- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.1.1-7.1.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者确立了向希腊哲学家证明唯有诺斯替者才具备真正虔敬的目标,并通过照料灵魂、合乎神地奉侍真神以及阶梯式的沉思与爱,阐明了真正基督徒的本质。
Ἤδη δὲ καιρὸς ἡμᾶς παραστῆσαι τοῖς Ἕλλησι μόνον ὄντως εἶναι θεοσεβῆ τὸν γνωστικόν, ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἷός τίς ἐστιν ὁ τῷ ὄντι Χριστιανός, τῆς ἑαυτῶν ἀμαθίας καταγνῶναι,1 εἰκῇ μὲν καὶ ὡς ἔτυχεν διώκοντας τοὔνομα, μάτην δὲ ἀθέους ἀποκαλοῦντας τοὺς τὸν τῷ ὄντι θεὸν ἐγνωκότας. ἐναργεστέροις δ᾿. οἶμαι, πρὸς τοὺς φιλοσόφους χρῆσθαι προσήκει τοῖς λόγοις, ὡς ἐπαΐειν ἐκ τῆς παρ᾿ αὐτοῖς παιδείας ἤδη γεγυμνασμένους δύνασθαι, καὶ εἰ μηδέπω ἀξίους ἑαυτοὺς μεταλαβεῖν τῆς τοῦ πιστεῦσαι δυνάμεως παρεσχήκασι. τῶν δὲ λέξεων τῶν προφητικῶν ἐπὶ τοῦ παρόντος οὐκ ἐπιμνησθησόμεθα. κατὰ τοὺς ἐπικαίρους τόπους ὕστερον ταῖς γραφαῖς συγχρησόμενοι· τὰ δ᾿ ἐξ αὐτῶν δηλούμενα σημανοῦμεν κεφαλαιωδῶς τὸν χριστιανισμὸν ὑπογράφοντες, ἵνα μὴ διακόπτωμεν τὸ συνεχὲς τοῦ λόγου συμπαραλαμβάνοντες τὰς γραφάς, καὶ ταῦτα τοῖς μηδέπω συνιεῖσιν τὰς λέξεις αὐτῶν. ἐπὰν δὲ τὰ σημαινόμενα ἐνδειξώμεθα, τότε αὐτοῖς ἐκ περιουσίας πιστεύσασι καὶ τὰ μαρτύρια φανερωθήσεται. (κἂν ἑτεροῖά τισι τῶν πολλῶν καταφαίνηται τὰ ὑφ᾿ ἡμῶν λεγόμενα τῶν κυριακῶν γραφῶν,2 ἰστέον ὅτι ἐκεῖθεν ἀναπνεῖ τε καὶ ζῇ, καὶ τὰς ἀφορμὰς ἀπ᾿ αὐτῶν ἔχοντα τὸν νοῦν μόνον, οὐ τὴν λέξιν. παριστᾶν ἐπαγγέλλεται.) ἥ τε γὰρ ἐπὶ πλέον ἐπεξεργασία. μὴ κατὰ καιρὸν γινομένη, περισσὴ δόξειεν ἂν εἰκότως, τό τε μηδ᾿ ὅλως ἐπεσκέφθαι τὸ κατεπεῖγον ῥᾴθυμον κομιδῇ καὶ ἐνδεές. »μακάριοι« δὲ ὡς ἀληθῶς »οἱ ἐξερευνῶντες τὰ μαρτύρια κυρίου. ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν·« μαρτυροῦσιν δὲ περὶ κυρίου ὁ νόμος καὶ οἱ προφῆται.
现在正是我们向希腊人表明唯有诺斯替者才是真正敬神的时候,以便哲学家们在领会了真正的基督徒究竟是怎样的人之后,能谴责他们自己的无知,因为他们盲目而妄乱地迫害这个名称,徒然地将认识了真神的人斥为无神论者。我认为,对哲学家们应当使用更明晰的言辞,以便他们能够凭借从自身教育中所受的训练而理解,即使他们尚未显出自己配得上分得信的力量。至于先知的文句,我们目前暂不提及,日后将在恰当的地方一并使用经文;但我们将概括地指出由经文所表明的内涵,勾勒出基督教的大要,以免通过引入经文而打断论述的连续性,况且这还是在尚未理解经文字句的人面前。而当我们指明了所表达的内涵之后,那时对那些全心信从的人,经文的见证也必将显明出来。(即使在多数人中有人觉得我们所说的话与主之经文有所不同,也当知道,这些话正是从经文得以呼吸并生存的,并且以此为出发点,承诺只呈现其本意而非字面。)因为过度的详尽发挥若不合时宜,自然会被视为多余,而对迫切之事完全不予考察,又纯属懈怠和不足。的确,“有福的是那些探究主之见证的人;他们将全心寻求祂”;而律法和先知正为关于主的事作见证。
Πρόκειται τοίνυν παραστῆσαι ἡμῖν μόνον τὸν γνωστικὸν ὅσιόν τε καὶ εὐσεβῆ, θεοπρεπῶς τὸν τῷ ὄντι θεὸν θρῃσκεύοντα· τῷ θεοπρεπεῖ δὲ τὸ θεοφιλὲς ἕπεται καὶ φιλόθεον. τίμιον μὲν οὖν ἅπαν τὸ ὑπερέχον ἡγεῖται κατὰ τὴν ἀξίαν· καὶ τιμητέον ἐν μὲν τοῖς αἰσθητοῖς τοὺς ἄρχοντας καὶ τοὺς γονεῖς καὶ πάντα τὸν πρεσβύτερον, ἐν δὲ τοῖς διδακτοῖς τὴν ἀρχαιοτάτην φιλοσοφίαν καὶ τὴν πρεσβίστην προφητείαν. ἐν δὲ τοῖς νοητοῖς τὸ πρεσβύτατον ἐν γενέσει, τὴν ἄχρονον ἄναρχον ἀρχήν τε καὶ ἀπαρχὴν τῶν ὄντων, τὸν υἱόν· παρ᾿ οὗ ἐκμανθάνειν ἔστιν τὸ ἐπέκεινα αἴτιον,3 τὸν πατέρα τῶν ὅλων, τὸ πρέσβιστον καὶ πάντων εὐεργετικώτατον, οὐκέτι φωνῇ παραδιδόμενον, σεβάσματι δὲ καὶ σιγῇ μετὰ ἐκπλήξεως ἁγίας σεβαστὸν καὶ σεπτὸν κυριώτατα. λεγόμενον μὲν πρὸς τοῦ κυρίου ὡς οἷόν τε ἦν ἐπαΐειν τοῖς μανθάνουσι. νοούμενον δὲ πρός γε τῶν ἐξειλεγμένων εἰς γνῶσιν παρὰ κυρίου. »τῶν τὰ αἰσθητήρια« φησὶν ὁ ἀπόστολος »συγγεγυμνασμένων«.
因此,摆在我们面前的课题,是表明唯有诺斯替者才是圣洁而虔敬的,是以合乎神的方式敬奉真神的;与合乎神相随的,便是蒙神所爱和爱神。因此,他根据价值认为凡是卓越者都是可尊重的:在可感之物中应当尊重统治者、父母和所有长辈;在可受教之物中应当尊重最古老的哲学和最古老的预言;在可知之物中应当尊重在生成中最古老者,即万物无时间、无开端的开端与初熟之果——圣子;从祂那里可以完全领会那更为超越的原因,即万物之父,至古老且对万物最为施恩者,祂不再能用声音传授,而是借着敬畏与伴随神圣震撼的沉默,最完全地受到敬奉与尊崇。圣父已被主以求学者所能理解的方式谈及,但真正被主所选拔进入认识的人所领悟,使徒说,就是“那些感官受过共同锻炼的人”。
Θεραπεία τοίνυν τοῦ θεοῦ ἡ συνεχὴς ἐπιμέλεια τῆς ψυχῆς τῷ γνωστικῷ καὶ ἡ περὶ τὸ θεῖον αὐτοῦ κατὰ τὴν ἀδιάλειπτον ἀγάπην ἀσχολία. τῆς γὰρ περὶ τοὺς ἀνθρώπους θεραπείας ἣ μὲν βελτιωτική, ἣ δὲ ὑπηρετική. ἰατρικὴ μὲν σώματος, φιλοσοφία δὲ ψυχῆς βελτιωτική. γονεῦσι μὲν ἐκ παίδων καὶ ἡγεμόσιν ἐκ τῶν ὑποτεταγμένων ὑπηρετικὴ ὠφέλεια προσγίνεται· ὁμοίως δὲ καὶ κατὰ τὴν ἐκκλησίαν τὴν μὲν βελτιωτικὴν οἱ πρεσβύτεροι σῴζουσιν εἰκόνα, τὴν ὑπηρετικὴν δὲ οἱ διάκονοι. ταύτας ἄμφω τὰς διακονίας ἄγγελοί τε ὑπηρετοῦνται τῷ θεῷ κατὰ τὴν τῶν περιγείων οἰκονομίαν καὶ αὐτὸς ὁ γνωστικός, θεῷ μὲν διακονούμενος, ἀνθρώποις δὲ τὴν βελτιωτικὴν ἐνδεικνύμενος θεωρίαν, ὅπως ἂν καὶ παιδεύειν ᾖ τεταγμένος εἰς τὴν τῶν ἀνθρώπων ἐπανόρθωσιν.4 θεοσεβὴς γὰρ μόνος ὁ καλῶς καὶ ἀνεπιλήπτως περὶ τὰ ἀνθρώπεια ἐξυπηρετῶν τῷ θεῷ. ὥσπερ γὰρ θεραπεία φυτῶν ἀρίστη καθ᾿ ἣν γίγνονται οἱ καρποὶ καὶ συγκομίζονται ἐπιστήμῃ καὶ ἐμπειρίᾳ γεωργικῇ, τὴν ὠφέλειαν τὴν ἐξ αὐτῶν παρεχομένη τοῖς ἀνθρώποις, οὕτως ἡ θεοσέβεια τοῦ γνωστικοῦ, τοὺς καρποὺς τῶν δι᾿ αὐτοῦ πιστευσάντων ἀνθρώπων εἰς ἑαυτὴν ἀναδεχομένη. ἐν ἐπιγνώσει πλειόνων γιγνομένων καὶ ταύτῃ σῳζομένων. συγκομιδὴν ἀρίστην δι᾿ ἐμπειρίας ἐργάζεται. εἰ δ᾿ ἡ θεοπρέπεια ἕξις ἐστὶ τὸ πρέπον τῷ θεῷ σῴζουσα. θεοφιλὴς ὁ θεοπρεπὴς μόνος· οὗτος δ᾿ ἂν εἴη ὁ εἰδὼς τὸ πρέπον καὶ κατὰ τὴν ἐπιστήμην καὶ κατὰ τὸν βίον, ὅπως βιωτέον τῷ ἐσομένῳ καὶ δὴ ἐξομοιουμένῳ ἤδη θεῷ.
因此,对神的敬奉,于诺斯替者而言就是对灵魂的持续照料,以及出于不息之爱而对神圣事物的专注。因为在施及人类的奉侍中,一种是改良性的,另一种是服侍性的。医学改善肉体,哲学改善灵魂。从儿女产生对父母的服侍性益处,从下属产生对领袖的服侍性益处;同样在教会中,长老保持改良性的形象,执事保持服侍性的形象。这两项侍奉,天使在地上事务的管理中向神侍奉,诺斯替者自己也是如此,他一方面侍奉神,另一方面向人类展示改良性的沉思,正如他受命去施教以矫正人类一样。因为唯有在关于人类的事情上美好而无可指摘地服事神的人,才是真正敬神的人。正如对植物最好的照料是借由农业知识与经验使果实生长并收获、从而向人类提供益处的照料,诺斯替者的敬虔也是如此,将因他而信从的人的果实接纳到自身之中,随着更多的人进入真知并因此得救,借由经验促成最好的收获。如果合乎神的品格是保持合乎神之特性的品质,那么唯有合乎神者才是蒙神所爱的;而这正是那在知识上和生活上都知道何为合宜的人,知道那将要成为神、并且实际上已经与神相似的人应当如何生活。
Ταύτῃ ἄρα φιλόθεος [τε τὸ πρῶτον]. ὡς γὰρ ὁ τιμῶν τὸν πατέρα φιλοπάτωρ, οὕτως ὁ τιμῶν τὸν θεὸν φιλόθεος. ᾗ καί μοι καταφαίνεται τρία εἶναι τῆς γνωστικῆς δυνάμεως ἀποτελέσματα, πρῶτον τὸ γινώσκειν τὰ πράγματα, δεύτερον τὸ ἐπιτελεῖν ὅ τι ἂν ὁ λόγος ὑπαγορεύῃ, καὶ τρίτον τὸ παραδιδόναι δύνασθαι θεοπρεπῶς τὰ παρὰ τῇ ἀληθείᾳ ἐπικεκρυμμένα. ὁ τοίνυν θεὸν πεπεισμένος εἶναι παντοκράτορα καὶ τὰ θεῖα μυστήρια παρὰ τοῦ μονογενοῦς παιδὸς αὐτοῦ ἐκμαθών, πῶς οὗτος ἄθεος; ἄθεος μὲν γὰρ ὁ μὴ νομίζων εἶναι θεόν, δεισιδαίμων δὲ ὁ δεδιὼς τὰ δαιμόνια. ὁ πάντα θειάζων καὶ ξύλον καὶ λίθον καὶ πνεῦμα ἄνθρωπον τὸν μὴ λογικῶς βιοῦντα καταδεδουλωμένον.
因此,在这方面他也是爱神者。因为正如尊崇父亲的人是爱父者,尊崇神的人就是爱神者。由此在我看来,诺斯替的能力显现出三种成果:第一是认识事物,第二是践行理性所吩咐的一切,第三是能够以合乎神的方式传授隐藏于真理之中的事物。那么,坚信神是全能者、并从其独生子完全领受了神圣奥秘的人,怎会是无神论者呢?因为无神论者是不认为有神的人,而迷信者则是恐惧鬼神之人,是将一切——无论是木头、石头,还是奴役了不合乎理性生活之人的灵——都奉为神明的人。
- 7.1.1ὡς ἀναμαθόντας τοὺς φιλοσόφους, οἷός τίς ἐστιν ὁ τῷ ὄντι Χριστιανός, τῆς ἑαυτῶν ἀμαθίας καταγνῶναι
连词 ὡς 引导不定式 καταγνῶναι,表示目的或结果(“以便他们谴责”)。宾格 τοὺς φιλοσόφους 充当不定式的逻辑主语,分词 ἀναμαθόντας 与之一致。动词 καταγιγνώσκω 后接属格 τῆς ἑαυτῶν ἀμαθίας 表示指控的内容。
- 7.1.1κἂν ἑτεροῖά τισι τῶν πολλῶν καταφαίνηται τὰ ὑφ᾿ ἡμῶν λεγόμενα τῶν κυριακῶν γραφῶν
形容词 ἑτεροῖα(“不同的”)支配表示比较或分离的属格 τῶν κυριακῶν γραφῶν(“与主的经文不同”)。τῶν πολλῶν 是修饰 τισι 的部分属格(“在众人中的某些人看来”)。全句语序虽有分离,但骨干为“即使我们所说的话在众人中的某些人看来与主的经文不同”。
- 7.1.2ἐν δὲ τοῖς νοητοῖς τὸ πρεσβύτατον ἐν γενέσει, τὴν ἄχρονον ἄναρχον ἀρχήν τε καὶ ἀπαρχὴν τῶν ὄντων, τὸν υἱόν· παρ᾿ οὗ ἐκμανθάνειν ἔστιν τὸ ἐπέκεινα αἴτιον
宾格短语(τὸ πρεσβύτατον ..., τὸν υἱόν)承接前文省略的动词性形容词 τιμητέον,作其宾语。τὸ πρεσβύτατον ἐν γενέσει、τὴν ... ἀρχήν 与 τὸν υἱόν 为同位语。在关系分句 παρ᾿ οὗ ἐκμανθάνειν ἔστιν 中,无人称动词 ἔστιν 相当于 ἔξεστιν(“可能”),后接不定式 ἐκμανθάνειν,其宾语为 τὸ ἐπέκεινα αἴτιον(“更超越的原因”)。
- 7.1.3ὅπως ἂν καὶ παιδεύειν ᾖ τεταγμένος εἰς τὴν τῶν ἀνθρώπων ἐπανόρθωσιν
连词 ὅπως ἂν 配合虚拟式 ᾖ 构成目的或方式从句。ᾖ τεταγμένος 是完成时被动态虚拟式的迂回形式(现在虚拟式 ᾖ 加上完成时被动分词 τεταγμένος),意为“正如他被指派……那样”。不定式 παιδεύειν 作 τεταγμένος 的补足语。
