- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.2.5-7.2.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者将认识神的首要信仰定义为不作恶的确信,并阐述了顺应父旨掌管万有的圣子的无所不在与至高本性。进而论证圣子作为全人类的救主,根据各人的领受能力分别教导哲学家、信徒与顽迷之人,将恩惠普施于希腊人与外邦人。
Πίστις οὖν τοῦ εἰδέναι θεὸν ἡ πρώτη μετὰ τῆς τοῦ σωτῆρος διδασκαλίας τὴν πεποίθησιν τὸ κατὰ μηδένα τρόπον ἄδικα δρᾶν, τοῦτ᾿ εἶναι πρέπον ἡγεῖσθαι τῇ ἐπιγνώσει τοῦ θεοῦ.1 ταύτῃ κράτιστον μὲν ἐν γῇ ἄνθρωπος ὁ θεοσεβέστατος, κράτιστον δὲ ἐν οὐρανῷ ἄγγελος, τὸ πλησιαίτερον κατὰ τόπον καὶ ἤδη καθαρώτερον τῆς αἰωνίου καὶ μακαρίας ζωῆς μεταλαγχάνον. τελειοτάτη δὲ καὶ ἁγιωτάτη καὶ κυριωτάτη καὶ ἡγεμονικωτάτη καὶ βασιλικωτάτη καὶ εὐεργετικωτάτη ἡ υἱοῦ φύσις ἡ τῷ μόνῳ παντοκράτορι προσεχεστάτη. αὕτη ἡ μεγίστη ὑπεροχή, ἣ τὰ πάντα διατάσσεται κατὰ τὸ θέλημα τοῦ πατρὸς καὶ τὸ πᾶν ἄριστα οἰακίζει, ἀκαμάτῳ καὶ ἀτρύτῳ δυνάμει πάντα ἐργαζομένη, δι᾿ ὧν ἐνεργεῖ τὰς ἀποκρύφους ἐννοίας ἐπιβλέπουσα.2 οὐ γὰρ ἐξίσταταί ποτε τῆς αὑτοῦ περιωπῆς ὁ υἱὸς τοῦ θεοῦ, οὐ μεριζόμενος, οὐκ ἀποτεμνόμενος, οὐ μεταβαίνων ἐκ τόπου εἰς τόπον, πάντῃ δὲ ὢν πάντοτε καὶ μηδαμῇ περιεχόμενος, ὅλος νοῦς, ὅλος φῶς πατρῷον, ὅλος ὀφθαλμός. πάντα ὁρῶν, πάντα ἀκούων, εἰδὼς πάντα. δυνάμει τὰς δυνάμεις ἐρευνῶν. τούτῳ πᾶσα ὑποτέτακται στρατιὰ ἀγγέλων τε καὶ θεῶν, τῷ λόγῳ τῷ πατρικῷ τὴν ἁγίαν οἰκονομίαν ἀναδεδεγμένῳ »διὰ τὸν ὑποτάξαντα«, δι᾿ ὅν καὶ πάντες αὐτοῦ οἱ ἄνθρωποι. ἀλλ᾿ οἳ μὲν »κατ᾿ ἐπίγνωσιν«, οἳ δὲ οὐδέπω. καὶ οἳ μὲν ὡς φίλοι, οἳ δὲ ὡς οἰκέται πιστοί, οἳ δὲ ὡς ἁπλῶς οἰκέται. Ὁ διδάσκαλος οὗτος ὁ παιδεύων μυστηρίοις μὲν τὸν γνωστικόν. ἐλπίσι δὲ ἀγαθαῖς τὸν πιστόν, καὶ παιδείᾳ τῇ ἐπανορθωτικῇ δι᾿ αἰσθητικῆς ἐνεργείας τὸν σκληροκάρδιον. ἐντεῦθεν ἡ πρόνοια ἰδίᾳ καὶ δημοσίᾳ καὶ πανταχοῦ. υἱὸν δὲ εἶναι τοῦ θεοῦ, καὶ τοῦτον εἶναι τὸν σωτῆρα καὶ κύριον ὃν ἡμεῖς φαμεν, ἄντικρυς αἱ θεῖαι παριστᾶσι προφητεῖαι. ταύτῃ ὁ πάντων κύριος Ἑλλήνων τε καὶ βαρβάρων τοὺς ἐθέλοντας πείθει· οὐ γὰρ βιάζεται τὸν ἐξ αὑτοῦ τὴν σωτηρίαν λαβεῖν διὰ τοῦ ἑλέσθαι καὶ πάντα ἀποπληρῶσαι τὰ παρ᾿ αὑτοῦ πρὸς τὸ λαβέσθαι τῆς ἐλπίδος δυνάμενον. οὗτός ἐστιν ὁ διδοὺς καὶ τοῖς Ἕλλησι τὴν φιλοσοφίαν διὰ τῶν ὑποδεεστέρων ἀγγέλων· εἰσὶ γὰρ συνδιανενεμημένοι προστάξει θείᾳ τε καὶ ἀρχαίᾳ ἄγγελοι κατὰ ἔθνη. ἀλλ᾿ ἡ »μερὶς κυρίου« ἡ δόξα τῶν πιστευόντων. ἤτοι γὰρ οὐ φροντίζει πάντων ἀνθρώπων ὁ κύριος (καὶ τοῦτο ἢ τῷ μὴ δύνασθαι πάθοι ἄν, ὅπερ οὐ θεμιτόν. ἀσθενείας γὰρ σημεῖον, ἢ τῷ μὴ βούλεσθαι δυνάμενος,3 οὐκ ἀγαθοῦ δὲ τὸ πάθος· οὔκουν ὑπὸ τρυφῆς ῥᾴθυμος ὁ δι᾿ ἡμᾶς τὴν παθητὴν ἀναλαβὼν σάρκα) ἢ κήδεται τῶν συμπάντων. ὅπερ καὶ καθήκει τῷ κυρίῳ πάντων γενομένῳ. σωτὴρ γάρ ἐστιν, οὐχὶ τῶν μέν, τῶν δ᾿ οὔ· πρὸς δὲ ὅσον ἐπιτηδειότητος ἕκαστος εἶχεν, τὴν ἑαυτοῦ διένειμεν εὐεργεσίαν, Ἕλλησί τε καὶ βαρβάροις καὶ τοῖς ἐκ τούτων προωρισμένοις μέν, κατὰ δὲ τὸν οἰκεῖον καιρὸν κεκλημένοις πιστοῖς τε καὶ ἐκλεκτοῖς.
因此,认识神的第一种信仰,是伴随救主的教导,确信绝不以任何方式行不义,方才合乎对神的真知。因此,地上最卓越的是最敬神的人,天上最卓越的是天使,因其在空间上更为接近,且已更纯洁地分享永恒而福乐的生命。而最完全、最神圣、最有主权、最有统领性、最具王权且最施恩惠的,则是圣子的本性,祂与唯一的全能者最为接近。这是最高的卓越,祂按照父的意旨安排万有,至善地掌舵整个宇宙,以不知疲倦且不可耗尽的能力作成一切,借由祂所作成的事物洞察隐秘的心思。因为神的儿子从未离开祂自己的瞭望台,祂不被分剖,不被割截,不从一处迁至另一处,而是随时身在各处且不受任何拘限,全然是知性,全然是父性的光,全然是眼睛,观看万有,倾听万有,洞悉万有,以大能探察诸能力。天神与诸神的所有军队都服从于祂,服从于这位因“那使其服从者”而承担圣洁经纶的父之逻各斯,并且因着祂,所有的人也都属于祂,但有些人是“按着真知”,有些人则尚未如此;有些人是作为朋友,有些人是作为忠诚的仆人,有些人则仅仅是作为仆人。 这位就是导师:祂以奥秘教导诺斯替者,以美好盼望教导信徒,以借助感官作用的矫正性训练教导硬心之人。由此,摄理在私下、在公开、在各处皆行照料。神圣的预言直截了当地证明,祂乃是神的儿子,正是我们所宣称的救主和主。万有之主以这种方式劝导凡愿意的人,无论希腊人还是外邦人;因为祂并不强迫那能够出于自身、借由选择而接受救恩并克尽自己本分去持定盼望的人。正是祂借由从属的天使将哲学赋予希腊人;因为依照神圣而古老的命令,天使被分派管辖各民族。但“主的份”则是信从之人的荣耀。因为,主若非不顾念全人类(而这临到祂,要么是由于祂无能——这绝不合乎神性,因为是软弱的征兆;要么是由于祂有能力却不愿,而这种情态不属于善者;那位为了我们而披戴有受苦能力的肉身的主,断不会因放纵而懈怠),便是顾念万有。而这正合乎那成为万有之主者。因为祂是救主,并非是某些人的救主而不是另一些人的救主;而是按照各人所具有的资质程度,将自身的恩惠分施给希腊人和外邦人,并分施给他们当中预先注定、并在适当时刻蒙召的信徒和选民。
- 7.2.5Πίστις οὖν τοῦ εἰδέναι θεὸν ἡ πρώτη μετὰ τῆς τοῦ σωτῆρος διδασκαλίας τὴν πεποίθησιν τὸ κατὰ μηδένα τρόπον ἄδικα δρᾶν, τοῦτ᾿ εἶναι πρέπον ἡγεῖσθαι τῇ ἐπιγνώσει τοῦ θεοῦ.
该句核心骨架以 Πίστις ... ἡ πρώτη(认识神的首要信仰)为主语,以冠词加不定式结构 τὸ ... ἡγεῖσθαι(认为)为表语/述部。宾格 τὴν πεποίθησιν(确信)与后续的同格短语 τὸ κατὰ μηδένα τρόπον ἄδικα δρᾶν, τοῦτ᾿ εἶναι πρέπον(绝不以任何方式行不义,这才是合宜的)相呼应,表示这种确信的具体内容。
- 7.2.5δι᾿ ὧν ἐνεργεῖ τὰς ἀποκρύφους ἐννοίας ἐπιβλέπουσα
分词 ἐπιβλέπουσα(洞察/注视)修饰主语 ἡ υἱοῦ φύσις(圣子的本性)。δι᾿ ὧν 是吸收了先行词的关系代词短语(相当于 διὰ τούτων ἃ ἐνεργεῖ,“通过祂所作成的事物”),修饰该分词,意为“通过祂所施展的作为而洞察隐秘的心思”。
- 7.2.6ἢ τῷ μὴ βούλεσθαι δυνάμενος
带冠词的与格不定式 τῷ μὴ βούλεσθαι 表示原因(“由于不愿”),与前文的 τῷ μὴ δύνασθαι(“由于无能”)形成平行对照。主格分词 δυνάμενος 与句子的主语(ὁ κύριος)在性数格上一致,在此作让步状语(“虽然有能力”)。
