- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.16.100-7.16.101
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了坚守逻各斯所定职分的义务,分析了灵魂的三种状态(无知、自负、知识)与罪恶的两个根源(无知与软弱),并阐明顺服主及圣书将使真正的诺斯替臻于神圣的纯全境界。
Καθάπερ τοίνυν ἐν πολέμῳ οὐ λειπτέον τὴν τάξιν ἣν ὁ στρατηγὸς ἔταξεν τῷ στρατιώτῃ. οὕτως οὐδὲ ἣν ἔδωκεν ὁ λόγος, ὃν ἄρχοντα εἰλήφαμεν γνώσεώς τε καὶ βίου, λειπτέον τάξιν. οἱ πολλοὶ δὲ οὐδὲ τοῦτο ἐξητάκασιν, εἰ ἔστι τινὶ ἀκολουθητέον καὶ τίνι τούτῳ καὶ ὅπως. οἷος γὰρ ὁ λόγος, τοιόσδε καὶ ὁ βίος εἶναι τῷ πιστῷ προσήκει. ὡς »ἕπεσθαι« δύνασθαι »τῷ θεῷ«, ἐξ ἀρχῆς τὰ πάντα »εὐθεῖαν περαίνοντι«. ἐπὰν δὲ παραβῇ τις τὸν λόγον καὶ διὰ τούτου τὸν θεόν, εἰ μὲν διὰ τὸ αἰφνίδιον προσπεσεῖν τινα φαντασίαν ἠσθένησεν, προχείρους [τοὺς] τὰς φαντασίας τὰς λογικὰς ποιητέον· εἰ δὲ τῷ ἔθει τῷ προκατεσχηκότι ἡττηθεὶς γέγονεν (ᾗ φησιν ἡ γραφή) »χυδαῖος«, ἀποπαυστέον τὸ ἔθος εἰς τὸ παντελὲς καὶ πρὸς τὸ ἀντιλέγειν αὐτῷ τὴν ψυχὴν γυμναστέον· εἰ δὲ καὶ μαχόμενα δόγματα ἐφέλκεσθαί τινας δοκεῖ, ὑπεξαιρετέον ταῦτα καὶ πρὸς τοὺς »εἰρηνοποιοὺς« τῶν [τῶν] δογμάτων πορευτέον, οἳ κατεπᾴδουσι ταῖς θείαις γραφαῖς τοὺς ψοφοδεεῖς τῶν ἀπείρων, τὴν ἀλήθειαν διὰ τῆς ἀκολουθίας τῶν διαθηκῶν σαφηνίζοντες. ἀλλ᾿, ὡς ἔοικεν, ῥέπομεν ἐπὶ τὰ ἔνδοξα μᾶλλον, κἂν ἐναντία τυγχάνῃ. ἤπερ ἐπὶ τὴν ἀλήθειαν· αὐστηρὰ γάρ ἐστι καὶ σεμνή. Καὶ δὴ τριῶν οὐσῶν διαθέσεων τῆς ψυχῆς, ἀγνοίας, οἰήσεως, ἐπιστήμης, οἳ μὲν ἐν τῇ ἀγνοίᾳ τὰ ἔθνη, οἳ δὲ ἐν τῇ ἐπιστήμῃ ἡ ἐκκλησία ἡ ἀληθής, οἳ δὲ ἐν οἰήσει οἱ κατὰ τὰς αἱρέσεις.1
因此,正如在战争中不可弃守将领给士兵指定的岗位,同样,也不可弃守逻各斯所赋予的岗位——我们已奉他为知识与生活的统治者。然而众人甚至未曾查考过:是否应当跟从某人,这人是谁,以及如何跟从。因为信徒的生活应当正如逻各斯一样,以便能够“跟从上帝”——他自起初便“沿直线成就”万事。但若有人违背了逻各斯,并藉此违背了上帝,如果他一方面是因某种突如其来的表象袭击而变得软弱,就应当将合乎理性的表象准备妥当;如果他另一方面是被先在的习俗所击败,成了(如圣书所说的)“粗俗之人”,就应当彻底断绝这一习俗,并操练心灵去反抗它;如果彼此冲突的教条似乎也吸引了一些人,就应当清除这些教条,走向那些教条的“促成和平者”,他们藉着神圣的圣书平复那些缺乏经验且畏惧噪音之人的惊恐,通过两约的连贯性阐明真理。然而看来,我们宁愿偏向那些有名望的意见(哪怕它们恰巧相反),也不愿偏向真理;因为真理是严谨而庄严的。 确实,心灵有三种性向:无知、自负与确切知识。处于无知之中的是外邦人,处于确切知识之中的是真正的教会,而处于自负之中的则是各异端分子。
οὐδὲν γοῦν σαφέστερον ἰδεῖν ἔστι τοὺς ἐπισταμένους περὶ ὧν ἴσασι διαβεβαιουμένους ἢ τοὺς οἰομένους [καὶ] περὶ ὧν οἴονται, ὅσον γε ἐπὶ τῷ διαβεβαιοῦσθαι ἄνευ τῆς ἀποδείξεως.2 καταφρονοῦσι γοῦν ἀλλήλων καὶ καταγελῶσιν. καὶ συμβαίνει τὸν αὐτὸν νοῦν παρ᾿ οἷς μὲν ἐντιμότατον εἶναι, παρ᾿ οἷς δὲ παρανοίας ἡλωκέναι. καίτοι μεμαθήκαμεν ἄλλο μέν τι εἶναι ἡδονήν, ἣν [ἐν] τοῖς ἔθνεσιν ἀπονεμητέον, ἄλλο δέ τι ἔριν, ἣν [ἐν] ταῖς αἱρέσεσι προσκριτέον, ἄλλο χαράν, ἣν τῇ ἐκκλησίᾳ προσοικειωτέον, ἄλλο δὲ εὐφροσύνην, ἣν τῷ κατὰ ἀλήθειαν ἀποδοτέον γνωστικῷ. ὡς δὲ ἐὰν πρόσσχῃ τις Ἰσχομάχῳ, γεωργὸν αὐτὸν ποιήσει, καὶ Λάμπιδι ναύκληρον, καὶ Χαριδήμῳ στρατηγόν, καὶ Σίμωνι ἱππικόν, καὶ Πέρδικι κάπηλον, καὶ Κρωβύλῳ ὀψοποιόν, καὶ Ἀρχελάῳ ὀρχηστήν, καὶ Ὁμήρῳ ποιητήν, καὶ Πύρρωνι ἐριστικόν, καὶ Δημοσθένει ῥήτορα, καὶ Χρυσίππῳ διαλεκτικόν, καὶ Ἀριστοτέλει φυσικόν. καὶ φιλόσοφον Πλάτωνι, οὕτως ὁ τῷ κυρίῳ πειθόμενος καὶ τῇ δοθείσῃ δι᾿ αὐτοῦ κατακολουθήσας προφητείᾳ τελέως ἐκτελεῖται κατ᾿ εἰκόνα τοῦ διδασκάλου ἐν σαρκὶ περιπολῶν θεός. ἀποπίπτουσιν ἄρα τοῦδε τοῦ ὕψους οἱ μὴ ἑπόμενοι θεῷ ᾗ ἂν ἡγῆται, ἡγεῖται δὲ κατὰ τὰς »θεοπνεύστους γραφάς«. μυρίων γοῦν ὄντων κατ᾿ ἀριθμὸν ἃ πράσσουσιν ἄνθρωποι, σχεδὸν δύο εἰσὶν ἀρχαὶ πάσης ἁμαρτίας, ἄγνοια καὶ ἀσθένεια (ἄμφω δὲ ἐφ᾿ ἡμῖν, τῶν μήτε ἐθελόντων μανθάνειν μήτε αὖ τῆς ἐπιθυμίας κρατεῖν),3 τούτων δὲ δι᾿ ἣν μὲν οὐ καλῶς. κρίνουσι, δι᾿ ἣν δὲ οὐκ ἰσχύουσι τοῖς ὀρθῶς κριθεῖσιν ἀκολουθεῖν· οὔτε γὰρ ἀπατηθείς τις τὴν γνώμην δύναιτ᾿ ἂν εὖ πράττειν, κἂν πάνυ δυνατὸς ᾖ τὰ γνωσθέντα ποιεῖν, οὔτε καὶ κρίνειν τὸ δέον ἰσχύων ἄμεμπτον ἑαυτὸν παράσχοιτ᾿ ἂν ἐν τοῖς ἔργοις ἐξασθενῶν.
无论如何,单就在缺乏论证而下断言这一点而言,明察事理者对自己所知之事的肯定,丝毫不比自负者对自己所臆想之事的肯定显明多少。他们确实彼此轻视并互相嘲笑;并且往往出现这样的情形:同一个观念在某些人看来至为崇高,而在另一些人看来则被判为疯狂。然而我们已经领悟到:快乐是一回事,应当归于外邦人;纷争是另一回事,应当划归异端;喜乐是另一回事,应当归属教会;而喜悦则是另一回事,应当赋予真正的诺斯替。正如有人若留意于伊斯霍玛库斯,〔伊斯霍玛库斯〕便会使他成为农夫;留意于兰庇斯,则成为船主;留意于卡里德莫斯,则成为将领;留意于西蒙,则成为骑兵;留意于珀耳狄克斯,则成为零售商;留意于克罗比洛斯,则成为名厨;留意于阿耳刻拉奥斯,则成为舞者;留意于荷马,则成为诗人;留意于皮浪,则成为争辩家;留意于德摩斯梯尼,则成为演说家;留意于克律西波斯,则成为辩证家;留意于亚里士多德,则成为自然哲学家;留意于柏拉图,则成为哲学家——照样,顺从主并跟随藉他所赐预言之人,亦完全按照导师的形象得以成全,成为在肉身中行走的上帝。因此,凡不跟从上帝引导之人,便从这一高度跌落,而上帝乃是依循“上帝所默示的圣书”来引导的。诚然,人类所行之事数以万计,但一切罪恶的始基大抵有二:无知与软弱(二者皆在我们的权责之中,皆因我们既不愿学习,又不愿克制欲望);在这两者之中,因着其一,人们不能作出正确的判断;因着其二,人们无力遵行那已被正确判定的事物。因为心思受蒙蔽之人,即便完全有能力去行所认知之事,也不能行得端正;而有能力判定应当遵行之事的人,若在行为上软弱无力,亦无法显出自己是无可指责的。
- 7.16.100οἳ μὲν ἐν τῇ ἀγνοίᾳ τὰ ἔθνη, οἳ δὲ ἐν τῇ ἐπιστήμῃ ἡ ἐκκλησία ἡ ἀληθής, οἳ δὲ ἐν οἰήσει οἱ κατὰ τὰς αἱρέσεις.
此处出现破格句(anacoluthon)或依意合式构词,以阳性复数的对照框架(οἳ μὲν ... οἳ δὲ ... οἳ δὲ)开始,实际补出的主语却在性与数上各异:中性复数(τὰ ἔθνη)、阴性单数(ἡ ἐκκλησία)以及阳性复数(οἱ κατὰ τὰς αἱρέσεις)。句构先设定泛指的人类分类,再置入具体的集合名词。
- 7.16.101οὐδὲν γοῦν σαφέστερον ἰδεῖν ἔστι τοὺς ἐπισταμένους περὶ ὧν ἴσασι διαβεβαιουμένους ἢ τοὺς οἰομένους [καὶ] περὶ ὧν οἴονται, ὅσον γε ἐπὶ τῷ διαβεβαιοῦσθαι ἄνευ τῆς ἀποδείξεως.
比较副词短语 οὐδὲν σαφέστερον 修饰不定词 ἰδεῖν,其后接由 ἢ 连接的两个分词宾格对比结构(τοὺς ἐπισταμένους ... διαβεβαιουμένους 与 τοὺς οἰομένους ...)。限定短语 ὅσον γε ἐπὶ τῷ διαβεβαιοῦσθαι ἄνευ τῆς ἀποδείξεως 标明了比较的范围:仅就“缺乏论证地下断言”这一点而言,真知者的断言在外观坚定性上并不比自负者的臆断更易分辨。
- 7.16.101ἄμφω δὲ ἐφ᾿ ἡμῖν, τῶν μήτε ἐθελόντων μανθάνειν μήτε αὖ τῆς ἐπιθυμίας κρατεῖν
属格分词短语 τῶν μήτε ἐθελόντων... 没有显明的前置词或先行代词,在此充当说明性(同格)属格,用以阐明并在语义上限定 ἐφ᾿ ἡμῖν 中所蕴含的人称代词(即“取决于我们,即取决于我们这些既不愿学习也不愿克制欲望的人”)。
