← 亚历山太的革利免

杂记

§7.17.106-7.17.108

异端的后起与唯一真正古老大公教会

作者藉由年代学证据与上帝的唯一定则,论证了各异端派别出现的时间远晚于主与使徒,纯属对唯一真正古老大公教会的人为伪造,并对异端名称的起源进行了分类阐述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.17.106

Οἱ τοίνυν τῶν ἀσεβῶν ἁπτόμενοι λόγων ἄλλοις τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις τοῖς θείοις, ἀλλὰ ἐξημαρτημένως συγχρώμενοι, οὔτε αὐτοὶ εἰσίασιν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν οὔτε οὓς ἐξηπάτησαν ἐῶσιν τυγχάνειν τῆς ἀληθείας. ἀλλ᾿ οὐδὲ τὴν κλεῖν ἔχοντες αὐτοὶ τῆς εἰσόδου, ψευδῆ δέ τινα καί, ὥς φησιν ἡ συνήθεια. ἀντικλεῖδα. δι᾿ ἧς οὐ τὴν αὐλείαν ἀναπετάσαντες, ὥσπερ ἡμεῖς διὰ τῆς τοῦ κυρίου παραδόσεως εἴσιμεν, παράθυρον δὲ ἀνατεμόντες καὶ διορύξαντες λάθρᾳ τὸ τειχίον τῆς ἐκκλησίας, ὑπερβαίνοντες τὴν ἀλήθειαν, μυσταγωγοὶ τῆς τῶν ἀσεβῶν ψυχῆς καθίστανται. ὅτι γὰρ μεταγενεστέρας τῆς καθολικῆς ἐκκλησίας τὰς ἀνθρωπίνας συνηλύσεις πεποιήκασιν,1 οὐ πολλῶν δεῖ λόγων. ἡ μὲν γὰρ τοῦ κυρίου κατὰ τὴν παρουσίαν διδασκαλία ἀπὸ Αὐγούστου καὶ Τιβερίου καίσαρος ἀρξαμένη μεσούντων τῶν † Αὐγούστου χρόνων τελειοῦται, ἡ δὲ τῶν ἀποστόλων αὐτοῦ μέχρι γε τῆς Παύλου λειτουργίας ἐπὶ Νέρωνος τελειοῦται, κάτω δὲ περὶ τοὺς Ἀδριανοῦ τοῦ βασιλέως χρόνους οἱ τὰς αἱρέσεις ἐπινοήσαντες γεγόνασι, καὶ μέχρι γε τῆς Ἀντωνίνου τοῦ πρεσβυτέρου διέτειναν ἡλικίας, καθάπερ ὁ Βασιλείδης, κἂν Γλαυκίαν ἐπιγράφηται διδάσκαλον, ὡς αὐχοῦσιν αὐτοί, τὸν Πέτρου ἑρμηνέα. ὡσαύτως δὲ καὶ Οὐαλεντῖνον Θεοδᾶ διακηκοέναι φέρουσιν· γνώριμος δ᾿ οὗτος γεγόνει Παύλου.

因此,那些染指不虔之言说并引导他人、未能妥善运用神圣言辞反而错误滥用的人,自己既不进入天国,也不容许受他们欺骗的人得获真理。甚至,他们自己并没有入口的钥匙,倒握有一把虚假的钥匙,正如俗语所说,乃是一把假钥匙;他们并不借此大开庭院的大门(正如我们通过主的传统进入那样),而是凿开侧窗,暗中掘穿教会的墙垣,践踏真理,成了不虔者灵魂的秘仪传授者。因为他们使人的集会晚于公教会出现,这并不需要费很多唇舌。因为主在降临期间的教训始于奥古斯都与提比略·恺撒,在奥古斯都时代的中间告成,而他的使徒们的教训则直到尼禄时代保罗的职分告成;然而在较晚时,大约在哈德良皇帝的时代,那些捏造异端的人才出现,并且一直延续到老安敦尼的年代,正如巴西利德那样,即便如同他们夸耀的那样,他把彼得的翻译官格劳基亚斯题为自己的老师。同样,他们也传言瓦伦廷听过泰奥达斯的讲习,而此人曾是保罗的相识。

§7.17.107

Μαρκίων γὰρ κατὰ τὴν αὐτὴν αὐτοῖς ἡλικίαν γενόμενος ὡς πρεσβύτης νεωτέροις συνεγένετο. † μεθ᾿ ὃν Σίμων ἐπ᾿ ὀλίγον κηρύσσοντος τοῦ Πέτρου ὑπήκουσεν. ὧν οὕτως ἐχόντων συμφανὲς ἐκ τῆς προγενεστάτης καὶ ἀληθεστάτης ἐκκλησίας τὰς μεταγενεστέρας ταύτας καὶ τὰς ἔτι τούτων ὑποβεβηκυίας τῷ χρόνῳ κεκαινοτομῆσθαι παραχαραχθείσας αἱρέσεις.2 ἐκ τῶν εἰρημένων ἄρα φανερὸν οἶμαι γεγενῆσθαι μίαν εἶναι τὴν ἀληθῆ ἐκκλησίαν τὴν τῷ ὄντι ἀρχαίαν, εἰς ἣν οἱ κατὰ πρόθεσιν δίκαιοι ἐγκαταλέγονται. ἑνὸς γὰρ ὄντος τοῦ θεοῦ καὶ ἑνὸς τοῦ κυρίου, διὰ τοῦτο καὶ τὸ ἄκρως τίμιον κατὰ τὴν μόνωσιν ἐπαινεῖται. μίμημα ὂν ἀρχῆς τῆς μιᾶς. τῇ γοῦν τοῦ ἑνὸς φύσει συγκληροῦται ἐκκλησία ἡ μία, ἣν εἰς πολλὰς κατατέμνειν βιάζονται αἱρέσεις. κατά τε οὖν ὑπόστασιν κατά τε ἐπίνοιαν κατά τε ἀρχὴν κατά τε ἐξοχὴν μόνην εἶναί φαμεν τὴν ἀρχαίαν καὶ καθολικὴν ἐκκλησίαν,3 »εἰς ἑνότητα πίστεως« μιᾶς, τῆς κατὰ τὰς οἰκείας διαθήκας, μᾶλλον δὲ κατὰ τὴν διαθήκην τὴν μίαν διαφόροις τοῖς χρόνοις. ἑνὸς τοῦ θεοῦ τῷ βουλήματι δι᾿ ἑνὸς τοῦ κυρίου συνάγουσαν τοὺς ἤδη κατατεταγμένους· οὕς προώρισεν ὁ θεός. δικαίους ἐσομένους πρὸ καταβολῆς κόσμου ἐγνωκώς. ἀλλὰ καὶ ἡ ἐξοχὴ τῆς ἐκκλησίας. καθάπερ ἡ ἀρχὴ τῆς συστάσεως, κατὰ τὴν μονάδα ἐστίν. πάντα τὰ ἄλλα ὑπερβάλλουσα καὶ μηδὲν ἔχουσα ὅμοιον ἢ ἴσον ἑαυτῇ.

因为马吉安与他们生于同时代,却作为年长者与年轻人们结交;在他之后,西蒙在彼得传道期间曾听从了片刻。既然事情是这样,显而易见,这些后起的异端以及在时间上比它们还要靠后的异端,都是从最先且最真实的教会中伪造篡改而革新的。因此,从所说的话来看,我认为已经显明:真实的教会只有一座,即那真正古老的教会,凡按预定旨意称为义的人都被编入其中。因为上帝是独一的,主也是独一的,为此,极尊贵之物也因其单一独特性而受称赞,乃是对那独一始基的摹仿。诚然,独一的教会配属于独一者的本性,而异端却极力要将其割裂为众多。因此,无论在实体上、观念上、起源上还是卓越性上,我们都宣称唯有古老而大公的教会独立存在,它依照特有的约,或宁可说依照不同时期的同一约,藉着独一的主依循独一上帝的旨意,将那些已被派定的人召集到单一的“信仰的合一”中;这些人是上帝预先定下的,因为他早在创世之前就已预知他们将成为义人。而且教会的卓越性,正如其构成的始基一样,都是基于单一体的,它超越了其他一切事物,绝无任何与自身相似或平等之物。

§7.17.108

Ταυτὶ μὲν οὖν καὶ εἰς ὕστερον. τῶν δ᾿ αἱρέσεων αἳ μὲν ἀπὸ ὀνόματος προσαγορεύονται. ὡς ἡ ἀπὸ Οὐαλεντίνου καὶ Μαρκίωνος καὶ Βασιλείδου. κἂν τὴν Ματθίου αὐχῶσι προσάγεσθαι δόξαν· μία γὰρ ἡ] πάντων γέγονε τῶν ἀποστόλων ὥσπερ διδασκαλία, οὕτως δὲ καὶ [ἡ παράδοσις· αἳ δὲ ἀπὸ τόπου. ὡς οἱ Περατικοί, αἳ δὲ ἀπὸ ἔθνους. ὡς ἡ τῶν Φρυγῶν, αἳ δὲ ἀπὸ ἐνεργείας, ὡς ἡ τῶν Ἐγκρατητῶν, αἳ δὲ ἀπὸ δογμάτων ἰδιαζόντων, ὡς ἡ τῶν Δοκητῶν καὶ ἡ τῶν Αἱματιτῶν, αἳ δὲ ἀπὸ ὑποθέσεων καὶ ὧν τετιμήκασιν, ὡς Καϊανισταί τε καὶ οἱ Ὀφιανοὶ προσαγορευόμενοι, αἳ δὲ ἀφ᾿ ὧν παρανόμως ἐπετήδευσάν τε καὶ ἐτόλμησαν, ὡς τῶν Σιμωνιανῶν οἱ Ἐντυχῖται καλούμενοι.

这些事且待日后详论。在异端当中,有些是按人名命名的,例如从瓦伦廷、马吉安和巴西利德而得名的派别,即使他们夸口援引马提亚的主张也是如此;因为如同所有使徒的教训是同一的,他们的传统也同样是同一的;有些是按地方命名的,如佩拉特派;有些是按民族命名的,如弗吕家派;有些是按行为实践命名的,如自制派;有些是按特异教义命名的,如幻影派和血派;有些是按假说和所尊崇之物命名的,如被称为该隐派和蛇派的人;有些则是按他们非法从事与妄为的事命名的,如西蒙派中被称为恩梯希派的人。

语法注3 条
  1. 7.17.106μεταγενεστέρας τῆς καθολικῆς ἐκκλησίας τὰς ἀνθρωπίνας συνηλύσεις πεποιήκασιν

    比较级形容词 μεταγενεστέρας 作直接宾语 τὰς ἀνθρωπίνας συνηλύσεις 的谓语性宾格(宾语补足语),并支配比较属格 τῆς καθολικῆς ἐκκλησίας,意为“他们使人的集会晚于公教会出现”。

  2. 7.17.107τῷ χρόνῳ κεκαινοτομῆσθαι παραχαραχθείσας αἱρέσεις

    由非人称词组 συμφανές [ἐστι] 支配的“宾格加不定式”结构。宾格名词 αἱρέσεις(带有修饰性被动分词 παραχαραχθείσας)充当完成时被动不定式 κεκαινοτομῆσθαι 的主语。与格 τῷ χρόνῳ 表示限制或时间方面的关系(“在时间上”),介词短语 ἐκ τῆς προγενεστάτης... 则指明伪造与篡改所偏离的原初基准。

  3. 7.17.107μόνην εἶναί φαμεν τὴν ἀρχαίαν καὶ καθολικὴν ἐκκλησίαν

    由动词 φαμέν 引出的“宾格加不定式”间接陈述。其中 τὴν ἀρχαίαν καὶ καθολικὴν ἐκκλησίαν 为主语宾格,μόνην 为表语宾格(谓语性宾格),表示“我们宣称唯有古老的大公教会存在(独一无二)”。前置的四个并列 κατά 介词短语(实体、观念、起源、卓越性)规定了这一独一性所成立的范畴。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.17.106-7.17.108