- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.16.95-7.16.96
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论证离开教会传统而堕入异端者沦为野兽,唯有回归作为终极始基的主与圣书方能成神,并严厉批驳了异端断章取义、歪曲圣书以固执谬误的行径。
Καθάπερ οὖν εἴ τις ἐξ ἀνθρώπου θηρίον γένοιτο παραπλησίως τοῖς ὑπὸ τῆς Κίρκης φαρμαχθεῖσιν· οὕτως τὸ ἄνθρωπος εἶναι τοῦ θεοῦ καὶ πιστὸς τῷ κυρίῳ διαμένειν ἀπολώλεκεν1 ὁ ἀναλακτίσας τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ ἀποσκιρτήσας εἰς δόξας αἱρέσεων ἀνθρωπίνων. ὁ δὲ ἐκ τῆσδε τῆς ἀπάτης παλινδρομήσας, κατακούσας τῶν γραφῶν καὶ τὸν ἑαυτοῦ βίον ἐπιτρέψας τῇ ἀληθείᾳ. οἷον ἐξ ἀνθρώπου θεὸς ἀποτελεῖται. ἔχομεν γὰρ τὴν ἀρχὴν τῆς διδασκαλίας. τὸν κύριον διά τε τῶν προφητῶν διά τε τοῦ εὐαγγελίου καὶ διὰ τῶν μακαρίων ἀποστόλων »πολυτρόπως καὶ πολυμερῶς« ἐξ ἀρχῆς εἰς τέλος ἡγούμενον τῆς γνώσεως. τὴν ἀρχὴν δ᾿ εἴ τις ἑτέρου δεῖσθαι ὑπολάβοι, οὐκέτ᾿ ἂν ὄντως ἀρχὴ φυλαχθείη. ὁ μὲν οὖν ἐξ ἑαυτοῦ πιστὸς τῇ κυριακῇ γραφῇ τε καὶ φωνῇ ἀξιόπιστος εἰκότως2 ὡς ἂν διὰ τοῦ κυρίου πρὸς τὴν τῶν ἀνθρώπων εὐεργεσίαν ἐνεργουμένῃ· ἀμέλει πρὸς τὴν τῶν πραγμάτων εὕρεσιν αὐτῇ χρώμεθα κριτηρίῳ· τὸ κρινόμενον δὲ πᾶν ἔτι ἄπιστον πρὶν κριθῆναι. ὥστ᾿ οὐδ᾿ ἀρχὴ τὸ κρίσεως δεόμενον. εἰκότως τοίνυν πίστει περιλαβόντες ἀναπόδεικτον τὴν ἀρχήν, ἐκ περιουσίας καὶ τὰς ἀποδείξεις παρ᾿ αὐτῆς τῆς ἀρχῆς περὶ τῆς ἀρχῆς λαβόντες, φωνῇ κυρίου παιδευόμεθα πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας. οὐ γὰρ ἁπλῶς ἀποφαινομένοις ἀνθρώποις προσέχοιμεν ἄν, οἷς καὶ ἀνταποφαίνεσθαι ἐπ᾿ ἴσης ἔξεστιν. εἰ δ᾿ οὐκ ἀρκεῖ μόνον ἁπλῶς εἰπεῖν τὸ δόξαν, ἀλλὰ πιστώσασθαι δεῖ τὸ λεχθέν, οὐ τὴν ἐξ ἀνθρώπων ἀναμένομεν μαρτυρίαν. ἀλλὰ τῇ τοῦ κυρίου φωνῇ πιστούμεθα τὸ ζητούμενον, ἣ πασῶν ἀποδείξεων ἐχεγγυωτέρα. μᾶλλον δὲ ἣ μόνη ἀπόδειξις οὖσα τυγχάνει· καθ᾿ ἣν ἐπιστήμην οἱ μὲν ἀπογευσάμενοι μόνον τῶν γραφῶν πιστοί, οἱ δὲ καὶ προσωτέρω χωρήσαντες ἀκριβεῖς γνώμονες τῆς ἀληθείας ὑπάρχουσιν. οἱ γνωστικοί, ἐπεὶ κἀν τοῖς κατὰ τὸν βίον ἔχουσί τι πλέον οἱ τεχνῖται τῶν ἰδιωτῶν καὶ παρὰ τὰς κοινὰς ἐννοίας ἐκτυποῦσι τὸ βέλτιον.
因此,正如若有人由人蜕化为兽,好似那些被喀耳刻下药之徒一样,凡踢开教会传统、纵身跃入人类异端诸般意见之人,便丧失了作为属上帝之人并对主保持忠信的地位。然而,凡从这一骗局中折返、顺从听取圣书并将自身生命托付于真理之人,便宛如由人被造就为神。因为我们拥有主作为教导的始基,主通过诸先知、通过福音、并通过福乐的使徒们,“以多种方式并在许多部分中”,自始至终引领着知识。若有人假定这始基还需要他物,它便不再能真正保持为始基。是以,自自身而言便具可信者,通过因着主为人类益处而发生效力的主之圣书与声音,理所当然是无可置疑的;诚然,我们在探寻事物时正将它用作准则。然而,凡受评判者在受评判之前仍不可信,故而需要评判者甚至连始基都算不上。由此可见,我们凭信心把握了无可论证的始基,并充沛地从这始基本身获得了关于始基的论证,藉着主的声音受教导而迈向对真理的完满认识。因为我们绝不会注意那些仅作断言的人,对他们而言,人们同样可以作出相反的断言。如果仅仅表明所见尚不足够,而必须确证所言之事,我们并不等待来自人的见证,而是依凭主的声音来确证所探求之事,这声音比一切论证都更具保证,或者说它恰恰是唯一的论证。依据这种学识,仅浅尝圣书者是信徒,而更进一步者则是真理的严谨判定者,即真知者;因为在世事生活之中,匠人亦比外行人拥有更多所长,并在共通概念之上塑造出更优之物。
οὕτως οὖν καὶ ἡμεῖς, ἀπ᾿ αὐτῶν περὶ αὐτῶν τῶν γραφῶν τελείως ἀποδεικνύντες, ἐκ πίστεως πειθόμεθα ἀποδεικτικῶς, κἂν τολμήσωσι προφητικαῖς χρήσασθαι γραφαῖς καὶ οἱ τὰς αἱρέσεις μετιόντες, πρῶτον μὲν οὐ πάσαις, ἔπειτα οὐ τελείαις, οὐδὲ ὡς τὸ σῶμα καὶ τὸ ὕφος τῆς προφητείας ὑπαγορεύει, ἀλλ᾿ ἐκλεγόμενοι τὰ ἀμφιβόλως εἰρημένα εἰς τὰς ἰδίας μετάγουσι δόξας, ὀλίγας σποράδην ἀπανθιζόμενοι φωνάς, οὐ τὸ σημαινόμενον ἀπ᾿ αὐτῶν σκοποῦντες, ἀλλ᾿ αὐτῇ ψιλῇ ἀποχρώμενοι τῇ λέξει. σχεδὸν γὰρ ἐν πᾶσιν οἷς προσφέρονται ῥητοῖς εὕροις ἂν αὐτοὺς ὡς τοῖς ὀνόμασι μόνοις προσανέχουσι, τὰ σημαινόμενα ὑπαλλάττοντες, οὔθ᾿ ὡς λέγονται γινώσκοντες οὔθ᾿ ὡς ἔχειν πεφύκασι χρώμενοι αἷς καὶ δὴ κομίζουσιν ἐκλογαῖς. ἡ ἀλήθεια δὲ οὐκ ἐν τῷ μετατιθέναι τὰ σημαινόμενα εὑρίσκεται (οὕτω μὲν γὰρ ἀνατρέψουσι πᾶσαν ἀληθῆ διδασκαλίαν), ἀλλ᾿ ἐν τῷ διασκέψασθαι τί τῷ κυρίῳ καὶ τῷ παντοκράτορι θεῷ τελέως οἰκεῖόν τε καὶ πρέπον. κἀν τῷ βεβαιοῦν ἕκαστον τῶν ἀποδεικνυμένων κατὰ τὰς γραφὰς ἐξ αὐτῶν πάλιν τῶν ὁμοίων γραφῶν. οὔτ᾿ οὖν ἐπιστρέφειν ἐπὶ τὴν ἀλήθειαν ἐθέλουσιν, αἰδούμενοι καταθέσθαι τὸ τῆς φιλαυτίας πλεονέκτημα, οὔτ᾿ ἔχουσιν ὅπως διαθῶνται τὰς αὑτῶν δόξας, βιαζόμενοι τὰς γραφάς. φθάσαντες δὲ ἐξενεγκεῖν εἰς τοὺς ἀνθρώπους δόγματα ψευδῆ. σχεδὸν ἁπάσαις ταῖς γραφαῖς ἐναργῶς μαχόμενοι καὶ ἀεὶ ὑφ᾿ ἡμῶν τῶν ἀντιλεγόντων αὐτοῖς ἐλεγχόμενοι. τὸ λοιπὸν ἔτι καὶ νῦν ὑπομένουσι τὰ μὲν μὴ προσίεσθαι τῶν προφητικῶν, τὰ δὲ ἡμᾶς αὐτοὺς ὡς ἄλλης γεγονότας φύσεως μὴ οἵους τε εἶναι συνεῖναι τὰ οἰκεῖα ἐκείνοις διαβάλλουσιν,3 ἐνίοτε δὲ καὶ τὰ ἑαυτῶν διελεγχόμενοι ἀρνοῦνται δόγματα, ἄντικρυς ὁμολογεῖν αἰδούμενοι ἃ κατ᾿ ἰδίαν αὐχοῦσι διδάσκοντες [οὕτως].
因此,我们亦同样完全从圣书自身出发、关于圣书自身进行论证,基于信心而获得论证性的确信。纵使追随异端者也胆敢使用先知性的圣书,他们首先并非使用全部圣书,其次并非使用完整的圣书,亦非遵照预言的整体构造与文脉行事;相反,他们挑选措辞暧昧之处引向自身私意,零星采撷少量字句,不考察其所指涵义,反而妄用单纯字面本身。实际上,在他们提出的几乎所有经文中,你都会发现他们仅执迷于字面名目,偷换内涵,既不知其如何被言说,亦未依其本性运用他们实际引用的选段。然而,真理不在于更动内涵(因为如此一来他们将颠覆一切真实的教导),而在于审察何者对主与全能的上帝而言是完全相宜且相称的,并在于重新依据同类的圣书本身,来确证依照圣书所论证的每一事项。因此,他们既不愿归向真理——因羞于放下自私自爱的优越感,又在强解圣书的同时不知如何整饬自身的见解。他们抢先向世人兜售虚妄教条,公然与几乎全部圣书抗衡,并始终被与他们辩驳的我们所驳斥;自此他们至今仍敢于不接纳部分先知之语,又诬蔑我们乃是另类本性所生、无法理解属于他们的奥义,有时他们在被彻底驳倒时甚至否认自身的教条,羞于公开承认自己私下吹嘘教授的那些教条。
- 7.16.95τὸ ἄνθρωπος εἶναι τοῦ θεοῦ καὶ πιστὸς τῷ κυρίῳ διαμένειν ἀπολώλεκεν
带冠词不定式短语(τὸ ... εἶναι καὶ ... διαμένειν)作动词 ἀπολώλεκεν 的直接宾语。不定式的表语补足语 ἄνθρωπος 与 πιστός 采用主格而非宾格,因为不定式的逻辑主语与主句主语(ὁ ἀναλακτίσας ...)一致。
- 7.16.95ὁ μὲν οὖν ἐξ ἑαυτοῦ πιστὸς τῇ κυριακῇ γραφῇ τε καὶ φωνῇ ἀξιόπιστος εἰκότως
ὁ ἐξ ἑαυτοῦ πιστός 被实质化理解为指代前文所述的无可论证的“始基”(ἀρχή)即主本身(“自本身而言具可信者”),搭配表语形容词 ἀξιόπιστος。与格短语 τῇ κυριακῇ γραφῇ τε καὶ φωνῇ 作为手段或依据与格依附于 ἀξιόπιστος。虽语法上亦可将 ὁ πιστός 理解为人(“凭自己相信之人……”),但结合关于始基自足性及下文“受评判者非始基”的逻辑脉络,指代始基更为连贯。
- 7.16.96τὰ μὲν μὴ προσίεσθαι τῶν προφητικῶν, τὰ δὲ ἡμᾶς αὐτοὺς ὡς ἄλλης γεγονότας φύσεως μὴ οἵους τε εἶναι συνεῖναι τὰ οἰκεῖα ἐκείνοις διαβάλλουσιν
在对比关联结构 τὰ μέν ... τὰ δέ 中出现了破格句(anacoluthon)。前半部分 τὰ μὲν μὴ προσίεσθαι 是作动词 ὑπομένουσι 宾语的不定式短语,但后半部分 τὰ δέ 则中断了平行不定式结构,引入了限定动词 διαβάλλουσιν,并统领一个“宾格加不定式”结构(ἡμᾶς αὐτοὺς ... μὴ οἵους τε εἶναι)。
