直接奔向真正的教训,这人即使是未经学术训练的平民,也凭借着选择由信以致完全的救恩捷径,而远远超越了众人。
Πάντ᾿ οὖν ὅσα μηδὲν ἐκώλυεν ἑκούσιον εἶναι τῷ ἀνθρώπῳ τὴν αἵρεσιν, συνεργὰ πρὸς ἀρετὴν ἐποίησέν τε καὶ ἔδειξεν, ὅπως ἁμῇ γέ πῃ καὶ τοῖς ἀμυδρῶς διορᾶν δυναμένοις ὁ τῷ ὄντι μόνος εἷς παντοκράτωρ ἀγαθὸς ἀναφαίνηται θεός, ἐξ αἰῶνος εἰς αἰῶνα σῴζων διὰ υἱοῦ, κακίας δ᾿ αὖ πάντῃ πάντως ἀναίτιος. πρὸς γὰρ τὴν τοῦ ὅλου σωτηρίαν τῷ τῶν ὅλων κυρίῳ πάντα ἐστὶ διατεταγμένα καὶ καθόλου καὶ ἐπὶ μέρους. ἔργον οὖν τῆς δικαιοσύνης τῆς σωτηρίου ἐπὶ τὸ ἄμεινον αἰεὶ κατὰ τὸ ἐνδεχόμενον ἕκαστον προάγειν. πρὸς γὰρ τὴν σωτηρίαν τοῦ κρείττονος καὶ διαμονὴν ἀναλόγως τοῖς ἑαυτῶν ἤθεσι διοικεῖται καὶ τὰ μικρότερα. αὐτίκα μεταβάλλει πᾶν τὸ ἐνάρετον εἰς ἀμείνους οἰκήσεις, τῆς μεταβολῆς αἰτίαν τὴν αἵρεσιν τῆς γνώσεως ἔχον, ἣν αὐτοκρατορικὴν ἐκέκτητο ἡ ψυχή. παιδεύσεις δὲ αἱ ἀναγκαῖαι ἀγαθότητι τοῦ ἐφορῶντος μεγάλου κριτοῦ διά τε τῶν προσεχῶν ἀγγέλων διά τε προκρίσεων ποικίλων καὶ διὰ τῆς κρίσεως τῆς παντελοῦς τοὺς ἐπὶ πλέον »ἀπηλγηκότας« ἐκβιάζονται μετανοεῖν.
因此,凡丝毫不妨碍人类抉择出于自愿的一切事物,祂都使其成为迈向美德的协作者,并将之彰显出来,以便无论如何,哪怕是对那些仅能模糊洞察之人,这位真正独一、全能、美善的神也能显明出来——祂借着圣子代代施予救恩,对邪恶则全无过咎。因为万有无论在普遍意义上还是在个体意义上,皆是为了全宇宙的救恩而由万有的主部署的。因此,拯救之公义的作为,乃是尽可能引导每一事物不断趋向更善。因为为了更优越者的救恩与存续,即使较微小的事物也依照自身的性情而受到妥善治理。例如,一切有德的事物迁入更善的居所,以灵魂自主拥有的知识之抉择作为这一转变的原因。而鉴察一切的伟大审判者出于美善所施予的必要训导,通过邻近的天使、通过各样预备性的审判,并最终通过完全的审判,迫使那些越发“丧尽感知”的人悔改归正。
- 7.2.9δυνάμεως δ᾿, οἶμαι, τῆς μεγίστης
表特征或从属的谓语性属格。与后文的主语“ἡ ... ἐξέτασις”(察验)相搭配,意为“属于/是至高大能的特征”。在语境中,它强调连最微小之处都毫不遗漏的周密关照,正是至高能力所独具的作为。
- 7.2.9ὡς οὖν συγκινεῖται καὶ μακροτάτη σιδήρου μοῖρα τῷ τῆς Ἡρακλείας λίθου πνεύματι
源自柏拉图《伊安篇》中著名的“赫拉克勒亚之石(磁石)”明喻。介词短语“διὰ πολλῶν τῶν σιδηρῶν ... δακτυλίων”(穿过许多铁环)指出了磁力(πνεῦμα)传导的路径,并与后文的“οὕτω καὶ τῷ ἁγίῳ πνεύματι ἑλκόμενοι...”(照样受圣灵牵引)相呼应,生动说明了救赎之力从神经由天使阶层直至人类的层级性传递。
- 7.2.10ἀγωγὸν δὲ τὸ ἐραστὸν πρὸς τὴν ἑαυτοῦ θεωρίαν παντὸς
“ἀγωγόν”(具有引导作用的)为谓语形容词,省略了动词“ἐστίν”。主语为“τὸ ἐραστόν”(令人爱慕的对象),而属格短语“παντὸς τοῦ ... ἐπιβεβληκότος”(凡将自身投入之人)则是附属于“ἀγωγόν”的宾格性属格,意在表达:那令人爱慕的对象本身便具有某种引导力,能将所有全心致力于观照之人引向对它自身的观照。
- 7.2.11συνέκλεισεν τὴν ἀπιστίαν εἰς τὴν παρουσίαν
化用了保罗书信的表述(参考《加拉太书》3:22–23的“συνέκλεισεν ... εἰς τὴν μέλλουσαν πίστιν”)。“εἰς τὴν παρουσίαν”中的前置词“εἰς”表示时间或目的性的终点(“直到降临/向着降临”),表明神借着律法和哲学双管齐下地圈住并限制了不信,使得基督显现之际所有人皆无可推诿。
