← 亚历山太的革利免

杂记

§7.16.104-7.16.105

真正诺斯替的生活与知识的崇高心志

克莱门特论述了忠实依循圣书与教会准则生活的真正诺斯替,将圣书中“知识叫人自高自大”重新阐释为基于真理的崇高心志而非虚妄骄狂,并劝勉当出于爱邻人的诫命而毫无歪曲地传扬真理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.16.104

Ὁ γνωστικὸς ἄρα ἡμῖν1 μόνος ἐν αὐταῖς καταγηράσας ταῖς γραφαῖς, τὴν ἀποστολικὴν καὶ ἐκκλησιαστικὴν σῴζων ὀρθοτομίαν τῶν δογμάτων, κατὰ τὸ εὐαγγέλιον ὀρθότατα βιοῖ, τὰς ἀποδείξεις ἃς ἂν ἐπιζητήσῃ ἀνευρίσκειν ἀναπεμπόμενος ὑπὸ τοῦ κυρίου2 ἀπό τε νόμου καὶ προφητῶν. ὁ βίος γάρ, οἶμαι, τοῦ γνωστικοῦ οὐδὲν ἄλλο ἐστὶν ἢ ἔργα καὶ λόγοι τῇ τοῦ κυρίου ἀκόλουθοι παραδόσει. Ἀλλ᾿ »οὐ πάντων ἡ γνῶσις«. »οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί,« φησὶν ὁ ἀπόστολος, »ὅτι πάντες ὑπὸ τὴν νεφέλην ἦσαν καὶ πνευματικοῦ βρώματός τε καὶ πόματος μετέλαβον«. κατασκευάζων σαφῶς μὴ πάντας τοὺς ἀκούοντας τὸν λόγον κεχωρηκέναι τὸ μέγεθος τῆς γνώσεως ἔργῳ τε καὶ λόγῳ. διὸ καὶ ἐπήγαγεν· »ἀλλ᾿ οὐκ ἐν πᾶσιν αὐτοῖς ηὐδόκησεν.« τίς οὗτος; ὁ εἰπών· »τί με λέγετε κύριε καὶ οὐ ποιεῖτε τὸ θέλημα τοῦ πατρός μου;« τουτέστι τὴν διδασκαλίαν τοῦ σωτῆρος, ἥτις ἐστὶ βρῶμα ἡμῶν πνευματικὸν καὶ πόμα δίψαν οὐκ ἐπιστάμενον, »ὕδωρ ζωῆς« γνωστικῆς. ναί. φασίν. ἡ γνῶσις εἴρηται φυσιοῦν. πρὸς οὕς φαμεν· τάχα μὲν ἡ δοκοῦσα γνῶσις φυσιοῦν λέγεται. εἴ τις τετυφῶσθαι τὴν λέξιν ἑρμηνεύειν ὑπολάβοι· εἰ δέ, ὅπερ καὶ μᾶλλον. τὸ μεγαλείως τε καὶ ἀληθῶς φρονεῖν μηνύει ἡ τοῦ ἀποστόλου φωνή. λέλυται μὲν τὸ ἠπορημένον· ἑπόμενοι δ᾿ οὖν ταῖς γραφαῖς κυρώσωμεν τὸ εἰρημένον.

因此,在我们看来,唯有真正的诺斯替在圣书本身之中终老,保守教义上使徒与教会的正道剖分,依循福音最为正直地生活,受主的引导而在律法与先知书中寻得他所寻求的一切论证。因为我认为,诺斯替的生命无非就是合乎主的传统的言行。 然而,“知识并非人人皆有”。因为使徒说:“弟兄们,我不愿意你们不晓得,众人都在云下,并且领受了属灵的饮食”,这清楚地证明,并非所有聆听这道的人都在言行上承载了知识的伟大。为此他又接着说:“但在他们众人中,并非人人蒙他喜悦”。这人是谁?正是那位说过“你们为什么称呼我‘主啊’,却不遵行我父的旨意?”的主。这就是指救主的教训,它乃是我们的属灵饮食,是不知渴的饮料,是诺斯替“生命”的“水”。他们说:“不错,不是说知识叫人自高自大吗?”对此我们回答说:倘若有人将这一词汇解释为虚妄骄傲,那大概是指自以为是的知识叫人自高自大;但如果使徒的话语所指示的——这毋宁更为切实——是宏大且真实地思索,那么疑难便得以化解。因此,顺从圣书,让我们来证实所说的话。

§7.16.105

»Ἡ σοφία«, φησὶν ὁ Σολομών, »ἐνεφυσίωσεν τὰ ἑαυτῆς τέκνα.« οὐ δήπου γὰρ τῦφον ἐνεποίησεν ὁ κύριος τοῖς μειρακίοις κατὰ τὴν διδασκαλίαν, ἀλλὰ τὸ ἐπὶ τῇ ἀληθείᾳ πεποιθέναι. καὶ εἶναι μεγαλόφρονα ἐν γνώσει τῇ διὰ τῶν γραφῶν παραδιδομένῃ ὑπεροπτικόν τε τῶν εἰς ἁμαρτίαν ὑποσυρόντων παρασκευάζει, ὃ σημαίνει ἡ »ἐνεφυσίωσε« λέξις. μεγαλοπρέπειαν τῆς σοφίας τοῖς κατὰ τὴν μάθησιν τέκνοις ἐμφυτευσάσης δι᾿ ὧν διδάσκει. αὐτίκα φησὶν ὁ ἀπόστολος· »καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων, ἀλλὰ τὴν δύναμιν«, εἰ μεγαλοφρόνως (ὅπερ ἐστὶν ἀληθῶς· ἀληθείας δὲ μεῖζον οὐδὲν) τὰς γραφὰς συνίετε. ἐνταῦθα γὰρ ἡ δύναμις τῶν πεφυσιωμένων τέκνων τῆς σοφίας. οἷον. εἴσομαι. φησίν, εἰ δικαίως ἐπὶ τῇ γνώσει μέγα φρονεῖτε. »γνωστὸς« γὰρ κατὰ τὸν Δαβὶδ »ἐν τῇ Ἰουδαίᾳ ὁ θεός«, τουτέστι τοῖς κατ᾿ ἐπίγνωσιν Ἰσραηλίταις. Ἰουδαία γὰρ ἐξομολόγησις ἑρμηνεύεται. εἰκότως ἄρα εἴρηται πρὸς τοῦ ἀποστόλου· »τὸ οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν τούτῳ τῷ λόγῳ ἀνακεφαλαιοῦται, ἐν τῷ· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.« οὐ γὰρ χρή ποτε, καθάπερ οἱ τὰς αἱρέσεις μετιόντες ποιοῦσι, μοιχεύειν τὴν ἀλήθειαν οὐδὲ μὴν κλέπτειν τὸν κανόνα τῆς ἐκκλησίας, ταῖς ἰδίαις ἐπιθυμίαις καὶ φιλοδοξίαις χαριζομένους ἐπὶ τῇ τῶν πλησίον ἀπάτῃ, οὕς παντὸς μᾶλλον ἀγαπῶντας τῆς ἀληθείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει.3 εἴρηται γοῦν ἄντικρυς· »ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπιτηδεύματα αὐτοῦ«, ἵνα μὴ κριθῶσιν, ἀλλὰ ἐπιστραφῶσιν οἱ προακηκοότες. ὅσοι δὲ »ταῖς γλώσσαις αὐτῶν δολιοῦσιν«, ἔγγραφα ἔχουσι τὰ ἐπιτίμια.

所罗门说:“智慧使其儿女崇高”。因为主在教训中绝未在青年人心里植入骄狂,而是使他们信靠真理,并在圣书所传授的知识中使人心志高尚,并蔑视诱人陷入罪恶的事物;这便是“使其崇高”一词所表明的,智慧藉着她所教导的,在其按受教而立的儿女身上培植了宏伟崇高。例如使徒说:“并且我所要知道的,不是那些自高之人的言语,而是他们的权能”,如果你们宏大地(这便是真实地;而没有什么比真理更伟大)理解圣书的话。因为智慧受尊崇的儿女之权能正在于此;仿佛是说:“我将知道你们是否正当地因知识而志向高远”。因为依照大卫的说法,“上帝在犹大为人所知”,即在依照真知而立的以色列人中为人所知;因为“犹大”被解释为“称认告白”。因此使徒说得极为合理:“那‘不可奸淫,不可偷盗,不可贪婪’,若有别的什么诫命,都总括在这句话之内:‘要爱邻如己’”。因为绝不可像那些从事异端之人所行的那样,奸淫背叛真理,也不可偷盗教会的准则,放纵私欲与虚荣以欺瞒邻人;相反,正当的做法是,至深地爱邻人,教导他们坚守真理本身。确实,经上明明白白地说:“在万民中传扬他的作为”,免得预先听闻的人受审判,反倒得以归回。而凡是“以舌头弄诡诈”的人,他们的刑罚都已被载于经卷。

语法注3 条
  1. 7.16.104ἡμῖν

    用作判断者与格(或关涉与格),意为“在我们看来”或“对我们而言”。置于主语 Ὁ γνωστικὸς 旁,表明这是从秉持教会正统信仰的作者立场出发对真正诺斯替所作出的界定。

  2. 7.16.104ἀνευρίσκειν ἀναπεμπόμενος ὑπὸ τοῦ κυρίου

    被动语态分词 ἀναπεμπόμενος(“被引导/被指引”)与表示目的或结果的不定词 ἀνευρίσκειν(“发现/寻得”)连用。体现了主语受主的指引回到律法与先知书中,从而寻得论证(ἀποδείξεις)的结构。

  3. 7.16.105οὕς παντὸς μᾶλλον ἀγαπῶντας τῆς ἀληθείας αὐτῆς ἀντέχεσθαι διδάσκειν προσήκει

    非人称动词 προσήκει(“理当/应当”)的主语是不定词 διδάσκειν,而主动现在分词 ἀγαπῶντας 作宾格,与 διδάσκειν 的逻辑主语(未明指的“我们”)保持一致。关系代词 οὕς 以先行词“邻人”(τῶν πλησίον)为所指,充当 διδάσκειν 的直接宾语(“正当的做法是,[我们]至深地爱他们,教导他们坚守真理本身”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.16.104-7.16.105