- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.2.7-7.2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
文中论述了圣子(逻各斯)绝无嫉妒、阻碍、无知或因享乐而怠慢的可能,祂作为万有之主与救主决不忽视对全人类的照管。进而表明,道成肉身的逻各斯其治理与摄理乃是遵照父旨生成一切美善的因由。
Οὔτ᾿ οὖν φθονοίη ποτ᾿ ἄν τισιν ὁ πάντας μὲν ἐπ᾿ ἴσης κεκληκώς, κώς, ἐξαιρέτους δὲ τοῖς ἐξαιρέτως πεπιστευκόσιν ἀπονείμας τιμάς. οὔθ᾿ ὑφ᾿ ἑτέρου κωλυθείη ποτ᾿ ἂν ὁ πάντων κύριος καὶ μάλιστα ἐξυπηρετῶν τῷ τοῦ ἀγαθοῦ καὶ παντοκράτορος θελήματι πατρός. ἀλλ᾿ οὐδὲ ἅπτεται τοῦ κυρίου ἀπαθοῦς ἀνάρχως γενομένου φθόνος. οὐδὲ μὴν τὰ ἀνθρώπων οὕτως ἔχει ὡς φθονητὰ εἶναι πρὸς τοῦ κυρίου· ἄλλος δὲ ὁ φθονῶν, οὗ καὶ πάθος ἥψατο. καὶ μὴν οὐδ᾿ ὑπὸ ἀγνοίας ἔστιν εἰπεῖν μὴ βούλεσθαι σῴζειν τὴν ἀνθρωπότητα τὸν κύριον διὰ τὸ μὴ εἰδέναι ὅπως ἑκάστου ἐπιμελητέον. ἄγνοια γὰρ οὐχ ἅπτεται τοῦ υἱοῦ τοῦ πρὸ καταβολῆς κόσμου συμβούλου γενομένου τοῦ πατρός. αὕτη γὰρ ἦν ἡ σοφία »ᾗ προσέχαιρεν« ὁ παντοκράτωρ θεός· »δύναμις« γὰρ τοῦ »θεοῦ« ὁ υἱός, ἅτε πρὸ πάντων τῶν γενομένων ἀρχικώτατος λόγος τοῦ πατρός, καὶ »σοφία« αὐτοῦ κυρίως ἂν καὶ διδάσκαλος λεχθείη τῶν δι᾿ αὐτοῦ πλασθέντων. οὐδὲ μὴν ὑπό τινος ἡδονῆς περισπώμενος καταλείποι ποτ᾿ ἂν τὴν ἀνθρώπων κηδεμονίαν, ὅς γε καὶ τὴν σάρκα τὴν ἐμπαθῆ φύσει γενομένην ἀναλαβὼν εἰς ἕξιν ἀπαθείας ἐπαίδευσεν. πῶς δ᾿ ἂν εἴη σωτὴρ καὶ κύριος, εἰ μὴ πάντων σωτὴρ καὶ κύριος; ἀλλὰ τῶν μὲν πεπιστευκότων σωτὴρ διὰ τὸ γνῶναι βεβουλῆσθαι, τῶν δὲ ἀπειθησάντων κύριος, ἔστ᾿ ἂν ἐξομολογήσασθαι δυνηθέντες οἰκείας καὶ καταλλήλου τῆς δι᾿ αὐτοῦ τύχωσιν εὐεργεσίας.1 πᾶσα δὲ ἡ τοῦ κυρίου ἐνέργεια ἐπὶ τὸν παντοκράτορα τὴν ἀναφορὰν ἔχει, καὶ ἔστιν ὡς εἰπεῖν πατρική τις ἐνέργεια ὁ υἱός.
因此,那平等地召引所有人、却将非凡荣耀分赐给非凡相信之人的一位,绝不会嫉妒任何人。万有的主,尤其是事奉善良而全能之父的意旨者,也绝不会被他人所阻碍。嫉妒甚至根本触及不到这位无始以来便无情欲的主。而且,人类的事况断非能为主所嫉妒;嫉妒者乃是另一个人,情欲所触及的也是那个人。再者,绝不能说主出于无知而不愿拯救人类,理由是不知当如何照管各人。因为无知根本触及不到这位在创世以前就作父之谋士的圣子。因为这正是全能的神“在其内欢喜”的“智慧”;圣子乃是“神的大能”,因祂在受造的万物之前便是父最首要的逻各斯,并且可恰当地被称为父的“智慧”,以及借由祂受造之物的导师。祂也绝不会因受某种享乐的牵引而抛弃对人类的照管,祂甚至披戴了本性上容易受苦的肉身,并将其驯化至无情欲的境界。若非万有的救主与主,祂又怎能成为救主与主呢?但对于那些信从的人,祂因他们愿意认识而成为救主;对于那些悖逆的人,祂则是主,直到他们能够认罪称谢,并借由祂获得适合而相称的恩惠为止。主的一切作为都归向全能者,圣子可以说就是父的某种作为。
οὐκ ἂν οὖν ποτε ὁ σωτὴρ μισάνθρωπος,2 ὅς γε διὰ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν σαρκὸς ἀνθρωπίνης εὐπάθειαν οὐχ ὑπεριδών, ἀλλ᾿ ἐνδυσάμενος, ἐπὶ τὴν κοινὴν τῶν ἀνθρώπων ἐλήλυθεν σωτηρίαν· κοινὴ γὰρ ἡ πίστις τῶν ἑλομένων. ἀλλ᾿ οὐδὲ τοῦ ἰδίου ποτ᾿ ἂν ἀμελοίη ἔργου τῷ μόνῳ τῶν ἄλλων ζῴων ἀνθρώπῳ ἔννοιαν κατὰ τὴν δημιουργίαν ἐνεστάχθαι θεοῦ.3 οὐδ᾿ ἂν βελτίων τις ἄλλη καὶ ἁρμονιωτέρα διοίκησις ἀνθρώπων εἴη τῷ θεῷ τῆς τεταγμένης. προσήκει γοῦν ἀεὶ τῷ κρείττονι κατὰ φύσιν ἡγεῖσθαι τοῦ χείρονος, καὶ τῷ δυναμένῳ καλῶς τι διέπειν ἀποδεδόσθαι τὴν ἐκείνου διοίκησιν. ἔστιν δὲ τὸ ὡς ἀληθῶς ἄρχον τε καὶ ἡγεμονοῦν ὁ θεῖος λόγος καὶ ἡ τούτου πρόνοια, πάντα μὲν ἐφορῶσα. μηδενὸς δὲ τῶν οἰκείων ἑαυτῆς παρορῶσα τὴν ἐπιμέλειαν. οὗτοι δ᾿ ἂν εἶεν οἱ ἑλόμενοι οἰκεῖοι εἶναι αὐτῷ. οἱ διὰ πίστεως τελειούμενοι. οὕτως ἁπάντων τῶν ἀγαθῶν θελήματι τοῦ παντοκράτορος πατρὸς αἴτιος ὁ υἱὸς καθίσταται, πρωτουργὸς κινήσεως δύναμις. ἄληπτος αἰσθήσει. οὐ γὰρ ὃ ἦν, τοῦτο ὤφθη τοῖς χωρῆσαι μὴ δυναμένοις διὰ τὴν ἀσθένειαν τῆς σαρκός, αἰσθητὴν δὲ ἀναλαβὼν σάρκα τὸ δυνατὸν ἀνθρώποις κατὰ τὴν ὑπακοὴν τῶν ἐντολῶν δείξων ἀφίκετο. Δύναμις οὖν πατρικὴ ὑπάρχων ῥᾳδίως περιγίνεται ὧν ἂν ἐθέλῃ.
因此,救主绝不可能是厌恶人类的,祂正是出于对人类无以复加的爱,并未蔑视人类肉身的受苦性,反倒披戴上它,为着人类共同的救恩而来;因为信心对于那些做出抉择的人是共通的。主也绝不会忽视自己的造化,因为在造化之际,在所有其他动物中只有人被注入了关于神的观念。对于神而言,不可能有比这既定秩序更好、更和谐的人类治理。无论如何,依本性更优秀者引导较低下者,且将治理权交付给能够妥善管理之人,总是合宜的。而真正发号施令与统领一切的,乃是神圣的逻各斯及其摄理,祂洞察万有,毫不忽视对自己属下之人的照管。这些人应当就是那些选择归属于祂、借着信仰得以完全的人。圣子就这样遵照全能之父的意旨,成为一切美善的因由,祂是发动运动的能力,非感官所能把握。因为对于那些因肉身软弱而无法领受祂的人,祂并未以其本来面目显现,而是披戴了可感知的肉身而来,以便按照对诫命的顺从,向人类展示何为可能之事。 因此,祂作为父的大能,能轻而易举地成全祂所愿望的一切。
- 7.2.7οἰκείας καὶ καταλλήλου τῆς δι᾿ αὐτοῦ τύχωσιν εὐεργεσίας
由虚拟式动词 τύχωσιν 支配属格宾语的超步法(hyperbaton)语序。修饰名词 εὐεργεσίας 的定语短语(定冠词+介词短语 τῆς δι᾿ αὐτοῦ)之前,前置了处于表语位置的形容词 οἰκείας καὶ καταλλήλου。其构架意义为“获得那借由祂而来的、固有且相称的恩惠”。
- 7.2.8οὐκ ἂν οὖν ποτε ὁ σωτὴρ μισάνθρωπος
带有表示潜在意味的 ἄν 并省略了祈愿语气动词 εἴη 的名词谓语句,意为“因此救主绝不可能是厌恶人类的”。开头的 οὐκ ἂν ποτε 构成了强烈的潜在否定,其后接由 ὅς γε 引导的说明原因的关系从句(“祂正是……”)。
- 7.2.8τῷ μόνῳ τῶν ἄλλων ζῴων ἀνθρώπῳ ἔννοιαν κατὰ τὴν δημιουργίαν ἐνεστάχθαι θεοῦ
由定冠词 τῷ 统领的带不定式从句(τῷ ... ἐνεστάχθαι),在此用作原因与格(causal dative),修饰主句动词 ἀμελοίη,说明主不轻忽自身作品的原因。完成时被动态不定式 ἐνεστάχθαι 的逻辑主语是宾格 ἔννοιαν θεοῦ(“关于神的观念”),与格短语 τῷ μόνῳ τῶν ἄλλων ζῴων ἀνθρώπῳ 则表示接受注入的对象。
