- 底本
- Clement of Alexandria. Clemens Alexandrinus: Stromata, Vols. 2-3. Stählin, Otto, editor. Leipzig: Hinrichs, 1906-1909.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0555.tlg004.humanitext-grc2:7.15.89-7.15.90
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
针对异教徒与犹太人以异端分歧为借口拒绝基督信仰的指控进行驳斥,借由稗子的预言与医学学派的类比,阐明异端的出现不仅在所难免,更能验明并磨砺真正的信徒。
Ἐπειδὴ δὲ ἀκόλουθόν ἐστι πρὸς τὰ ὑπὸ Ἑλλήνων καὶ Ἰουδαίων ἐπιφερόμενα ἡμῖν ἐγκλήματα ἀπολογήσασθαι. συνεπιλαμβάνονται δὲ ἔν τισι τῶν ἀποριῶν ὁμοίως τοῖς προειρημένοις καὶ αἱ περὶ τὴν ἀληθῆ διδασκαλίαν αἱρέσεις, εὖ ἂν ἔχοι, πρότερον διακαθάραντας τὰ ἐμποδών, εὐτρεπεῖς ἐπὶ τὰς τῶν ἀποριῶν λύσεις, εἰς τὸν ἑξῆς προϊέναι Στρωματέα.1 Πρῶτον μὲν οὖν αὐτὸ τοῦτο προσάγουσιν ἡμῖν λέγοντες, μὴ δεῖν πιστεύειν διὰ τὴν διαφωνίαν τῶν αἱρέσεων· παρὰ τίνι γὰρ καὶ ἡ ἀλήθεια ἄλλων ἄλλα δογματιζόντων; πρὸς οὕς φαμεν ὅτι καὶ παρ᾿ ὑμῖν τοῖς Ἰουδαίοις καὶ παρὰ τοῖς δοκιμωτάτοις τῶν παρ᾿ Ἕλλησι φιλοσόφων πάμπολλαι γεγόνασιν αἱρέσεις. καὶ οὐ δήπου φατὲ δεῖν ὀκνεῖν2 ἤτοι φιλοσοφεῖν ἢ ἰουδαΐζειν τῆς διαφωνίας ἕνεκα τῆς πρὸς ἀλλήλας τῶν παρ᾿ ὑμῖν αἱρέσεων. ἔπειτα δὲ ἐπισπαρήσεσθαι τὰς αἱρέσεις τῇ ἀληθείᾳ, καθάπερ τῷ πυρῷ »τὰ ζιζάνια«. πρὸς τοῦ κυρίου προφητικῶς εἴρητο, καὶ ἀδύνατον μὴ γενέσθαι τὸ προειρημένον ἔσεσθαι· καὶ τούτου ἡ αἰτία, ὅτι παντὶ τῷ καλῷ μῶμος ἕπεται.
既然顺理成章地应当对希腊人和犹太人向我们提出的指控进行辩护,而且关乎真正教导的诸异端在某些疑难上也与上述人等纠合在一起,那么,先清除眼前的障碍,并在准备好解决疑难的状态下进入下一卷《杂记》,当是合宜的。 因此,他们首先向我们提出了这一点,声称由于各异端之间的分歧,人不应当信从:“当不同的人确立不同的教条时,真理到底在谁那里呢?”对于他们,我们回答说:无论在你们犹太人当中,还是在希腊人中最负盛名的哲学家当中,都产生过极多的派别;然而你们绝不会说,因你们内部各派别的相互分歧,就必须对从事哲学或守犹太教犹豫不决。再者,正如“稗子”撒在麦子中一样,诸异端将播散在真理之上,这一点主早已预言过,而预先所言之事必然发生;此事的缘由在于,瑕疵总是伴随着一切美好的事物。
Μή τι οὖν. εἰ καὶ παραβαίη τις συνθήκας καὶ τὴν ὁμολογίαν παρέλθοι τὴν πρὸς ἡμᾶς. διὰ τὸν ψευσάμενον τὴν ὁμολογίαν ἀφεξόμεθα τῆς ἀληθείας καὶ ἡμεῖς; ἀλλ᾿ ὡς ἀψευδεῖν χρὴ τὸν ἐπιεικῆ καὶ μηδὲν ὧν ὑπέσχηται ἀκυροῦν. κἂν ἄλλοι τινὲς παραβαίνωσι συνθήκας. οὕτως καὶ ἡμᾶς κατὰ μηδένα τρόπον τὸν ἐκκλησιαστικὸν παραβαίνειν προσήκει κανόνα· καὶ μάλιστα τὴν περὶ τῶν μεγίστων ὁμολογίαν ἡμεῖς μὲν φυλάττομεν. οἵ δὲ παραβαίνουσι. πιστευτέον οὖν τοῖς βεβαίως ἐχομένοις τῆς ἀληθείας. ἤδη δὲ καὶ ὡς ἐν πλάτει χρωμένοις τῇδε τῇ ἀπολογίᾳ ἔνεστι φάναι πρὸς αὐτούς, ὅτι καὶ οἱ ἰατροὶ ἐναντίας δόξας κεκτημένοι κατὰ τὰς οἰκείας αἱρέσεις ἐπ᾿ ἴσης ἔργῳ θεραπεύουσιν. μή τι οὖν κάμνων τις τὸ σῶμα καὶ θεραπείας δεόμενος οὐ προσίεται ἰατρὸν διὰ τὰς ἐν τῇ ἰατρικῇ αἱρέσεις;3 οὐκ ἄρα οὐδὲ ὁ τὴν ψυχὴν νοσῶν καὶ εἰδώλων ἔμπλεως, ἕνεκά γε τοῦ ὑγιᾶναι καὶ εἰς θεὸν ἐπιστρέψαι. προφασίσαιτο ἄν ποτε τὰς αἱρέσεις. ναὶ μὴν »διὰ τοὺς δοκίμους« φησὶν »αἱ αἱρέσεις«. δοκίμους ἤτοι τοὺς εἰς πίστιν ἀφικνουμένους λέγει. ἐκλεκτικώτερον προσιόντας τῇ κυριακῇ διδασκαλίᾳ, καθάπερ τοὺς δοκίμους τραπεζίτας τὸ ἀκίβδηλον νόμισμα τοῦ κυρίου ἀπὸ τοῦ παραχαράγματος διακρίνοντας, ἢ τοὺς ἐν αὐτῇ τῇ πίστει δοκίμους ἤδη γενομένους κατά τε τὸν βίον κατά τε τὴν γνῶσιν.
难道说,即便有人背弃契约、违背了对我们的协议,我们自己也要因那个在协议上弄虚作假之人而远离真理吗?相反,正如正直的人应当守信、绝不废弃自己所应许的任何事,纵使有其他人背弃盟约,我们也断然不可违犯教会的规矩;尤其是,我们恪守关乎最重大之事的信仰告白,而他们却予以违背。因此,必须信赖那些坚定持守真理之人。此外,若将这番辩护作更宽泛的运用,也可以对他们说:医生们依据各自的派别虽持相反的见解,但在实际行动中同样都在行医治病。难道一个肉身患病、需要医治的人,会因医学内部存在学派分歧而不接纳医生吗?因此,一个灵魂患病且充满偶像之人,为了得医治并归向神,也绝不可能把各异端当作借口。更有甚者,〔使徒〕说:“诸异端是为了有经验之人而有的。”他所谓的“有经验之人”,或是指那些归信之人,他们如同精明的钱币兑换商区分主的真币与伪币那样,更加审慎鉴别地靠近主的教导;或是指在信仰本身中、无论在生命还是在认识上皆已历经考验之人。
- 7.15.89εὖ ἂν ἔχοι, πρότερον διακαθάραντας τὰ ἐμποδών, εὐτρεπεῖς ἐπὶ τὰς τῶν ἀποριῶν λύσεις, εἰς τὸν ἑξῆς προϊέναι Στρωματέα
非人称潜在希求法结构 εὖ ἂν ἔχοι(“……当是合宜的”)后接不定词 προϊέναι,其逻辑主语为未明示的宾格(ἡμᾶς),分词 διακαθάραντας 和表语形容词 εὐτρεπεῖς 均与之保持一致,作阳性复数宾格,而非采用与与格呼应的构造。
- 7.15.89καὶ οὐ δήπου φατὲ δεῖν ὀκνεῖν
语气小词 δήπου 与 οὐ 连用,构成修辞性反问或归谬法论断(“你们断不至于说……”、“难道你们会说……不成”),揭示对方并未因自身派别分立而放弃哲学或犹太教这一事实与其指责之间的自相矛盾。
- 7.15.90»διὰ τοὺς δοκίμους« φησὶν »αἱ αἱρέσεις«
对此处保罗书信(哥林多前书 11:19“在你们中间不免有分门结党的事,好叫那些有经验的人显明出来”)的省略式引述。由 φησίν(使徒说)引出的引文省略了系词或存在动词(εἰσίν 或 δεῖ εἶναι),结构上表示“诸异端的出现乃是因着那些经受考验之人的缘故”。
