- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.16.97-7.16.99
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
克莱门特批评异端领袖在遭到驳斥时宁可舍弃自身教义的连贯性或圣书本身,只为维持派系私利而排斥先知预言,并将他们的自负盲目比作浑水与空涩的野杏,同时提出了治疗傲慢的三重方法。
οὕτω γὰρ κατὰ πάσας ἔστιν ἰδεῖν τὰς αἱρέσεις. ἐπιόντας1 αὐτῶν τὰς μοχθηρίας τῶν δογμάτων. ἐπειδὰν γὰρ ἀνατρέπωνται πρὸς ἡμῶν δεικνύντων αὐτοὺς σαφῶς ἐναντιουμένους ταῖς γραφαῖς, δυοῖν θάτερον ὑπὸ τῶν προεστώτων τοῦ δόγματος ἔστι θεάσασθαι γινόμενον· ἢ γὰρ τῆς ἀκολουθίας τῶν σφετέρων δογμάτων ἢ τῆς προφητείας αὐτῆς, μᾶλλον δὲ τῆς ἑαυτῶν ἐλπίδος καταφρονοῦσιν, αἱροῦνται δὲ ἑκάστοτε τὸ δόξαν αὐτοῖς ὑπάρχειν ἐναργέστερον ἢ τὸ πρὸς τοῦ κυρίου διὰ τῶν προφητῶν εἰρημένον καὶ ὑπὸ τοῦ εὐαγγελίου, προσέτι δὲ καὶ τῶν ἀποστόλων, συμμαρτυρούμενόν τε καὶ βεβαιούμενον. ὁρῶντες οὖν τὸν κίνδυνον αὐτοῖς οὐ περὶ ἑνὸς δόγματος, ἀλλὰ περὶ τοῦ τὰς αἱρέσεις διατηρεῖν. οὐ τὴν ἀλήθειαν ἐξευρίσκειν (τοῖς μὲν γὰρ ἐν μέσῳ καὶ προχείροις ἐντυχόντες παρ᾿ ἡμῖν ὡς εὐτελῶν κατεφρόνησαν). ὑπερβῆναι δὲ σπουδάσαντες τὸ κοινὸν τῆς πίστεως, ἐξέβησαν τὴν ἀλήθειαν. μὴ γὰρ μαθόντες τὰ τῆς γνώσεως τῆς ἐκκλησιαστικῆς μυστήρια μηδὲ χωρήσαντες τὸ μεγαλεῖον τῆς ἀληθείας, μέχρι τοῦ βάθους τῶν πραγμάτων κατελθεῖν ἀπορρᾳθυμήσαντες, ἐξ ἐπιπολῆς ἀναγνόντες παρεπέμψαντο τὰς γραφάς.
事实上,在所有异端当中,若审视其教义的邪恶,便能看到此种情形。因为每当我们向他们指出其公然违背圣书而驳倒他们时,便可看到该宗派领袖身上出现两种情形之一:他们要么轻视自身教义的连贯性,要么轻视先知预言本身,或者毋宁说轻视他们自己的盼望,并且他们每次都宁愿选择自以为更显明之物,而不愿选择主藉先知所言、并由福音以及使徒们共同见证与确证之物。因此,他们看到自身面临的危险并非关乎某单一教条,而是关乎维持其异端派别,而非探寻真理(因为他们遇到我们当中公开且手头现成的事物时,便视之为鄙陋而予以蔑视),由于极力想要跨越信仰的共通基础,他们遂偏离了真理。因为他们既未曾领悟教会知识的奥秘,亦未容纳真理的崇高,因懒惰而怠于探入事物的深处,只是浮光掠影地阅读,便将圣书弃之一旁。
ὑπὸ δοξοσοφίας τοίνυν ἐπηρμένοι ἐρίζοντες διατελοῦσι, δῆλοι γεγονότες ὡς τοῦ δοκεῖν μᾶλλον ἤπερ τοῦ φιλοσοφεῖν προνοοῦνται. αὐτίκα οὐκ ἀναγκαίας ἀρχὰς πραγμάτων καταβαλλόμενοι δόξαις τε ἀνθρωπίναις κεκινημένοι. ἔπειτα ἀναγκαίως τέλος ἀκολουθοῦν αὑτοῖς ἐκποριζόμενοι, διαπληκτίζονται διὰ τοὺς ἐλέγχους πρὸς τοὺς τὴν ἀληθῆ φιλοσοφίαν μεταχειριζομένους, καὶ πάντα μᾶλλον ὑπομένουσι καὶ πάντα. φασί, κάλον κινοῦσι.2 κἂν ἀσεβεῖν διὰ τὸ ἀπιστεῖν ταῖς γραφαῖς μέλλωσιν, ἤπερ μετατίθενται. ὑπὸ φιλοτιμίας τῆς αἱρέσεως καὶ τῆς πολυθρυλήτου κατὰ τὰς ἐκκλησίας αὐτῶν πρωτοκαθεδρίας, δι᾿ ἣν κἀκείνην τὴν συμποτικὴν [διὰ] τῆς ψευδωνύμου ἀγάπης πρωτοκλισίαν ἀσπάζονται, ἡ παρ᾿ ἡμῖν δὲ τῆς ἀληθείας ἐπίγνωσις ἐκ τῶν ἤδη πιστῶν τοῖς οὔπω πιστοῖς ἐκπορίζεται τὴν πίστιν, ἥτις οὐσία ὡς εἰπεῖν ἀποδείξεως καθίσταται, ἀλλ᾿, ὡς ἔοικεν, πᾶσα αἵρεσις ἀρχὴν3 ὦτα ἀκούοντα οὐκ ἔχει τὸ σύμφορον. μόνον δὲ τοῖς πρὸς ἡδονὴν ἀνεῳγότα. ἐπεὶ κἂν ἰάθη τις αὐτῶν, εἰ πείθεσθαι τῇ ἀληθείᾳ μόνον ἠβουλήθη. τριττὴ δὲ θεραπεία οἰήσεως. καθάπερ καὶ παντὸς πάθους, μάθησίς τε τοῦ αἰτίου καὶ τοῦ πῶς ἂν ἐξαιρεθείη τοῦτο, καὶ τρίτον ἡ ἄσκησις τῆς ψυχῆς καὶ ὁ ἐθισμὸς πρὸς τὸ τοῖς κριθεῖσιν ὀρθῶς ἔχειν ἀκολουθεῖν δύνασθαι.
因此,他们因自以为是的智慧而膨胀,持续争竞,显出他们所顾虑的乃是徒有其表而非探求真理。他们当下奠定非必然的事物始基,受人的意见所驱动,继而为自己罗致由此必然衍生的结局,因着那些驳斥而与践行真正哲学之人激烈争辩;出于派系的虚荣以及在他们集会中臭名昭著的首位之争——因着这首位,他们甚至贪恋那假冒之爱的筵席上的首席——他们宁可忍受一切,正如俗话所说“拉动每根绳索(穷尽一切手段)”,哪怕因不信圣书而陷入不敬虔,也绝不改弦更张。与此相反,我们这里对真理的完满认识,乃是从已可信之事为尚未可信之事带来信心,这信心可以说构成了论证的实质。然而看来,任何异端从一开始便没有倾听有益之事的耳朵,而仅向顺悦之事敞开。因为若有人只愿顺从真理,他们中的任何人都本可以得医治。但傲慢的医治正如一切激情的医治一样,分为三重:认识原因,认识如何将其根除,第三则是心灵的操练与习惯化,以使之能够遵循被判定为正确的事物。
ὡς γὰρ ὀφθαλμὸς τεταραγμένος, οὕτως καὶ ἡ ψυχὴ τοῖς παρὰ φύσιν θολωθεῖσα δόγμασιν οὐχ οἵα τε τὸ φῶς τῆς ἀληθείας διιδεῖν ἀκριβῶς. ἀλλὰ καὶ τὰ ἐν ποσὶ παρορᾷ. ἐν οὖν θολερῷ ὕδατι καὶ τὰς ἐγχέλεις ἁλίσκεσθαί φασιν ἀποτυφλουμένας. καὶ καθάπερ τὰ πονηρὰ παιδία τὸν παιδαγωγὸν ἀποκλείει. οὕτως οὗτοι τὰς προφητείας εἴργουσιν ἑαυτῶν τῆς ἐκκλησίας, ὑφορώμενοι δι᾿ ἔλεγχον καὶ νουθεσίαν. ἀμέλει πάμπολλα συγκαττύουσι ψεύσματα καὶ πλάσματα. ἵνα δὴ εὐλόγως δόξωσι μὴ προσίεσθαι τὰς γραφάς. ταύτῃ οὖν οὐκ εὐσεβεῖς, δυσαρεστούμενοι ταῖς θείαις ἐντολαῖς, τουτέστι τῷ ἁγίῳ πνεύματι. ὥσπερ δὲ αἱ ἀμυγδάλαι κεναὶ λέγονται οὐκ ἐν αἷς μηδέν ἐστιν. ἀλλ᾿ ἐν αἷς ἄχρηστον τὸ ἐνόν. οὕτως τοὺς αἱρετικοὺς [τοὺς] κενοὺς τῶν τοῦ θεοῦ βουλημάτων καὶ τῶν τοῦ Χριστοῦ παραδόσεων εἶναί φαμεν. πικριζόντων ὡς ἀληθῶς κατὰ τὴν ἀγρίαν ἀμυγδάλην ἐξάρχοντας δογμάτων. πλὴν ὅσα δι᾿ ἐνάργειαν τῶν ἀληθῶν ἀποθέσθαι καὶ ἀποκρύψαι οὐκ ἴσχυσαν.
因为正如受扰动的眼睛一样,被违反本性的教条所浑浊的心灵亦无法清晰透视真理之光,甚至会忽略眼前的事物。据说在浑浊之水中,鳗鱼亦会因目盲而被捕获。正如恶童将蒙童师拒之门外,这些人亦将先知预言从自己的教会中摒除,因着驳斥与告诫而心怀猜忌。诚然,他们拼凑了极多的谎言与虚构,以便显出不接纳圣书是合情合理的。因此在这一方面他们并不虔敬,对神圣的诫命、即对圣灵心怀怨怼。正如杏仁被称为“空的”,并非指其中空无一物,而是指其中之物毫无用处,我们亦同样称异端分子对于上帝的旨意与基督的传承乃是空虚的;除了因真理的显明而无法弃绝和隐藏的部分之外,他们确实是如野杏一般苦涩之教条的倡始者。
- 7.16.97ἐπιόντας
充当不定式 ἰδεῖν 逻辑主语的宾格分词(泛指一般人或“我们”),构成“对于审视……的人而言,能够看到……”的结构。
- 7.16.98πάντα ... κάλον κινοῦσι
源自航海用语(“拉动每根绳索”)的习语,意为“竭尽全力”或“使出一切浑身解数”。插入的 φασί 表明这是一句俗谚。
- 7.16.98ἀρχὴν
与否定词 οὐκ 连用,作副词性宾格,意为“根本(不)”、“从一开始就(不)”。
