← 亚历山太的革利免

杂记

§7.15.91-7.15.92

辨明真理与揭露异端虚妄的义务

作者指出诸异端的存在与分歧绝非放弃追求真理的借口,人们反而应当像辨识真假果实或选取王者之道那样,借助理性与圣经论证探明真理,并揭露那些自欺或以诡辩惑人的异端的虚妄。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.15.91

Διὰ δὴ τοῦτο ἄρα πλέονος ἐπιμελείας καὶ προμηθείας δεόμεθα εἰς τὴν ἐξέτασιν τοῦ πῶς ἀκριβῶς βιωτέον καὶ τίς ἡ ὄντως οὖσα θεοσέβεια. δῆλον γὰρ ὅτι δυσκόλου καὶ δυσεργοῦ τῆς ἀληθείας τυγχανούσης διὰ τοῦτο γεγόνασιν αἱ ζητήσεις· ἀφ᾿ ὧν αἱ φίλαυτοι καὶ φιλόδοξοι αἱρέσεις, μὴ μαθόντων μὲν μηδὲ παρειληφότων ἀληθῶς. οἴησιν δὲ γνώσεως εἰληφότων.1 διὰ πλείονος τοίνυν φροντίδος ἐρευνητέον τὴν τῷ ὄντι ἀλήθειαν, ἢ μόνην περὶ τὸν ὄντως ὄντα θεὸν καταγίνεται. πόνῳ δὲ ἕπεται γλυκεῖα εὕρεσίς τε καὶ μνήμη. ἐπαποδυτέον ἄρα τῷ πόνῳ τῆς εὑρέσεως διὰ τὰς αἱρέσεις, ἀλλ᾿ οὐ τέλεον ἀποστατέον. οὐδὲ γὰρ ὀπώρας παρακειμένης, τῆς μὲν ἀληθοῦς καὶ ὡρίμου. τῆς δὲ ἐκ κηροῦ ὡς ὅτι μάλιστα ἐμφεροῦς πεποιημένης. διὰ τὴν ὁμοιότητα ἀμφοῖν ἀφεκτέον, διακριτέον δὲ ὁμοῦ τε τῇ καταληπτικῇ θεωρίᾳ καὶ τῷ κυριωτάτῳ λογισμῷ τὸ ἀληθὲς ἀπὸ τοῦ φαινομένου. καὶ ὥσπερ ὁδοῦ μιᾶς μὲν τῆς βασιλικῆς τυγχανούσης, πολλῶν δὲ καὶ ἄλλων τῶν μὲν ἐπί τινα κρημνόν, τῶν δὲ ἐπὶ ποταμὸν ῥοώδη ἢ θάλασσαν ἀγχιβαθῆ φερουσῶν, οὐκ ἄν τις ὀκνήσαι διὰ τὴν διαφωνίαν ὁδεῦσαι, χρήσαιτο δ᾿ ἂν τῇ ἀκινδύνῳ καὶ βασιλικῇ καὶ λεωφόρῳ, οὕτως ἄλλα ἄλλων περὶ ἀληθείας λεγόντων οὐκ ἀποστατέον, ἐπιμελέστερον δὲ θηρατέον τὴν ἀκριβεστάτην περὶ αὐτῆς γνῶσιν· ἐπεὶ κἀν τοῖς κηπευομένοις λαχάνοις συναναφύονται καὶ πόαι· μή τι οὖν ἀπέχονται οἱ γεωργοὶ τῆς κηπευτικῆς ἐπιμελείας; ἔχοντες οὖν πολλὰς ἐκ φύσεως ἀφορμὰς πρὸς τὸ ἐξετάζειν τὰ λεγόμενα καὶ τῆς ἀληθείας τὴν ἀκολουθίαν ἐξευρίσκειν ὀφείλομεν. διὸ καὶ εἰκότως κρινόμεθα, οἷς δέον πείθεσθαι μὴ συγκατατιθέμενοι, μὴ διαστέλλοντες τὸ μαχόμενον καὶ ἀπρεπὲς καὶ παρὰ φύσιν καὶ ψεῦδος ἀπὸ [τε] τἀληθοῦς καὶ τοῦ ἀκολούθου καὶ τοῦ πρέποντος καὶ τοῦ κατὰ φύσιν, αἷς ἀφορμαῖς καταχρηστέον εἰς ἐπίγνωσιν τῆς ὄντως οὔσης ἀληθείας.

因此,为了审察人应当如何确切地生活,以及何为真正存在的敬虔,我们确实需要更多的留心与预先筹划。因为显而易见,正是由于真理艰深且难以企及,探求才因此而生;自私自利且贪图虚荣的异端亦由此产生,因为他们既未曾真正学习也未曾真正领受,却自以为获得了知识。所以,我们必须倾注更多的心力去探究那真正的真理,唯有它关乎真正存在的上帝。辛劳之后,必伴随着甜美的发现与回忆。因此,因着异端的缘故,人应当投身于发现的辛劳之中,而绝不可全然退缩。正如摆在我们面前的果实,一种是真实而成熟的,另一种则是用蜡制成且极其逼真的,我们断不可因其相似而将二者皆弃之不顾,反倒应当结合把握性的沉思与最首要的理性,将真物从假象中辨别出来。又如只有一条王者之道,而许多其他道路有的通向悬崖,有的通向湍急的河流或深不见底的海洋,没有人会因道路的纷歧而犹豫不行,反倒会取用那没有危险、开阔的王者大道;同样,当不同的人对真理各执一词时,我们也不可离弃真理,而应当更加勤勉地探寻关于它的最确切知识。因为在菜园所培育的蔬菜中,杂草也会一同生长;难道农夫们会因此放弃对菜园的照料吗?因此,我们在本性中既然拥有许多考察所言之事的资粮,也就应当找出真理的连贯性。所以,若我们不对应当相信的事表示赞同,不将矛盾、不合宜、反乎自然与虚假之事,与真实、连贯、合宜及顺乎自然之事区分开来,我们受审判也就是理所当然的;这些由本性赋予的资粮,必须充分运用于对真正存在的真理的全然认识。

§7.15.92

Ματαία τοίνυν τοῖς Ἕλλησιν ἡ πρόφασις αὕτη· τοῖς μὲν γὰρ βουλομένοις ἐξέσται καὶ τὸ εὑρεῖν τὴν ἀλήθειαν, τοῖς δὲ αἰτίας ἀλόγους προβαλλομένοις ἀναπολόγητος ἡ κρίσις. πότερον γὰρ ἀναιροῦσιν ἢ συγκατατίθενται εἶναι ἀπόδειξιν; οἶμαι πάντας ἂν ὁμολογήσειν ἄνευ τῶν τὰς αἰσθήσεις ἀναιρούντων. ἀποδείξεως δ᾿ οὔσης ἀνάγκη συγκαταβαίνειν εἰς τὰς ζητήσεις καὶ δι᾿ αὐτῶν τῶν γραφῶν ἐκμανθάνειν ἀποδεικτικῶς, ὅπως μὲν ἀπεσφάλησαν αἱ αἱρέσεις, ὅπως δὲ ἐν μόνῃ τῇ ἀληθείᾳ καὶ τῇ ἀρχαίᾳ ἐκκλησίᾳ ἥ τε ἀκριβεστάτη γνῶσις καὶ ἡ τῷ ὄντι ἀρίστη αἵρεσις. τῶν δὲ ἀπὸ τῆς ἀληθείας ἐκτρεπομένων οἳ μὲν σφᾶς αὐτοὺς μόνους, οἵ δὲ καὶ τοὺς πέλας ἐξαπατᾶν ἐπιχειροῦσιν. οἳ μὲν οὖν, δοξόσοφοι καλούμενοι, [οἱ] τὴν ἀλήθειαν εὑρηκέναι νομίζοντες, οὐκ ἔχοντες ἀπόδειξιν οὐδεμίαν ἀληθῆ, ἑαυτοὺς οὗτοι ἀπατῶσιν ἀναπεπαῦσθαι νομίζοντες· ὧν πλῆθος οὐκ ὀλίγον τάς τε ζητήσεις ἐκτρεπομένων διὰ τοὺς ἐλέγχους, ἀποφευγόντων δὲ καὶ τὰς διδασκαλίας διὰ τὴν κατάγνωσιν.2 οἳ δέ, τοὺς προσιόντας ἐξαπατῶντες, πανοῦργοι σφόδρα, οἳ καὶ παρακολουθοῦντες αὑτοῖς ὅτι μηδὲν ἐπίστανται, πιθανοῖς ὅμως ἐπιχειρήμασι σκοτίζουσι τὴν ἀλήθειαν. ἑτέρα δ᾿, οἶμαι, τῶν πιθανῶν ἐπιχειρημάτων καὶ ἑτέρα τῶν ἀληθῶν ἡ φύσις. καὶ ὅτι τῶν αἱρέσεων ἀνάγκη τὴν ὀνομασίαν πρὸς ἀντιδιαστολὴν τῆς ἀληθείας λέγεσθαι γινώσκομεν· ἀφ᾿ ἧς τινὰ ἀποσπάσαντες ἐπὶ λύμῃ τῶν ἀνθρώπων οἱ σοφισταί, ταῖς ἐξευρημέναις σφίσιν ἀνθρωπικαῖς τέχναις ἐγκατορύξαντες. αὐχοῦσι προΐστασθαι διατριβῆς μᾶλλον ἢ ἐκκλησίας.

因此,希腊人的这种借口是徒劳的;因为对于愿意寻求的人而言,发现真理是可能的,但对于提出无理借口的人,审判则是无可推诿的。他们究竟是否定论证的存在,还是赞同其存在?我想,除了那些否定感官的人之外,所有人都会赞同。既然论证存在,就必须投身于诸般探求,并通过圣经本身以论证的方式彻底弄明白:异端是如何误入歧途的,以及最确切的知识和真正至善的选择又是如何唯独存在于真理与古老的教会之中。在背离真理的人当中,有些人企图仅欺骗自己,有些人则企图连同邻人一起欺骗。那些被称为自以为是者的人,在没有任何真正论证的情况下自以为找到了真理,误以为自己已经得享安歇,从而自欺欺人;他们当中有相当多的人因惧怕反驳而回避探求,因惧怕定罪而逃避受教。而另一类人,极尽狡黠之能事,欺骗那些前来归向他们的人;他们心中明知自己一无所知,却仍以看似可信的论据遮蔽真理。然而我想,看似可信的论据其本质与真实论据的本质是大不相同的。我们知道,异端这一名称必然是相对于真理而言的;诡辩家们为了戕害人类,从真理中撕扯下一部分,埋葬在他们自己发明的人为技艺中,夸耀自己主持的是学派而非教会。

语法注2 条
  1. 7.15.91ἀφ᾿ ὧν αἱ φίλαυτοι καὶ φιλόδοξοι αἱρέσεις, μὴ μαθόντων μὲν μηδὲ παρειληφότων ἀληθῶς, οἴησιν δὲ γνώσεως εἰληφότων

    属格分词短语 μὴ μαθόντων... εἰληφότων 在语法性与格上并未与前文的主格阴性名词 αἱρέσεις(异端)一致。这是一种依意合性(constructio ad sensum),思维从异端这一抽象团体转向了构成并主导各派别的具体人物(阳性复数),以相当于无显式主词的独立属格结构,补充叙述异端分子未得真传却自命不凡的状态。

  2. 7.15.92ὧν πλῆθος οὐκ ὀλίγον τάς τε ζητήσεις ἐκτρεπομένων διὰ τοὺς ἐλέγχους, ἀποφευγόντων δὲ καὶ τὰς διδασκαλίας διὰ τὴν κατάγνωσιν

    关系代词 ὧν 是表示整体的部分属格,由主语成分 πλῆθος οὐκ ὀλίγον(中性单数)所修饰。原本分词应与 πλῆθος 一致而采用主格中性单数(ἐκτρεπόμενον, ἀποφεῦγον),但在此处受部分属格 ὧν(阳性复数)的吸引,采用了属格复数分词(ἐκτρεπομένων, ἀποφευγόντων),体现了按意义一致(synesis)的统语特征。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.15.91-7.15.92