- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.16.102-7.16.103
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了对应于无知与软弱两类罪过受教导的两种训练(论证性知识与依信仰的实践操练),并指出上帝的惩处是纠正性的益处而非报复。随后,作者抨击了背离圣书与使徒传统、为求虚名和自负而创制异端的懈怠与虚妄。
ἀκολούθως τοίνυν δύο τῷ γένει καὶ παιδεῖαι παραδίδονται πρόσφοροι ἑκατέρᾳ τῶν ἁμαρτιῶν, τῇ μὲν ἡ γνῶσίς τε καὶ ἡ τῆς ἐκ τῶν γραφῶν μαρτυρίας ἐναργὴς ἀπόδειξις, τῇ δὲ ἡ κατὰ λόγον ἄσκησις ἐκ πίστεώς τε καὶ φόβου παιδαγωγουμένη· ἄμφω δ᾿ εἰς τὴν τελείαν ἀγάπην συναύξουσιν. τέλος γὰρ οἶμαι τοῦ γνωστικοῦ τό γε ἐνταῦθα διττόν. ἐφ᾿ ὧν μὲν ἡ θεωρία ἡ ἐπιστημονική, ἐφ᾿ ὧν δὲ ἡ πρᾶξις. Είη μὲν οὖν καὶ τούσδε τοὺς αἱρετικοὺς καταμαθόντας ἐκ τῶνδε τῶν ὑπομνημάτων σωφρονισθῆναί τε καὶ ἐπιστρέψαι1 ἐπὶ τὸν παντοκράτορα θεόν. εἰ δὲ καθάπερ »οἱ κωφοὶ τῶν ὄφεων« τοῦ καινῶς μὲν λεγομένου. ἀρχαιοτάτου δὲ »μὴ ἐπαΐοιεν ᾄσματος«, παιδευθεῖεν γοῦν πρὸς τοῦ θεοῦ. τὰς πρὸ τῆς κρίσεως πατρῴας νουθεσίας ὑπομένοντες, ἔστ᾿ ἂν καταισχυνθέντες μετανοήσωσιν, ἀλλὰ μὴ εἰς τὴν παντελῆ φέροντες ἑαυτοὺς διὰ τῆς ἀπηνοῦς ἀπειθείας ἐμβάλοιεν κρίσιν. γίνονται γὰρ καὶ μερικαί τινες παιδεῖαι. ἃς κολάσεις ὀνομάζουσιν, εἰς ἃς ἡμῶν οἱ πολλοὶ τῶν ἐν παραπτώματι γενομένων ἐκ τοῦ λαοῦ τοῦ κυριακοῦ κατολισθαίνοντες περιπίπτουσιν, ἀλλ᾿ ὡς πρὸς τοῦ διδασκάλου ἢ τοῦ πατρὸς οἱ παῖδες, οὕτως ἡμεῖς πρὸς τῆς προνοίας κολαζόμεθα. θεὸς δὲ οὐ τιμωρεῖται (ἔστι γὰρ ἡ τιμωρία κακοῦ ἀνταπόδοσις), κολάζει μέντοι πρὸς τὸ χρήσιμον καὶ κοινῇ καὶ ἰδίᾳ τοῖς κολαζομένοις. Ταυτὶ μέν, ἀποτρέψαι βουλόμενος τῆς εἰς τὰς αἱρέσεις εὐεμπτωσίας τοὺς φιλομαθοῦντας, παρεθέμην· τοὺς δὲ τῆς ἐπιπολαζούσης εἴτε ἀμαθίας εἴτε ἀβελτερίας εἴτε καχεξίας εἴθ᾿, ὁτιδήποτε χρὴ καλεῖν αὐτήν, ἀποπαῦσαι γλιχόμενος, μεταπεῖσαι δὲ καὶ προσαγαγεῖν τῇ ἀληθείᾳ τούς γε μὴ παντάπασιν ἀνιάτους ἐπιχειρῶν, τοῖσδε συνεχρησάμην τοῖς λόγοις.
因此,相应地,有两类训练被传授下来,分别适合于这两种罪恶:对于前者,是知识与来自圣书见证的清晰论证;对于后者,是由信仰与敬畏所引导的合乎理性的操练。二者共同增长,趋向完全的爱。因为我认为诺斯替在此世的目标是双重的:在某些事上是确切的观照,而在另一些事上是实践。 但愿这些异端分子也能从这些札记中领悟,恢复理智,归向全能的上帝!但若他们如“耳聋之蛇”,对那虽是新近说出却最古老的“歌声不予倾听”,也愿他们至少受上帝的惩戒,在审判之前忍耐父亲般的劝诫,直至心生惭愧而悔改,而不至于因顽梗悖逆而将自己投入彻底的审判之中。因为也存在某些局部的训练,人们称之为惩罚,我们这些属于主的子民中许多陷于过犯之人失足跌入其中;然而正如孩童受导师或父亲惩治那样,我们也受天眷的惩治。上帝并不施行复仇(因为复仇是对恶的报应),但他惩罚,乃是着眼于对受罚者在整体与个体上皆有益处。 我陈明这些事,是渴望劝阻那些好学之人,免得他们轻易跌入异端;又切望使那些人摆脱那盛行的无知、或愚妄、或恶习——无论应当称它为什么——并试图说服并引导那些并非完全不可救药之人归向真理,我便借助了这些言论。
εἰσὶ γὰρ οἳ οὐδὲ ἀνέχονται τὴν ἀρχὴν ἐπακοῦσαι τῶν πρὸς τὴν ἀλήθειαν προτρεπόντων· καὶ δὴ φλυαρεῖν ἐπιχειροῦσι, βλασφήμους τῆς ἀληθείας καταχέοντες λόγους, σφίσιν αὐτοῖς τὰ μέγιστα τῶν ὄντων ἐγνωκέναι συγχωροῦντες, οὐ μαθόντες, οὐ ζητήσαντες, οὐ πονέσαντες, οὐχ εὑρόντες τὴν ἀκολουθίαν· οὓς ἐλεήσειεν ἄν τις ἢ μισήσειεν τῆς τοιαύτης διαστροφῆς. εἰ δέ τις ἰάσιμος τυγχάνει, φέρειν δυνάμενος, ὡς πῦρ ἢ σίδηρον. τῆς ἀληθείας τὴν παρρησίαν ἀποτέμνουσαν καὶ καίουσαν τὰς ψευδεῖς δόξας αὐτῶν. ὑπεχέτω τὰ ὦτα τῆς ψυχῆς. ἔσται δὲ τοῦτο, ἐὰν μὴ ῥᾳθυμεῖν ἐπειγόμενοι ἀποδιωθῶνται τὴν ἀλήθειαν ἢ δόξης ὀριγνώμενοι καινοτομεῖν βιάζωνται. ῥᾳθυμοῦσι μὲν γὰρ οἱ παρὸν τὰς οἰκείας ταῖς θείαις γραφαῖς ἐξ αὐτῶν τῶν γραφῶν πορίζεσθαι ἀποδείξεις2 τὸ παραστὰν καὶ ταῖς ἡδοναῖς αὐτῶν συναιρόμενον ἐκλεγόμενοι· δόξης δὲ ἐπιθυμοῦσιν ὅσοι τὰ προσφυῆ τοῖς θεοπνεύστοις λόγοις ὑπὸ τῶν μακαρίων ἀποστόλων τε καὶ διδασκάλων παραδιδόμενα ἑκόντες εἶναι σοφίζονται δι᾿ ἑτέρων παρεγχειρήσεων, ἀνθρωπείαις διδασκαλίαις ἐνιστάμενοι θείᾳ παραδόσει ὑπὲρ τοῦ τὴν αἵρεσιν συστήσασθαι. τίς γὰρ ὡς ἀληθῶς ἐν τηλικούτοις ἀνδράσιν, κατὰ τὴν ἐκκλησιαστικὴν λέγω γνῶσιν, ὑπελείπετο λόγος Μαρκίωνος, φέρε εἰπεῖν. ἢ Προδίκου καὶ τῶν ὁμοίων τὴν ὀρθὴν οὐ βαδισάντων ὁδόν; οὐ γὰρ [ἂν] ὑπερέβαλον σοφίᾳ τοὺς ἔμπροσθεν ἄνδρας, ὡς προσεξευρεῖν τι τοῖς ὑπ᾿ ἐκείνων ἀληθῶς ῥηθεῖσιν, ἀλλ᾿ ἀγαπητὸν ἦν αὐτοῖς, εἰ τὰ προπαραδεδομένα μαθεῖν ἠδυνήθησαν.3
因为有些人起初甚至不能忍受聆听劝勉他们归向真理之人的话语;他们甚至试图胡言乱语,向真理倾泻亵渎之言,在未曾学习、未曾寻求、未曾劳苦、未曾发现逻辑连贯性的情形下,便自诩认识了万有中至伟大的事物。因着这般的扭曲偏向,人们或者怜悯他们,或者憎恶他们。但若有人尚可救治,能够忍受真理的坦诚如火或铁刃一般,割去并烧尽他们虚假的成见,就让他侧起心灵之耳吧。只要他们不急于懈怠而推开真理,也不因贪图虚名而强行标新立异,此事便能成就。因为那些人是懈怠的:明明可以从圣书本身获取神圣圣书固有的论证,却只挑选眼前浮现且迎合自身快感的东西;而那些人是贪图虚名的:为了建立异端,故意通过其他歪曲的手法,对福乐的使徒与导师所传下、切合于上帝所默示言语的教导耍弄诡辩,以人的教训抵挡神圣的传统。因为说实在的,在如此伟大的人物当中——我指的是依照教会的认知——哪里还留给诸如马吉安,或普罗狄库斯以及与他们相似的未循正道之人的立言余地呢?因为他们未曾在智慧上超越前人,以至于能在前人所忠实宣说之事上另有增补发明;相反,倘若他们能学会那预先传授下来的教训,于他们而言本就值得庆幸了。
- 7.16.102Είη μὲν οὖν καὶ τούσδε τοὺς αἱρετικοὺς καταμαθόντας ἐκ τῶνδε τῶν ὑπομνημάτων σωφρονισθῆναί τε καὶ ἐπιστρέψαι
希求语气 εἴη 后接“带宾格的动词不定式”结构(τούσδε τοὺς αἱρετικοὺς ... σωφρονισθῆναί τε καὶ ἐπιστρέψαι),用以表达愿望(“但愿这些异端……恢复理智并归向”)。分词 καταμαθόντας 在性、数、格上与不定式的宾格逻辑主语一致。
- 7.16.103παρὸν τὰς οἰκείας ταῖς θείαις γραφαῖς ἐξ αὐτῶν τῶν γραφῶν πορίζεσθαι ἀποδείξεις
παρόν 是非人称动词 πάρεστι(“有可能”)的中性单数宾格分词,构成宾格绝对结构(accusative absolute),表示让步含义(“明明有可能……”)。不定式短语(τὰς ... πορίζεσθαι ἀποδείξεις)构成 παρόν 的主语性内容。
- 7.16.103ἀγαπητὸν ἦν αὐτοῖς, εἰ τὰ προπαραδεδομένα μαθεῖν ἠδυνήθησαν
在与过去事实相反的虚拟条件句的主句(归结句)中,当表示适宜、可能或愿望的形容词与未完成过去时 ἦν 连用时,按古典语法常例省略助词 ἄν(ἀγαπητὸν ἦν,“本就值得庆幸了”)。从句使用直陈式不定过去时 ἠδυνήθησαν,表示过去未曾实现的假设。
