← 亚历山太的革利免

杂记

§7.16.93-7.16.94

从圣经探求真理与受过训练的真理准则

作者指出追求真理者在从圣经中获得论证之前不应止步,告诫信徒不可退回感官享乐或异端之中。他进而以童贞生育的悖论比喻圣经对真理奥秘的隐藏,论证唯有掌握经受训练的真理准则之人才能真正顺服神圣圣经。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.16.93

Ἀλλ᾿ οἱ πονεῖν ἕτοιμοι ἐπὶ τοῖς καλλίστοις οὐ πρότερον ἀποστήσονται ζητοῦντες τὴν ἀλήθειαν πρὶν ἂν τὴν ἀπόδειξιν ἀπ᾿ αὐτῶν λάβωσι τῶν γραφῶν. ἔστι μὲν οὖν κοινά τινα τῶν ἀνθρώπων κριτήρια καθάπερ τὰ αἰσθητήρια. τὰ δ᾿ ἄλλα τῶν βουληθέντων καὶ ἀσκησάντων τὰ ἀληθῆ.1 τὰ διὰ νοῦ καὶ λογισμοῦ τεχνικὰ λόγων ἀληθῶν τε καὶ ψευδῶν. μέγιστον δὲ τὸ καὶ τὴν οἴησιν ἀποθέσθαι. ἐν μέσῳ καταστάντας2 ἀκριβοῦς ἐπιστήμης καὶ προπετοῦς δοξοσοφίας, καὶ γνῶναι ὅτι ὁ τὴν αἰώνιον ἐλπίζων ἀνάπαυσιν γιγνώσκει καὶ τὴν εἴσοδον αὐτῆς ἐπίπονον οὖσαν καὶ »τεθλιμμένην«. ὁ δὲ ἅπαξ εὐαγγελισθεὶς καὶ »τὸ σωτήριόν« φησιν »ἰδών«, ἐν ᾗ ὥρᾳ ἂν ἐπιγνῷ, μὴ »ἐπιστρεφέσθω εἰς τὰ ὀπίσω καθάπερ ἡ Λὼτ γυνὴ« μηδὲ εἰς τὸν πρότερον βίον τὸν τοῖς αἰσθητοῖς προσανέχοντα, μηδὲ μὴν εἰς τὰς αἱρέσεις παλινδρομείτω· ἐρίζουσι γὰρ ἁμῇ γέ πῃ, τὸν ὄντα μὴ γινώσκουσαι θεόν. »ὁ γὰρ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ«, τὸν ὄντως πατέρα καὶ διδάσκαλον τῆς ἀληθείας, τὸν ἀναγεννῶντα καὶ ἀνακτίζοντα καὶ τιθηνούμενον τὴν ψυχὴν τὴν ἐξειλεγμένην, »οὐκ ἔστι μου ἄξιος«, ἄξιος λέγει τοῦ εἶναι υἱὸς θεοῦ καὶ μαθητὴς θεοῦ ὁμοῦ καὶ φίλος καὶ συγγενής. »οὐδεὶς γὰρ εἰς τὰ ὀπίσω βλέπων καὶ ἐπιβάλλων τὴν χεῖρα αὐτοῦ ἐπ᾿ ἄροτρον εὔθετος τῇ βασιλείᾳ τοῦ θεοῦ.« Ἀλλ᾿. ὡς ἔοικεν. τοῖς πολλοῖς καὶ μέχρι νῦν δοκεῖ ἡ Μαριὰμ λεχὼ εἶναι διὰ τὴν τοῦ παιδίου γέννησιν, οὐκ οὖσα λεχώ (καὶ γὰρ μετὰ τὸ τεκεῖν αὐτὴν μαιωθεῖσάν φασί τινες παρθένον εὑρεθῆναι)·3

然而,那些甘愿为至美之事劳苦的人,绝不会在从圣经本身获得论证之前停止寻求真理。诚然,人有某些共通的准则,正如感觉器官一样;但另有一些准则则属于那些愿意并践行真理之人,即通过理智与推论而形成的、用以辨别真伪言论的专门准则。而最要紧的,是置身于确切知识与轻率自命不凡之间,放下自负,并且认识到:盼望永远安息的人,深知通往安息的门径是艰难而“狭窄的”。凡一次听见福音并“得见”——〔圣经〕说——“救恩”的人,无论何时得以完全认识,都不可“像罗得的妻子那样回头看”,不可重返执迷于感官事物的旧日生活,更不可折返于诸般异端之中;因为它们因不认识那真正存在的上帝而盲目争竞。“因为爱父母过于爱我的”——即过于爱那真正重生、再造并抚育受选灵魂的真正之父与真理之师——“不配作我的”,他说是不配成为上帝的儿子、上帝的门徒,同时也不配成为朋友与至亲。因为“手扶着犁向后看的人,没有一个适合于上帝的国”。 然而,看来直到如今在众人眼里,玛利亚因着生了小孩似乎是个产妇,但她其实并非产妇(因为有人说,她生产之后受产婆查验,被发现仍是童贞女)。

§7.16.94

τοιαῦται δ᾿ ἡμῖν αἱ κυριακαὶ γραφαί, τὴν ἀλήθειαν ἀποτίκτουσαι καὶ μένουσαι παρθένοι μετὰ τῆς ἐπικρύψεως τῶν τῆς ἀληθείας μυστηρίων. »τέτοκεν καὶ οὐ τέτοκεν«, φησὶν ἡ γραφή, ὡς ἂν ἐξ αὑτῆς. οὐκ ἐκ συνδυασμοῦ συλλαβοῦσα. διόπερ τοῖς γνωστικοῖς κεκυήκασιν αἱ γραφαί, αἱ δὲ αἱρέσεις οὐκ ἐκμαθοῦσαι ὡς μὴ κεκυηκυίας παραπέμπονται. πάντων δὲ ἀνθρώπων τὴν αὐτὴν κρίσιν ἐχόντων οἱ μὲν ἀκολουθοῦντες τῷ αἱροῦντι λόγῳ ποιοῦνται τὰς πίστεις, οἱ δὲ ἡδοναῖς σφᾶς αὐτοὺς ἐκδεδωκότες βιάζονται πρὸς τὰς ἐπιθυμίας τὴν γραφήν. δεῖ δ᾿, οἶμαι, τῷ τῆς ἀληθείας ἐραστῇ ψυχικῆς εὐτονίας· σφάλλεσθαι γὰρ ἀνάγκη μέγιστα τοὺς μεγίστοις ἐγχειροῦντας πράγμασιν, ἢν μὴ τὸν κανόνα τῆς ἀληθείας παρ᾿ αὐτῆς λαβόντες ἔχωσι τῆς ἀληθείας. οἱ τοιοῦτοι δέ, ἅτε ἀποπεσόντες τῆς ὀρθῆς ὁδοῦ. κἀν τοῖς πλείστοις τῶν κατὰ μέρος σφάλλονται εἰκότως. διὰ τὸ μὴ ἔχειν ἀληθῶν καὶ ψευδῶν κριτήριον συγγεγυμνασμένον ἀκριβῶς τὰ δέοντα αἱρεῖσθαι.4 εἰ γὰρ ἐκέκτηντο, ταῖς θείαις ἐπείθοντο ἂν γραφαῖς.

主的圣经对我们而言亦是如此:它们诞生了真理,却又因隐藏真理的奥秘而保持童贞。“她生产了,又未曾生产,”圣经如此说,仿佛是从自身受孕,而非由于交合。因此,对于真知者而言,圣经已然受孕;而异端因未曾彻底领会,便将其弃之不顾,视同未曾受孕。所有人固然拥有相同的判断力,但有些人追随具有决定力的理性而确立信念,有些人则因沉溺于享乐而依凭私欲强解圣经。我想,真理的爱慕者需要灵魂的刚健;因为着手于至大之事的人,若非从真理本身领受并持有真理的准则,便必然遭受最惨重的挫败。这类人既然已经偏离了正道,自然在大多数具体细节上也出现谬误,因为他们没有经过严谨训练以准确选择当择之事的真伪准则。因为如果他们拥有这准则,他们就会顺服神圣的圣经。

语法注4 条
  1. 7.16.93τὰ δ᾿ ἄλλα τῶν βουληθέντων καὶ ἀσκησάντων τὰ ἀληθῆ

    在与前文 ἔστι μὲν οὖν κοινά τινα τῶν ἀνθρώπων κριτήρια 的对比中,属格 τῶν βουληθέντων... 作为领属性表语属格修饰主语 τὰ δ᾿ ἄλλα [κριτήρια](意为“属于那些愿意……之人的”)。随后的 τὰ διὰ νοῦ καὶ λογισμοῦ τεχνικά 充当 τὰ ἄλλα 的同位语或谓语性补充,指通过理智与推论建立的专门辨别准则。

  2. 7.16.93ἐν μέσῳ καταστάντας

    该宾格分词用作不定式短语 τὸ καὶ τὴν οἴησιν ἀποθέσθαι ... καὶ γνῶναι 的不定/泛称逻辑主语,表示一般人称(“当人置身于……之中时”),而非指向特定的先行词。

  3. 7.16.93μαιωθεῖσάν φασί τινες παρθένον εὑρεθῆναι

    由 φασί 支配的“宾格加不定式”结构。宾格分词 μαιωθεῖσαν 与 μετὰ τὸ τεκεῖν αὐτήν 中的代词 αὐτήν 一致,充当 εὑρεθῆναι 的逻辑宾格主语,παρθένον 则为其谓语宾格。该分词表时间或情态,意为“在受产婆查验时被发现仍是童贞女”。

  4. 7.16.94συγγεγυμνασμένον ἀκριβῶς τὰ δέοντα αἱρεῖσθαι

    完成时被动分词 συγγεγυμνασμένον 修饰名词 κριτήριον,不定式 αἱρεῖσθαι 则是依附于该分词的能力/限定性不定式(说明性不定式),整句意为“经过充分训练以准确选择当择之事的准则”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.16.93-7.16.94